Homiliae · §u08-rem-mid

Unit 8 rem mid

Rem mid: Unit 8; lemma continues; reading with the letter.

Greek

τέλος ἐπιτηδεύει! Ἐν παραδείσῳ τὸ πρῶτον τοῦ ὑψηλοῦ ἀνθρώπου πτῶμα, ἐν παραδείσῳ καὶ νῦν οἱ γέροντες παρὰ τοῦ ὄφεως ἐνεργούμενοι τῆς ἀρχικῆς δόξης ἐκπίπτουσι, γίνονται δὲ ἀντὶ κριτῶν καταδεδικασμένοι, τῆς ζωῆς ἀλλό τριοι καὶ τῆς ἁμαρτίας ἐργάται. 6.3.6 Ἀλλ' ἐνταῦθα μὲν ἀνδρῶν ἐκράτησε, τῆς δὲ γυναικὸς ἡττήθη καὶ τὸ κοῦφον τῆς πρώτης ἀνθρώπου ἐπὶ τῆς Βαβυλωνίας οὐχ εὗρε νεάνιδος. Καὶ καλῶς ἂν εἴποι τις, ὡς οὐκ ἔστι Βαβυλὼν σύγχυσις διὰ Σωσάνναν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ, φυλακὴ σωφροσύνης, πόλις ἀνδρικῆς γυναικός, τόπος ἑορτῆς ἐπινικίου. 6.4.1 Ταύτην ἐγώ, τοὺς ἐν μέσῳ χρόνους ἀνελών, τῇ ὁμοιότητι τῆς ἀρετῆς πρὸς τὸν κόσμον Ἰωσὴφ ἄγω· ἵστημι δὲ τὴν εὐσχήμονα παρὰ τὸν σώφρονα τὴν τῷ Θεῷ φίλην παρὰ τὸν παῖδα τοῦ Ἰσραήλ. Ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις, τὸν ὑπὲρ τῆς σωφροσύνης, ἐπιτίθημι στέφανον· ὑπορρίπτω δὲ τοῖς ποσὶ τῶν νικησάντων τοὺς ἡττημένους· τῷ μὲν Ἰωσὴφ τὴν ἀκόλαστον Αἰγυπτίαν, τὴν δέσποιναν τοῦ ἐλευθέρου δούλου· Σωσάννῃ δὲ τοὺς ἀτίμους γέροντας. 6.4.2 Τίθημι τούτους παιδαγωγοὺς σωφροσύνης· τὴν μὲν τῆς γυναικείας, τὸν δὲ τῆς τῶν ἀνδρῶν νεότητος· λαμπτῆρας τῆς οἰκουμένης, ἄνθη τῆς ἀναστάσεως, μοιχῶν κριτάς, γάμων ἐνθέσμων φύλακας. Τέως δὲ περὶ μόνην ἀσχολήσωμεν τὴν ἱερὰν γυναῖκα τὸν λόγον· νῦν γὰρ ὁ Ἰωσὴφ ἐπεισόδιόν ἐστι καὶ παρενθήκη σωφροσύνης ὁ σώφρων. 6.5.1 Ἐπειδὴ γὰρ οἱ γέροντες, ὡς ἐνόμιζον, εἶχον τὴν θήραν εἴσω δικτύων, εἰσεπήδησαν δὲ ἐκ τῆς ἐνέδρας ὡς αὐτίκα ληψόμενοι, οὐχ εὗρον δειλὴν τὴν βελτίστην ἔλαφον, ἀλλ' ἀνθισταμένην καὶ αὐτοῖς καὶ τῷ δράκοντι τῷ τῶν γινομένων αἰτίῳὀφιοκτόνον δὲ ζῷον ἡ ἔλαφος· καὶ καλῶς εὗρεν ὁ λόγος τὴν εἰκόνα τοῦ ζῴου· παρεκάλεσαν, οὐκ ἠκούσθη σαν· ἠπείλησαν, οὐ κατέπληξαν. 6.5.2 Ἀμηχανοῦσι λοιπὸν οἱ δυσέρωτες καὶ δύο τοῖς μεγίστοις συνέχονται, ἀποτυχίᾳ τῆς ἐπιθυμίας καὶ φόβῳ τοῦ ἐλέγχου. Ῥάπτουσι δὲ συκοφαντίαν αἱ μιαραὶ κεφαλαὶ καὶ λύσιν τοῦ κακοῦ ἄλλο κακὸν ἐξευρίσκουσι καὶ μοιχείας κάλυμμα συσκευάζονται φόνον. Ἁμαρτωλὸς γάρ, ὅταν εἰς ἀρχὰς ἐμπέσῃ πλημμελημάτων, ὥσπερ σχοίνῳ τῇ ἀρχῇ καὶ τὰς ἀκολούθους ἀνομίας ἐφέλκεται. Καὶ γεννητικὰ τυγχάνει τῶν καλῶν τὰ καλά, τῶν δὲ φαύλων τὰ ὅμοια. 28 6.5.3 ∆ιὸ καὶ νῦν φόνος ὁ καρπὸς τῆς μοιχείας ὑποβλαστάνει καὶ συνέδριον κατὰ σπούδην κάθηται ὡς ἐπὶ μεγάλῳ τῆς γυναικὸς ἀδικήματι, καὶ δημαγωγεῖται πλῆθος θέαν ἔχον τὴν κρινομένην. Κατήγοροι δὲ καὶ δικασταὶ οἱ αὐτοί· καὶ πολιὰ συκοφαντοῦσα ἀξιόπιστος ἦν καὶ νεότης συκοφαντουμένη ἐκ τῆς κρατούσης ὑπονοίας κατεδικάζετο. 6.5.4 ∆ῆμος δὲ ἀναρριπισθεὶς καὶ παθὼν ὃ δὴ πάσχειν ἀπὸ ὁρμῆς ἐμπλήκτου εἴωθε δῆμος, ἠγανάκτει πεπλανήμενος καὶ τῇ ὁρμῇ τῶν γερόντων συνεξεφέρετο· γονεῖς τῆς κρινουμένης ἐθρήνουν, ἀνὴρ τὴν συμφορὰν ὠδύρετο, παῖδες ὠλόλυζον ἔνθεν καὶ ἔνθεν τῆς μητρὸς κινδυνευούσης ἀπηρτήμενοι, τὸ γένος τῇ αἰσχύνῃ κεκάλυπτο. 6.5.5 Οἱ δὲ καλοὶ δικασταί, οἱ τῆς σωφροσύνης σύμ μαχοι, σεμνῶς κεκαλυμμένην ἱματίῳοὐδὲ γὰρ ἐπὶ τῆς συγχύσεως τῶν κακῶν ἑαυτῆς ἐπελάθετο ἕξιν τῆς κοσμιότητος ἔχουσαγυμνοῦσθαι τῆς εὐπρεποῦς σκέπης ἐκέλευσαν, ἵν' ἐν τῷ δικαστηρίῳ τῆς μοιχείας μοιχείαν ἐργάσωνται τῇ θέᾳ τῆς κρινομένης τὴν αἰσχρὰν ἐπιθυμίαν προσαναπαύσαντες· 6.5.6 ἐπετίθεσαν δὲ καὶ τὰς χεῖρας τῇ κεφαλῇ ὃ δὴ σύμβολον τῆς κατακρίσεως ἦν, χραίνοντες σῶμα καθαρόν, οἱ ἀκόλαστοι, τῇ ἁφῇ καὶ κατ' αὐτῆς ἐδημηγόρουν τὸ ψεῦδος, οἱ καλοὶ τῆς ἀληθείας προστάται. 6.6.1 Ὡς δὲ ὁ λαὸς ὑπήχθη καὶ ἡ ψῆφος ἠνέχθη καὶ ἡ τιμωρία πλησίον ἦν, ἀνέβλεψε τότε ἡ συκοφαντουμένη πρὸς τὸν δικαστὴν τῶν κριτῶν· ἐφέσιμον τὴν δίκην ἐξ ἀνθρώπων ἤγαγε πρὸς τὸν Θεόν, ἐπεκαλέσατο τὸ ἀπαραλόγιστον

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.