Homiliae Unit 2 opening
Unit 2.
Lemma-led open — Ἰσκαριώτου πενέστερον; Καὶ οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν, ἀλλὰ τοῖς ἕνδεκα πένησι
Greek
Ἰσκαριώτου πενέστερον; Καὶ οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν, ἀλλὰ τοῖς ἕνδεκα πένησι καὶ φιλοσόφοις συνδιαιτώμενος καὶ αὐτῷ γε τῷ Κυρίῳ, τῷ δι' ἡμᾶς αὐθαιρέτως πτωχεύσαντι, κακίᾳ προαιρέσεως εἰς φιλαργυρίαν παρενεχθεὶς ἐκεῖθεν καὶ τὴν προδοσίαν ἐρᾳδιούργησεν. 1.11.1 Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἑκατέρου τῶν τεθνηκότων συνετῶς δοκιμάσαι. Ὁ μὲν γὰρ πτωχὸς κοιμηθεὶς ἀγγέλους εἶχεν δορυφόρους καὶ θεραπευτάς, ἄγοντας αὐτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἰς τὸν τόπον τῆς ἀναπαύσεως· ὁ δὲ πλούσιος ἀποθανών, φησίν, ἐτάφη. Οὐδὲν γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν. 1.11.2 Ὁ γὰρ ἁμαρτωλὸς τελευτῶν ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν, καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην καταγαγών, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα, λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν. Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα, ᾅδης δὲ τὴν ψυχήν· δύο σκοτεινὰ δεσμωτήρια μεριζόμενα τοῦ πονηροῦ ζῴου τὴν τιμωρίαν. 1.11.3 Καὶ τίς οὐκ ἂν τῆς ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἡνίκα μὲν ὑπὲρ γῆς ἦν γαυριῶντα, μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων καὶ
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.