Fragmenta in Psalmos Unit 7 opening
Unit 7.
Lemma-led open — τὴν ἐκ τῆς ἐρημίας εὐφροσύνην ἕξειν αὐτοὺς καὶ ἧς ὀρέγονται τεύξεσθαι καταγωγῆς εἰς λιμένα
Greek
τὴν ἐκ τῆς ἐρημίας εὐφροσύνην ἕξειν αὐτοὺς καὶ ἧς ὀρέγονται τεύξεσθαι καταγωγῆς εἰς λιμένα, ἐφ' οἷς προσήκει χάριτας θεῷ ὁμολογεῖν ἐν ἐκκλησίᾳ τε λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων ὑμνεῖν τὸν ἕνεκα μὲν ἁμαρτημάτων, ὡς προείρηται, κλύδωνι παραδόντα τὸ ἔθνος, ἐλέῳ δὲ εἰς ἀγαθὰ μεταστήσαντα. ∆ηλοῖ δὲ καὶ ὁ ἔλεος αὐτὸς τὸ ἐξ ἁμαρτημάτων προκεκομίσθαι. ἐλεοῦνται γὰρ οἱ μὴ ἄξιοι τῶν ἀγαθῶν ἀλλ' ἐπὶ τοῖς κακοῖς ἐλεεινοί· οὗ δὴ κοινὸν τὸ πρᾶγμα οὐχ οἷον ἐν θαλάττῃ πολλάκις γίνεται, καὶ τοὺς ἀγαθοὺς χειμάζεσθαι καὶ ναυαγεῖν, ὥσπερ καὶ τὸν Παῦλον, καὶ τοὺς φαύλους ἐξ οὐρίων κομίζεσθαι, κοινῶν ἐφ' ἑκατέροις ὄντων τῶν συμβαινόντων, ἵν' ἐν τοῖς αὐτοῖς ἐξεταζόμενοι πράγμασιν ἐν τῇ γνώμῃ τὸ διάφορον ἐκφάνοιε πρὸς ἣν ὕστερον ἥξουσαν ἀνταπόδοσιν ὀρθὴν καὶ δικαίαν τοῖς ἔργοις αὐτοῖς προμεμαρτυρημένην. οὐ δὴ περὶ τῶν πλεόντων θάλατταν ὁ λόγος ἀλλὰ περὶ τοῦ χειμαζομένου δι' ἁμαρτίας καὶ δι' ἔλεον ἥξοντος εἰς λιμένα λαοῦ, οὗ καὶ ἐκκλησία πρὸς ἐξομολόγησιν καὶ πρεσβυτέρων καθέδρα πρὸς ὕμνον θεοῦ. 197 Ps 108,21 Ἔλεος τὸ εἰς ἀνθρώπους ὃ ὑπὲρ ἀνθρώπων αἰτεῖ· οὐκ ὢν κατά γε ἑαυτὸν ἐν χρείᾳ ἐλέου ὃς τοῖς ἀξίοις ἐπικουφίζει τὰ δεινὰ χρηστὸς ὢν ἐν τῷ χαρίζεσθαι καὶ οὐ τὸ ἴσον ἀντιμετρῶν, ἀλλὰ γὰρ ἥκει τὰ πάντα εἰς Χριστὸν καὶ ἐλεεῖται ὑπὲρ ἡμῶν· καθὸ αὐτός ἐστιν ἡμεῖς καὶ ὡς πένης καὶ ταπεινὸς οἰκτείρεται, καὶ ὡς ἐν ταραχαῖς ὢν καθὸ μετεῖχε τῆς ταραττομένης ἐν κακοῖς φύσεως, καὶ ὡς εἰς ἀφανὲς ἀπιὼν καθ' ὅσον ἡ σωματικὴ διέλειπεν ἐπιφάνεια αὐτοῦ, καὶ ὡς ἀνακινηθεὶς καὶ ἀνακουφισθεὶς οἷον δή τι τῶν κουφοτάτων καθὸ τοῖς συναρπάσασιν ἐξέδωκεν ἑαυτὸν τήν τε ἐκ νηστείας ἀσθένειαν καὶ τὸ ἐξ ἀναλειψίας αὐχμηρὸν ἐξ ἡμῶν εἰς ἑαυτὸν ἀναφέρει, μηδὲν μεταξὺ τιθεὶς ἡμῶν τε καὶ ἑαυτοῦ, χλεύην τε ἐπὶ τούτοις λέγει τὴν παρὰ τῶν πολεμούντων ἣν δι' ἡμῶν νῦν ἔχει τῶν ὀνειδιζομένων ἐν ὀνόματι αὐτοῦ. 198 Ps 109,1b®2 Ἐπὶ πάντα τὸν κόσμον διαπεμφθήσεσθαι δηλοῖ τὴν δυνατὴν ἐξουσίαν τοῦ θείου βασιλέως ἀρξαμένην ἀπὸ τῆς Ἱερουσαλὴμ κατὰ τὸ Ἐγὼ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ πάντας ὑπακούσεσθαι καὶ δουλεύσειν. 199 Ps 109,3c.4a Ἀπολινάριος δὲ τὴν Συμμάχου παραθεὶς ἑρμηνείαν φησίν· τὸ διηνεκὲς τῆς ἀκμῆς καὶ ἀμάραντον οἰκεῖον αἰώνιον ζωῇ παραβαλλόμενον δρόσοις ἑωθιναῖς, ὥσπερ ἡ λυθεῖσα ζωὴ σκιᾷ παρεβάλλετο κλινομένῃ, Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, καὶ τὰ ἑξῆς. 200 Ps 109,4 Αἰώνιος ἱερεὺς ὁ ζῶν αἰωνίως, βέβαιος ἱερωσύνη καθάπερ ὅρκῳ βεβαιωθεῖσα, τύπος ὁ Μελχισεδὲκ οὗ μὴ δηλοῦται θάνατος εἰς σημεῖον τοῦ μηδὲ ὄντος θανάτου· ἄρτι δὲ βασιλεὺς δηλωθείς, νῦν καὶ ἱερεὺς ἐπιδείκνυται ὅπερ ἀδύνατον ἐν Ἰσραὴλ καὶ νόμῳ. ὑποτετύπωτο δὲ ἐν Μελχισεδὲκ καὶ τοῦτο. 201 Ps 109,7 ∆ῆλον γὰρ ὡς Χριστὸς καὶ πρὸ τοῦ τὴν ἐξ ἀνθρώπων ὕψωσιν ὑψωθῆναι ἦν ὑψηλός, ἅτε δὴ ὢν ἐν μορφῇ θεοῦ καὶ καταβὰς ἐξ οὐρανοῦ. ταπεινότητος δὲ σύμβολον ὁδοιπορεία καὶ ποτὸν ὕδωρ ἐκ ποταμοῦ· καὶ ὁρῶμέν γε πεζοποροῦντα τὸν κύριον καὶ ποτὸν ὕδωρ αἰτοῦντα τὴν Σαμαρείτινι. 29 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβραΐδα ἀπὸ πρώτου μέχρι τελευταίου τουτέστιν ἀπὸ τοῦ Ἄλεφ ἕως τοῦ Θαῦ, γραμματικὴν εὐπρέπειαν ἐχούσης τῆς τοιαύτης συνθέσεως καὶ προ καλουμένης εἰς ἐμπειρίαν γραμμάτων καὶ βιβλίων μάθησιν, καθὸ καὶ εὐθὺς ἐναργῆ προτρέπουσιν ἐπὶ τὴν τοῦ νόμου μελέτην οἱ ψαλμοί, παραγγείλαντος ἄνωθεν καὶ τοῦ Μωυσέως ταὐτὸν καὶ γραμματοεισαγωγεῖς καταστῆσαι κελεύσαντος καὶ τοὺς παῖδας διδάσκειν τὸν νόμον, ὅτι καὶ δι' ἀκοῆς εἶχον τὴν μάθησιν, οὐ διὰ πνεύματος τὴν σοφίαν ὡς οἱ κατὰ Χριστὸν τελειούμενοι. 203 Ps 111,9 Τὴν δικαιοσύνην τοῦ μακαριζομένου μὴ σβέννυσθαί φησι μηδὲ
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.