Unit 8 rem early
Rem early: Unit 8; lemma and argument toward the thesis.
Greek
τῆς ἐνεγκούσης εἶχε τὴν Βαβυλῶνα καὶ ἐν ἀδόξοις ἐδόκει διὰ τῆς ὥρας τὸ ἀτελὲς καὶ ἀπαρρησίαστος διὰ τὸ ἐναπειλῆφθαι τοσούτοις κακοῖς, 6.1.5 ἀλλ' ἐκ τοῦ τὴν ἀρετὴν ἐπιφέρεσθαι καὶ φιλοσοφίᾳ στοιχειωθῆναι τὴν πρώτην αὔξησιν καὶ καρτερὸς εἶναι τὴν γνώμην καὶ ἐμβριθής, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τῶν γηραιῶν ἐκείνων καὶ καθεστηκότων ἔλεγχος ἐδείκνυτο καὶ κριτής. Ἀλλὰ μικρόν, εἰ δοκεῖ, πρὸς ἀρχὴν ἀναγαγόντες τὸν λόγον ἴδωμεν, ὅπως ὑψηλὸν καὶ μακάριον τὸ φίλον ὑπάρχειν Θεῷ. 6.2.1 Τῆς πόλεως τῆς Ἱερουσαλὴμ κατάκραν τῷ πολέμῳ παρὰ τῶν Ἀσσυρίων ληφθείσης οἱ τότε λαοὶ τῶν Ἑβραίων ἐπὶ Βαβυλῶνα διήχθησαν. Εἶχε δὲ καὶ τὸν μακάριον ∆ανιὴλ τῶν δορυαλώτων μειρακίων τὸ πλῆθος καὶ διήγετο ἐπὶ τῆς πολεμίας παῖς εὐκαταφρόνητος, κεκακωμένου δήμου μικρὸν καὶ πολλοστὸν ἐφόλκιον, οὔτε παρὰ τοῖς ὁμοφύλοις ἀφορμὴν ἔχων τοῦ φαίνεσθαι, οὔτε παρὰ τοῖς ἐχθροῖς ἀξιόλογον τοῦ πολέμου νομιζόμενος κέρδος· ἀφανής, ἄδοξος διὰ τὴν ἡλικίαν, διὰ τὴν συμφοράν· μόνῳ τῷ καλῶς βλέποντι καθορώμενος. 6.2.2 Θεὸς γὰρ μόνος ἔβλεπε τὴν καθαρὰν τοῦ νεανίσκου ψυχήν, ὥσπερ τινὰ μαργαριτὴν ἐν θαλαττίοις ὀστράκοις ἐνδεδεμένον ἢ χρυσὸν ἐν τοῖς κόλποις ἐνόντα τῆς γῆς· ὡς νύμφην εὐπρεπῆ τοῖς παραπεπτάσμασι τῆς παστάδος καλυπτομένην. Ἐπειδὴ δὲ ἦλθεν ὁ καθήκων καιρὸς καὶ ἔδει τὸν κρυπτόμενον φανῆναι, γνώριμον γενέσθαι τὸν ἀφανῆ, περίβλεπτον τὸν καταφρονούμενον, λάμψαι τὸν τῷ σκότῳ τῆς συμφορᾶς κεκρυμμένον, ὀλίγη τοῦ πνεύματος ἐπιφοίτησις καὶ πάντων ὁ ταπεινὸς ὑψηλότερος· 6.2.3 σοφὸς ὁ μὴ διαίρων τὸ στόμα· ἔλεγχος κρυπτομένων· κριτὴς δικαστῶν ὁ ἀπαίδευτος· ἐπὶ θρόνου καθήμενος ὑψηλοῦ ὁ μηδέπω μηδὲ ὑπηρέτης δικαστηρίων γενόμενος· σωφροσύνην συκοφαντουμένην ἐκδικῶν ὁ νέος, δῆμον πλανώμενον ἐπιστρέφων, ψῆφον πόλεως ὅλης κακῶς ἐνεχθεῖσαν ἀνακαλούμενος. 6.3.1 Ἠκούσατε γὰρ ἀρτίως τοῦ ἀναγνώσματος καὶ τῷ θαύματι πάντως κατέχεσθε τὴν ψυχήν. Κἀγὼ δὲ τὰ τῶν ἄλλων βιβλίων ἀφεὶς ὅσα οἱ ψαλμοὶ ἡμῖν ἐπωφελῶς μεθ' 27 ἡδονῆς ἐμελῴδησαν, ὅσα συνεβούλευσεν ὁ ἀπόστολος, ὅσα δεσποτικῶς ἐνομοθέτησεν ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος, ταύτῃ προσεκλίθην τῇ ἱστορίᾳ. Ἐπειδὴ δύο νεότητας βλέπω εὐδοκι μούσας, τὴν μὲν ἐν τῷ δικάζειν, τὴν δὲ ἐν τῷ κρίνεσθαι· καὶ τὸν μὲν ∆ανιὴλ ἐπὶ ταῖς ψηφοῖς κροτούμενον, Σωσάνναν δὲ ἐπὶ τῇ νίκῃ στεφα νουμένην τῆς σωφροσύνης. 6.3.2 ∆εῦτε τοίνυν, εἰ δοκεῖ, οἱ τῶν καλῶν ἐρασταὶ καὶ τῆς ἀρετῆς, ἀνανεωσώμεθα τὴν παλαιὰν κρίσιν τῇ μνήμῃ· ἀρχαίᾳ σωφροσύνῃ τὴν νεάζουσαν ἐπὶ τοῦ παρόντος ἀκολασίαν ἐκκό ψωμεν στηλιτεύσαντες γῆρας μειρακιῶδες καὶ νεότητα πεπολιωμένην θαυμάσαντες. Ὦ πρεσβύται μιαροὶ καὶ ἄρχοντες τοῦ λαοῦ, μυρίων παιδαγωγῶν εἰς ἐπανόρθωσιν χρῄζοντες γάμων νόμῳ ζευχθέντων ἐπίβουλοι, σωφροσύνης ἐνεδρευταί, μηχανορράφοι δόλων, συκοφαντίας ταχεῖς εὑρεταί! 6.3.3 Ὑμεῖς ἦτε οἱ τὴν πορνείαν τοῖς χείλεσι κρίνοντες καὶ τὴν μοιχείαν καταδικάζοντες· οἱ τῶν ἄλλων ἰατροὶ καὶ τῆς νόσου γέ μοντες· οἱ κεκονιαμένοι τάφοι ἔνδον τῆς ἀκαθαρσίας πεπλησμένοι καὶ τὴν ἔξωθεν ἐπιφάνειαν καλλωπίζοντες. Οἱ ὑψηλοὶ καὶ ἐπὶ τῶν θρόνων τῶν δικαστικῶν προκαθήμενοι, ὅτε δὲ ἀκολασταίνειν προείλεσθε τοῖς λασίοις τῶν φυτῶν καὶ τοῖς θάμνοις ἐνέρποντες. 6.3.4 Ἐγέλα τότε βλέπων ὑμᾶς ὁ τῶν παραβάσεων εἰσηγητὴς καὶ τῶν κακῶν σύμβουλος, ὅπως οἱ ἐν κορυφῇ τοῦ λαοῦ, οἱ λογάδες καὶ ἔκκριτοι, ὡς τοιχωρύχοι τινὲς ἢ λῃσταὶ τῇ γῇ προσεσύρεσθε, ἵνα βλέψητε θέαν ἀκόλαστον· καὶ τοῖς θάμνοις ἐνεκρύπτεσθε κατὰ τὰς ἀλώπεκας, αἳ ἀπὸ τῶν συμφύτων καὶ ἐπισκίων τόπων τὰς κατοικιδίους ἐνεδρεύουσιν ὄρνιθας καὶ νενομέναις ἀπροόπτως ἐπιπηδῶσιν. 6.3.5 Ὢ τῆς ὁμοιοτρόπου κακίας, ἣν ὁ τῶν ἀνθρωπίνων ψυχῶν ὀλοθρευτὴς ἀπ' ἀρχῆς εἰς
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.