Law summary: distinguish clean and unclean living things
Palladius: And how does the law close the discourse?
Cyril: 'This the law of the cattle and of the winged ones and of every living moving in the waters and of every soul creeping upon the earth, to distinguish between the unclean and between the clean, and between the living things being eaten and between the living things not being eaten.' (Leviticus 11:46–47) So the priestly word must teach the Church to discern manners as the law discerned creatures—not for belly, but for life in Spirit.
Greek
λυσθαι παγγενῆ, προσίετο Θεὸς καὶ διεσώζετο πάλιν, καὶ τίνα δὴ τρόπον, ἄξιον ἰδεῖν. Γέγραπται τοίνυν ὡδί· «Εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευΐ· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔντε τοῖς Χαναναίοις, καὶ ἐν τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ· καὶ συναχθέντες ἐπ' ἐμὲ, συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ, καὶ ὁ οἶκός μου. Οἱ δὲ εἶπαν· Ἀλλ' ὡσεὶ πόρνῃ κατακέχρηνται τῇ ἀδελφῇ ἡμῶν. Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ. Καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι, ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ, καὶ πᾶσι τοῖς μετ' αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς μεθ' ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. Καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ, ἕως τῆς σήμερον ἡμέρας.» Ὁρᾷς ὅτι προσίετο μὲν ὁ πάντων Δεσπότης κατοῤῥωδοῦντα τὸν δίκαιον, καὶ ἀναδείμασθαι κελεύει θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας καὶ τῆς ἐσομένης αὐτῷ σωτηρίας καὶ ἀρωγῆς ἀνάθημα λαμπρόν. Ὁ δὲ, ὅτι τοῦτο δρᾷν ἀναγκαῖον εὖ μάλα διεγνωκὼς, προαποκαθήρασθαι δεῖν ἐπιτάττει τοὺς ψευδωνύμους ἐκ μέσου ποιοῦντας θεοὺς, καὶ στολὰς ἑτέρας μετημφιεσμένους. Ἀλλ', οἶμαι δὴ, τοῦτο κατασημήνειεν ἂν εὐθὺς, τὸ εἰλικρινὲς ἐν πίστει, καὶ τὸ ἀβέβηλον εἰς ζωήν· τὸ μὲν γὰρ μονοτρόπως Θεῷ προσκεῖσθαι φιλεῖν, οὐ μεμερισμένους τὴν διάνοιαν, οὔτε μὴν ἀπονενευκότας ἐπὶ τὸ χρῆναι νοσεῖν τῆς τῶν δαιμονίων ἀπάτης λείψανα, νοοῖτ' ἂν εἰκότως ἔν γε τῷ τοὺς ἀλλοτρίους ἐξῃρῆσθαι θεούς· ἐν δέ γε τῷ μεταμείβειν τὰς στολὰς, τὸ οἱονεὶ πολιτείαν μεταμφιάσασθαι καθαράν. Ἐδόκει γὰρ ὧδε γράφειν καὶ τῷ σοφωτάτῳ Παύλῳ. Ἢ οὐκ ἐπαΐεις ἐναργῶς λέγοντος· «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν;» ἀπέκθεσιν δὲ τῆς σαρκὸς, τῶν σαρκικῶν ἡδονῶν τὴν ἀπόθεσιν διακαλῶν. Γράφει δέ που καὶ Σολομών· «Ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λαμπρά.» Φαίην δ' ἂν ὅτι καὶ μάλα ὀρθῶς ἐννενοηκὼς, οὐκ ἂν εἰς τοῦτο προήκοι τερθρείας ὁ σοφὸς ἡμῖν Σολομὼν, ὡς ἱματίων ἡμᾶς ἀναπείθειν μειρακιωδῶς ἐντρυφᾷν λαμπρότησιν, ἀμφίῳ δὲ ὥσπερ παρεικάζει λαμπρῷ τὴν οἱονείπως ἐκνενιμμένην καὶ ῥύπου παντὸς ἐλευθέραν ζωήν. Ἐπεὶ πῶς ἄν τις ἐνδύσαιτο τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Ἆρ' οὐχὶ φαίης ἂν, ὅτι τοῖς τῆς εὐαγγελικῆς πολιτείας αὐχήμασι κατημφιεσμένος, ἀποπεραίνει που πάντως τὸ χρῆμα, ὦ τᾶν;
{ΠΑΛΛ.} Καὶ μάλα.
About this text
Cyril continues the dialogue with Palladius. Book 14 of a seventeen-book dialogue — not the whole work.
English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 14 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.
Witnesses
- Copy-text Migne PG 68 De adoratione Book 14 (Aubert reprint) (Greek · Book 14)
- Checked print PDF of PG 68 De adoratione (Greek · Book 14)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.