Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχάνοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαρρηγνύμενον· ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίρροπον τῆς ὑπερηφανίας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς προβαλλόμενος μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἐπικαλεῖται λέγων· 1.11.4 « Πάτερ Ἀβραάμ, ἐλέησον με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσαν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ», ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν ἐξουσίαν· ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον· εὐχόμενος ἀπομυζῆσαι τοῦ λεπροῦ τὸν δάκτυλον ὀλίγον νενοτισμένον 5 ὕδατι. Τοιαῦται τῶν φιλοσωμάτων αἱ ἀβουλίαι, τοῦτο τῶν φιλοπλούτων καὶ φιληδόνων τὸ τέλος. 1.12.1 Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον, φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν, τὸ συμπαθὲς καὶ φιλάνθρωπον ὡς αἰτίαν τῆς ζωῆς
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.