Fragmenta in Psalmos · §u09-rem-early

Unit 9 rem early

Rem early: Unit 9; lemma and argument toward the thesis.

Greek

ὑπὲρ Ἰσραὴλ δέησιν εὐχαριστίας ἀκολουθήσης καὶ ὕμνων προδηλουμένων καὶ προσκυνήσεων τῶν πρὸς θεόν, ἐπεί τε τῷ ἐλέει αὐτοῦ καὶ τῇ ἀληθείᾳ διὰ τὴν τοῦ λόγου τοῦ θεοῦ ὑπὲρ ἅπαν ὄνομα αὐτοῦ δόξαν (τουτέστι τὸ νῦν ἐπιτετελεσμένον) τὸ δοξάζεσθαι τὸν θεὸν ἐν τῷ τοῦ λόγου ὀνόματι ὡς οὔ ποτε πρότερον ἐδοξάσθη, διότι γῆς μόριον κατεῖχεν ἡ τοῦ θεοῦ λατρεία πρὸ τῆς ἐκφανείας τοῦ λόγου. καὶ ποιητὴς μὲν ἁπάντων ἀνυμνεῖτο καὶ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ κατηγγέλλετο, ταῦτα δὲπάντα μέχρι τοῦ Ἑβραίων ἔθνους εἶχε τὴν γνῶσιν καὶ τὴν τιμήν· ὁπότε δὲ τὸ ζῶν λόγιον αὐτοῦ πέφηνεν ἐξελθὸν παρὰ θεοῦ καὶ εἰς τὸν κόσμον διὰ σώματος ἐκκαλυφθέν, τότε πᾶν ἔθνος καὶ πᾶσα ἡ οἰκουμένη πρὸς τὴν τοῦ θεοῦ λατρείαν συντρέχει καὶ τῷ ὀνόματι τοῦ λόγου δουλεύει καὶ τὸν θεὸν ἐν τῇ τοῦ λόγου παρουσίᾳ δοξάζει, νῦν μὲν ἐν ἔθνεσι τὸ σέβας πεπλεονακὸς κατὰ τὸν ἔλεον, φυλαττόμενον δὲ καὶ τῷ Ἰσραὴλ κατὰ τὴν ἀλήθειαν τὴν τῶν ἐπαγγελιῶν. 279 Ps 137,3 Μεγάλην δηλοῖ τὴν εὐμένειαν καὶ ταχείαν τὴν ὑπακοὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καὶ δυνάμεως ἐπιχορηγίαν εἰς ψυχὰς διδομένην. λέγει γὰρ Χριστὸς Ἐάν τι αἰτήσητε ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ποιήσω· καὶ τοῦ πνεύματος ἐπιχορηγίαν ὁ ἀπόστολός φησιν εἰς τοὺς πιστεύοντας γίνεσθαι. 280 Ps 137,5 Ὑμνείσθω ἡ θεοῦ πρόνοια διότι μέγας θεὸς καὶ τὸ μεγαλεῖον αὐτοῦ διὰ τῆς προνοίας ἐκφαίνεται, καθὰ καὶ διὰ τῶν σεραφὶμ ἀνυμνεῖτο τὴν ἐν τῇ παρούσῃ προνοίᾳ καὶ οἰκονομίᾳ δόξαν θεοῦ βοώντων ἐν τῷ λέγειν Ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. 281 Ps 137,6 Ὅτι, φησίν, ἀπολαύει τῆς τοῦ θεοῦ δωρεᾶς ἡ ἀνθρωπίνη κτίσις, καὶ ταύτης γε ἡ ἐλάττων καὶ ἀτιμωτέρα πρότερον οὖσα ἐθνικὴ οὐδὲ αὐτὴ νῦν ὑπεροφθεῖσα, διότι θεῷ πάντα ταπεινὰ καὶ τὰ ὑψηλότατα, ὡς καὶ ταῦτα πόρρωθεν γινώσκεσθαι διὰ τὸ μὴ δύνασθαι τῷ ἀνεφίκτῳ ὕψει τοῦ θεοῦ συνεγγίζειν. ἅτε οὖν πάντων ὄντων μικρῶν πρὸς θεόν, οὐδὲν θαυμαστόν, εἰ καὶ ἐπὶ τὰ μικρότατα διήκει 39 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τὸ τοῦ Ἰσραὴλ μέρος θλίψεσι μὲν ἐναποληφθέν, ἐπισκευασθησόμενον δὲ εἰς σωτηρίαν· δι' οὗ σοι πολέμιοι πλήσσονται πρὸς θεοῦ, αὐτοὶ δὲ σωτηρίας τῆς παρὰ θεοῦ τεύξονται. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ· ἀνταποδώσει γὰρ ὑπὲρ ἠδικημένου τοῦ ἔθνους ὥστε αὐτοὺς ἐκ τῶν βιαζομένων χειρῶν ἐξελέσθαι. 283 Ps 137,8c Εἰ καὶ καρπούς, φησίν, ἀξίους τῆς σῆς ἀγάπης οὐ παρεχόμεθα, ἀλλ' ὅτι γέ ἐσμεν ἔργα σά, μὴ παροφθῆναι ἀξιοῦμεν. 284 Ps 138,5 Ἐνταῦθα δὲ φαίνεται καὶ ψυχὴν καὶ σῶμα εἰς ἓν τιθεὶς καὶ ὑπὸ μίαν πλάσιν ἑκάτερα τάττων, ὅτι δὴ τῶν ψυχικῶν ἰδιωμάτων τὴν γνῶσιν ἀπὸ τῆς διαπλάσεως ἔχειν φησὶ τὸν θεόν, καθὰ καὶ ἕτερος εἴρηκεν Ὁ πλάσας πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. οὐ γὰρ ἐν διαστάσει τὸ ποίημα, ἀλλ' εἰ καὶ καλλίων ἡ τῆς ψυχῆς ποίησις παρὰ τὴν τοῦ σώματος, οὐχ οἱονεὶ χειροποιητὸς οὖσα κατὰ τὴν τῆς ὕλης μόρφωσιν ἀλλ' ἐμπνευστὴ κατὰ τὴν ἐκ θείας δυνάμεως ὑπόστασιν. ὅλως γοῦν εἰς ἓν

About this text

Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.