Fragmenta in Psalmos Unit 9 opening
Unit 9.
Lemma-led open — πόθος· καὶ ὁπότε τούτου μετασταίην, μετασταίη μου δύναμις ἅπασα. διά τοι τοῦτο καὶ τὰς εὐχ
Greek
πόθος· καὶ ὁπότε τούτου μετασταίην, μετασταίη μου δύναμις ἅπασα. διά τοι τοῦτο καὶ τὰς εὐχὰς πρὸς τὴν Ἱερουσαλὴμ ἀφορῶντες ἐποιοῦντο καὶ τὸ δυνατὸν τῶν εὐχῶν ἔνθα ἐκομίζοντο κατὰ τὰς Σολόμωνος αἰτήσεις καὶ τὰς θείας ἐπαγγελίας, ὥσπερ ἡμῖν τὴν πρὸς τὴν οὐράνιον Ἱερουσαλὴμ ἀφορᾶν ἀναγκαῖον. 275 Ps 136,6a Οὐδὲ γὰρ τὸ τῶν λόγων ὄργανον ἐρρῶσθαι δίκαιον, ὁπότε μὴ εἰς ἃ δεῖ παραλαμβάνοιτο. διὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ἀνετίθεσαν φροντίδι λέγοντες Ἄισω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω. τίμιος δὲ καὶ ἡ πόλις αὐτοῖς διὰ τὴν ἐν αὐτῇ καθεστηκυῖαν λατρείαν θεοῦ, ὥσπερ καὶ προείρηται τὸ Ἕνεκα τοῦ οἴκου τοῦ θεοῦ μου ἐξεζήτησα ἀγαθά σοι. 276 Ps 136,6b Τὸ γὰρ ἄκρον καὶ καθαρὸν τῆς εὐφροσύνης ἐν τῷ μεμνῆσθαι τῆς ἱερᾶς πόλεως τίθεται. οὕτω γὰρ καὶ τὰς ἑπομένας εὐφροσύνας ἀγαθὰς εἶναι συμβήσεται, καθὰ ἡμῖν ὁ κύριος τὰς ἱερὰς τροφὰς πρὸ τῶν κοινῶν καὶ σωματικῶν εἰσηγεῖται. 277 Ps 136,8.9 Τὸ δίκαιον εὔχονται κομίσασθαι Βαβυλωνίους ἅπερ δεδράκασι. τοῦτο γὰρ τὸ ὅσιον κρίμα κατὰ τὸ Γινώσκεται κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. μακάριον δὴ καὶ τὸν τοῦτο δυνησόμενον ἀποφαίνεται δι' οὗ τὴν δικαίαν κρίσιν ὁ θεὸς ἐκφαίνει καὶ στρέψει κατὰ τῶν διαρπασάντων τὸ διαρπάζεσθαι καὶ κατὰ τῶν ἀνῃρηκότων τὸ ἀναιρεῖσθαι. θεοῦ γὰρ ἡ λειτουργία, μακάριος δὲ ὁ θεῷ λειτουργῶν. προσκεῖσθαι δὲ δεῖ καὶ τὸ μετὰ γνώσεως καὶ τῆς οἰκείας προαιρέσεως, ὥστε οὐ Κῦρον μακαρίζει τὸν Περσῶν βασιλέα Βαβυλωνίων κρατήσαντα ὅτι μηδ' ἔγνω τοῦ χάριν τὴν κατ' ἐκείνων ἰσχὺν ἐλάμβανε μηδὲ τὸν δεδωκότα ταύτην θεὸν (Σὺ γὰρ οὐκ ἔγνως με, φησί) μηδὲ συνῆκε 38 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι καὶ τὸν τὰ νήπια αὐτῆς προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά. καὶ γὰρ τῷ ὄντι τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν Βαβυλῶνα μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δ' ἅπαξ τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μακάριος ἂν εἴη, εἰ ἃ πέπονθε ποιήσειε καὶ ἀνταιχμαλωτίσειε τοὺς Βαβυλωνίους καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ θεοῦ φόβον· εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν αὐξῆσαι ἀλλὰ καὶ συντρίψειε πρὸς τῇ πέτρᾳ, πολλῶν ἂν γένοιτο μακαριώτερος. Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας καὶ τὰς ἀρχὰς τῶν συγχυτικῶν ἁμαρτημάτων οὐκ ἂν ἁμάρτοις εἰπών, ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ (ἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς) ἀναιρεῖν πρὸς τὸ μὴ αὐξεῖν μηδὲ εἰς ἔργα προέρχεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος. 278 Ps 137,1.2 Ἀπόκειται μὲν τῷ Ἰσραὴλ ἡ τῶν κατ' αὐτὸν πραγμάτων διόρθωσις, ὡς αἱ προφητεῖαι λέγουσι, προεισέρχεται δὲ ἡ ἐξ ἁπάντων ἐθνῶν ἐκκλησία δευτέραν ἀπολιποῦσα χώραν τοῖς ἀπὸ Ἱερουσαλὴμ ἐπιστραφησομένοις. οὕτω δὴ καὶ ἐν τοῖς προκειμένοις αἰχμαλωσίαν μὲν τοῦ ἔθνους ἀρτίως ἠκούομεν καὶ δέησιν ὑπὲρ τῆς τιμωρίας τῶν αἰχμαλωτισάντων, ἀκολουθεῖ δὲ τὸ νῦν ᾆσμα τὴν τοῦ λόγου τοῦ θεοῦ κατὰ πᾶσαν οἰκουμένην ἐπιφάνειαν ἀπαγγέλλον, ὥσπερ καὶ ἐν Ἡσαΐου τῷ προφήτῃ προαποδυρομένου τοῦ λόγου τὴν Σιὼν ὅτι ἐγενήθη ἔρημος καὶ εἰς κατάραν τὸ ἅγιον εὐθὺς ἡ παρὰ τοῖς ἄλλοις ἔθνεσι γνῶσις τοῦ θεοῦ προαγγέλλεται κατὰ τὸ Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐρωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. τοιαύτην οὖν εἶχε τάξιν καὶ ἡ τούτων σύνθεσις τῶν ᾀσμάτων, μετὰ τὴν
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.