Unit 8 rem close
Rem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek
δικαστήριον καὶ οὐκ ἐβράδυνεν ἡ ἀλήθεια. 6.6.2 Ἀνάστηθί μοι λοιπόν, ὦ μακάριε ∆ανιήλ, καὶ νῦν ἐπὶ τοῦ λόγου ὡς διηγέρθης καὶ τότε παρὰ τοῦ πνεύματος· εἰπὲ καὶ σὺ Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος ταύτης, ὡς καὶ Πιλᾶτος ὕστερον κατὰ τῶν μαινομένων Ἑβραίων. Ἀνάλυσον τὸν λαὸν ἐπὶ τὸ κριτήριον· δὸς ἀρχὴν τῇ δίκῃ κακῶς τελεσθείσῃ· στῆσον κρινομένους τοὺς ψευδωνύμους κριτάς· ἐναλλαγήτω τῶν προστατῶν ἡ τάξις καὶ θεωρείτω ἡ γυνὴ τοὺς γέροντας, ὡς αὐτὴ πρὸ ὀλίγου θέαμα τῆς πόλεως ἦν. 6.6.3 Κρῖνον, ὁ αἰχμάλωτος, τοὺς πολίτας· ὁ ξένος τοὺς ἐγχωρίους· ὁ νέος τοὺς παλαιούς. Χρῆσον ἅγιον στόμα τῷ πνεύματι· οὐ γὰρ ἀκάθαρτα χείλη ἔχεις, ὡς Ἡσαΐας αὑτὸν ἐξευτελίζων φησίν· οὐδὲ ἑνὸς τῶν Σεραφεὶμ καὶ τοῦ καθαρσίου ἄνθρακος χρῄζεις. Χώρησον σοφῶς τοὺς ψευδωνύμους κριτάς, ἵνα μὴ καὶ ταῖς σαῖς ἐρωτήσεσι συμφώνως ἐπιπηδήσωσιν ὡς ἐν παραδείσῳ τῇ γυναικί. 6.6.4 Οἵα γὰρ καὶ ἡ ἀρχὴ τῶν λόγων τοῦ τρισμακαρίου παιδὸς συνετῶς καταμάθωμεν· Πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους. Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐλευθερίας τοῦ πνεύματος! Οὗ γὰρ τὸ πνεῦμα Κυρίου, ἐλευθερία. 6.6.5 Ὁρᾶτε γάρ, ὡς οὐδὲ ἐν προοιμίοις ὑποστέλλεται· ἀλλ' εἰς τὸ βάθος τοῦ συνειδότος ἐνατενίσας καὶ βλέπων τὰς ψυχὰς τῶν γερόντων ἀποθήκας ἁμαρτιῶν μάρτυρας μὲν καὶ ἀποδείξεις οὐ ζητεῖ· ὑβρίζων δὲ ἐπαχθῶς προσκαλεῖται, ἐπειδὴ τὴν ἀπόφασιν ἔχει γεγραμ μένην ἐπὶ τοῦ στήθους ὁ προφήτης. 6.6.6 Καὶ ὅσον γε εἰς αὐτὸν ἧκεν, οὐκ ἂν οὐδὲ εἶπέ τι, ἀλλ' ἀνυπερθέτως τῇ τιμωρίᾳ παρέπεμψεν· ἵνα δὲ πείσῃ λαὸν ἄφρονα καὶ κριτὰς κούφους τῇ πολίᾳ κατηγόρων οὐ τῇ ἀληθείᾳ δικάσαντας, καὶ τὴν πεῖραν τῆς ἐρωτήσεως κεχωρισμένοις προσάγει καὶ τὸ ψεῦδος ἐκ τῆς διαφωνούσης ἀποκρίσεως διελέγχει· καὶ τὴν κρίσιν ἐξενεγκὼν οὐ δημίοις δίδωσιν ὑπευθύνους, ἀλλ' ἀγγέλους κατ' αὐτῶν κολαστηρίους καλεῖ. Εἰς τοσοῦτον γὰρ ηὐξήθη τὸ τῶν ἁγίων ἀξίωμα, ὡς δυνάμεις ἀοράτους ἔχειν τὰς ὑπηρετουμένας αὐτοῖς. 6.7.1 Τίνα τὰ ἑξῆς τοῖς μιαροῖς γέρουσι; Προετράπη ἡ κρίσις· ἀπῆλθον δὲ καὶ τῶν παλαιῶν ἀνομιῶν καὶ τῆς νέας ἁμαρτίας δίδοντες διὰ θανάτου τὴν δίκην· Βαβυλὼν δὲ πᾶσα τὸ παράδοξον τῶν γενομένων διὰ στόματος εἶχον καὶ ὕμνοις τὸν Θεὸν ἀνευφήμουν τὸν τῶν λανθανόντων δραμάτων τὴν γνῶσιν δημοσιεύσαντα. 6.7.2 Καὶ Χελκίας ὑπὲρ τῆς παιδὸς χαίρων ἀνενεώθη· Ἰωακεὶμ τὴν ἐπινίκιον ᾖσεν ὑπὲρ τῆς γυναικὸς ἑορτήν· 29 παῖδες δέ, γνησίας καὶ τῆς σώφρονος ἔκγονα, μειδιῶσι προσώποις τὴν μητέρα περιεσκίρτων καὶ τὸ πολύδακρυ πένθος μετεσκευάσθη εἰς εὐφροσύνην. Ὑμεῖς δέ, ὁ τοῦ Χριστοῦ λαός, εὐσεβεστάτης καὶ ψυχωφελοῦς ἱστορίας ἀκούσαντες μὴ ἀδιαφόρως τὴν ἀκοὴν παραδράμητε, ἀλλὰ παιδείαν καὶ ἄσκησιν τοῦ ὑμετέρου βίου τὸν λόγον ποιήσασθε. 6.7.3 Αἱ γυναῖκες, ζηλώ σατε τὴν Σωσάνναν· οὕτως φυλάξατε τοῖς ἀνδράσι τὴν σωφροσύνην ὡς ἐκείνη τῷ ἑαυτῆς· παθεῖν τε καὶ κινδυνεῦσαι κατεδέξατο μᾶλλον ἢ μοιχείᾳ σπιλῶσαι τὸν βίον· μοιχεία Θεὸν παροργίζει, ἄνδρα καταισχύνει, οἴκους καὶ ἑστίας ἐξαφανίζει, παῖδας ἀμφιβόλους ἐργάζεται. Οἱ πρεσ βύται, τοὺς τοιούτους μισήσατε γέροντας· οἱ δυνάσται, φοβήθητε τῶν κριτῶν τῶν παρανόμων τὸ τέλος· 6.7.4 οἱ νέοι, μιμήσασθε τὸν ἡλικιώτην τὸν νέον, ἵν' οὕτως ἑκάστης ἡλικίας εἰς τὸν τύπον τῶν καλῶν μορφωθείσης τὸ πᾶν πλήρωμα τῆς ἐκκλησίας ἅγιον καὶ εὐδόκιμον γένηται ἐν Χριστῷ Ἰησοῦ τῷ Σωτῆρι ἡμῶν, ᾧ πρέπει δόξα, κράτος, τιμὴ σὺν τῷ συνανάρχῳ πατρὶ καὶ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.