Fragmenta in Psalmos · §u07-rem-early

Unit 7 rem early

Rem early: Unit 7; lemma and argument toward the thesis.

Greek

ἄχρι τοῦ παρόντος ἵστασθαι ἀλλὰ καὶ παρεκτείνεσθαι καὶ εἰς τὸν μέλλοντα αἰῶνα· ἐν ᾧ αἰῶνι Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, τουτέστιν ἡ βασιλεία ἧς καταξιωθήσεται τυχὼν τῶν σωτηρίων ἐπαγγελιῶν. σύνηθες γὰρ τῇ γραφῇ τὴν βασιλείαν Κέρας ὀνομάζειν. 204 Ps 113,16 Ἀλλὰ καὶ δίκαιον τοὺς ὡς καλλίω σέβοντας καὶ θεῖα νομίζοντας τὰ ἄψυχα εἰς ὅμοιον αὐτοῖς καταστῆναι. καὶ οὐκ ἂν αὐτοῖς τοῦτο δικαίως φανείη κατάρα ἀλλ' εὐχῆς ἄξιον τὸ θεοὺς γενέσθαι, καθάπερ οἴονται καὶ ἔχειν ὃ θαυμάζουσιν. 205 Ps 115,2 Κενὸν γὰρ καὶ διάψευσμα ὁ ἄνθρωπος ἐν τῷ εἶναί τε καὶ μὴ εἶναι, ὅτι καὶ εἶναι δοκῶν οὐκ ἔστιν ἀλλ' ἐν εἰκόνι ζωῆς μᾶλλον ἢ ἐν ἀληθείᾳ στρέφεται. 206 Ps 115,7®10 Λύσεως δεῖ τῶν ἐν ᾅδου δεσμῶν, ἵν' ὁ ζώντων θεὸς καὶ μὴ νεκρῶν θεὸς ἡμῶν εἴη καὶ ἡμεῖς αὐτοῦ λειτουργοὶ ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ εἰς ἣν ἐπανερχόμεθα τοὺς θανάτου δεσμοὺς ἀποφεύγοντες. 207 Ps 117,7®9 Θαρρεῖ μὲν ὡς ἐπακουσθείς, ἐλπίζει δὲ ὡς τῆς βοηθείας τευξόμενος· ῥώννυται δὲ τῇ ἐλπίδι πρὸς τὸ μὴ δεδοικέναι τὰς ἀνθρώπων ἐπιβουλὰς μηδὲ θαυμάζειν τὰς ἐκείνων δυνάμεις ἀλλὰ προορᾶν τὴν πτῶσιν αὐτῶν. ταῦτα δὲ πάλαι μὲν ἦν περὶ τὸν Ἰσραὴλ ἐπικειμένων αὐτῷ τῶν ἄλλων ἐθνῶν (εἴρηται δὲ ὑπερβολικῶς ὁ λόγος), μετὰ δὲ ταῦτα περὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν πολεμουμένην ἐπαναστάσεσι τῶν ἀπιστῶν. οἱ γὰρ ἐν ἑκάστῳ ἔθνει πεπιστευκότες τοὺς παρὰ τῶν ἀπιστούντων θορύβους καὶ κινδύνους ὑπέμενον, ἀλλ' ὅμως καὶ οὗτοι κἀκεῖνοι τῷ θεῷ τεθαρρηκότες τοὺς ἀντιπάλους ἐνίκησαν. 208 Ps 117,10.11 Οἱ μὲν πολεμοῦντες τοῖς θεῷ δουλεύουσιν ἀνθρωπίνῃ τε ἐπαίρονται δυνάμει καὶ ἀνθρωπίναις ἡγεμονίαις, οἱ δὲ θεοῦ σέβας ἑλόμενοι τῇ θεοῦ βοηθείᾳ θαρσύνονται καὶ ταύτην ἁπάσης ἰσχύος ἰσχυροτέραν εὑρίσκουσι· καὶ περιφανέστατά γε οἱ Χριστοῦ δι' ὀνόματος τοῦ κυρίου μόνον πρὸς τοῖς ὁρατοῖς καὶ τοὺς ἀοράτους πολεμίους ἀμύνονται. 209 Ps 117,27a Τὴν τοῦ κυρίου σαφῶς ἐπιφάνειαν ὑμνεῖ, δι' ἧς ἡ σωτηρία τοῖς πᾶσιν ἀποκαθίσταται, θεόν τε εἰπὼν κατὰ τὸ πατρικὸν καὶ κύριον κατὰ τὸ υἱοῦ ὄνομα, διότι καὶ ὁ κύριος θεὸς καὶ ὁ θεὸς κύριος, ἐπιφανείς τε ὡς κύριος ἐκυρίευσεν ἡμῶν τε αὐτῶν εἰς ζωὴν κατὰ τὸ Ἵνα νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ τῶν ἐναντίων εἰς κόλασιν κατὰ τὸ καταργεῖν πᾶσαν ἐξουσίαν καὶ δύναμιν. 210 Ps 117,27bc Σύστασιν ἑορτῆς προστάττει διὰ πλήθους ἱερείων ἐπιτιθεμένων τῷ θυσιαστηρίῳ μέχρι τῶν κεράτων αὐτοῦ καὶ τῶν ἄλλων ἐξοχῶν. ἐπὶ δὲ τὰ ἡμέτερα ἱερεῖα προϊὼν ὁ λόγος δηλοῖς τοὺς κατὰ τύπον Χριστοῦ παριστάντας ἑαυτοὺς θυσίαν 30 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆς αὐτῆς δυνάμεως ἣ τά τε οὐράνια πρὸς ὕψος ἀνέχει καὶ τὰ ἐπὶ γῆς ἀνυψοῖ θυσιαστηρίου τρόπῳ δεχομένη τοὺς θεῷ προσιόντας. 211 Ps 118,1bc Οὗτοι δὲ ἦσαν οἱ μὴ πορευθέντες ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν μὴ στάντες ἀλλὰ τὸν νόμον ἑλόμενοι καὶ τὴν ἐν τούτῳ πορείαν. ἄμωμον δὲ οὐ τὸ παντάπασιν ἀπερίπτωτον μώμοις καὶ ἁμαρτήμασι λέγει. Χριστῷ γὰρ τοῦτο ἀπέκειτο καὶ τοῖς Χριστοῦ μετόχοις δι' αὐτοῦ, ἀλλ' ἐκείνοις τὸ ἄμωμον ἐν τοῖς κατὰ δύναμιν ἐκρίνετο συγγνώμῃ τῇ παρὰ θεοῦ καὶ οὐκ ἀκριβείᾳ τῇ περὶ τὰ προστάγματα. οὐ γὰρ ἀπαιτεῖ ὁ θεὸς τὸ μὴ δυνατόν, ἀλλὰ νομοθετεῖ διελέγχων τὸ ἐνδεές, συγχωρεῖ δὲ τὸ ἀσθενὲς ἐγνωκὼς καὶ τῇ τότε ἔτι μελλούσῃ μετουσίᾳ Χριστοῦ, τοῦ δυνατοῦ θεοῦ, πορίζων τὴν σωτηρίαν. ἡμῖν οὖν ἁρμόττει τὸ ἄμωμον βιοῦσι κατὰ Χριστόν. 212 Ps 118,5 Ἐπειδὴ πλεῖστα ἦν πρὸς ἀρετὴν ἐναντιώματα εἰκότως καθάπερ ὁδοῦ πταίσματα, τὴν τούτων ὑφαίρεσιν αἰτεῖ. οὕτω γὰρ ὁδὸς εὐτρεπίζεται τῶν ἐμποδισάντων ἀναιρουμένων κατὰ τὸ ∆ιαρρίψατε ἐκ τῆς ὁδοῦ τοῦ λαοῦ μου τὰ σκῶλα· οἷον ἐγένετο τῷ θείῳ ∆αυὶδ σκῶλον ἡ γυνὴ καὶ ἡ τοῦ θεάματος οὐκ ἐν καιρῷ περίπτωσις, ἄλλῳ δὲ ἔδεσμα πρὸς ἡδονὴν ὀφθὲν οἷον τῷ Ἡσαῦ, ἄλλῳ δὲ δόξα ὥσπερ τῷ Σαούλ, ἄλλῳ δὲ κτῆμα ὥσπερ τῷ Ἀχαάβ· πρὸς ἅπερ ἅπαντα θεοῦ τοῦ ἑτοιμάζοντος εἰς τὴν ὁδὸν δεῖ, ἥτις ἀποσκευάζοιτο ταῦτα καὶ τὴν φιλόκαλον προθυμίαν περιέποι † τὰ βιαιότερα τῆς προθέσεως ἐφέλκοντα καὶ οἷον ἀνικμάζοντα διὰ τὸ τῆς φύσεως ἐπιρρεπές. 213 Ps 118,6 Ἡμῖν δὲ πρὸς τὸ πνεῦμα τὸ θεῖον ἀφορῶσιν ἔσται τὸ μὴ αἰσχύνεσθαι, ἐπειδὰν συνηρμοσμένους αὐτῷ θεωρῶμεν ἡμᾶς αὐτοὺς ἁπανταχῆ καὶ μηδαμῇ μετατιθεμένους πρὸς τὴν σάρκα μηδὲ ἐκ μετεώρου πτώσεως κατενεχθέντας. 214 Ps 118,7b.8a Ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς

About this text

Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.