Book I rem early
Rem early: Book I; historia and theoria toward Christ.
Greek
ἄριστα μνημονεύσαντα, καὶ νόμων τῶν εἰς εὐσέβειαν καὶ δικαιοσύνην οὐκ ἀθαύμαστον βραβευτήν, τοὺς δὲ παρ' αὐτοῖς ὠνομασμένους σοφοὺς γεγονότας μὲν ὑστάτους καὶ νεωτάτους, κεκλοφότας δὲ τὰ ἐκείνου καὶ τοῖς ἰδίοις λόγοις ἐγκατακλώσαντας, εἰ καὶ μὴ εἰς ἅπαν ὑγιῶς ἰσχύσαντας οὕτω καὶ δόξαν ἁρπάσαι σεμνοπρεπῆ καί τι τῶν ἀληθῶν ἐοικέναι λέγειν. 1.5 Τοίνυν γεγόνασί τινες μὲν μετὰ Μωσέα, συνήκμασαν δὲ καὶ ἕτεροι κατὰ καιροὺς τοῖς μετ' ἐκεῖνον προφήταις ἁγίοις· ὧν οἱ ταῖς δόξαις κατακολουθεῖν ᾑρημένοι ψήφου τῆς κρείττονος παρὰ τοὺς ἄλλους ἠξίωνται, καίτοι τοῦ ψεύδους εἰς ἅπαν οὐκ ἐλευθέραν τῆς περὶ Θεοῦ δόξης ποιούμενοι τὴν ἀπόδοσιν. Ὅτι τοίνυν Μωσῆς ὁ θεσπέσιος πρεσβύτατος μὲν ἦν κατά γέ φημι τὸν τοῦ γενέσθαι καιρόν, οἱ δὲ μετ' ἐκεῖνον ὕστατοι, σαφὲς καταστήσομεν τὰ τῶν ἀκριβῶς χρονογραφησάντων βιβλία διερευνήσαντες. Χρῆναι δέ φημι τοὺς ἐντευξομένους μὴ ἁψικόρως ἔχειν περὶ τὴν ἀνάγνωσιν καὶ τὸν τῶν ὀνομάτων κατάλογον, ἤτοι τὴν τῶν καιρῶν ἀπαρίθμησιν, διψῆν δὲ μᾶλλον ἐντόνως καλὴν καὶ ὀνησιφόρον οὖσαν τὴν ἐφ' ἑκάστῳ πληροφορίαν. 1.6 Τοιγαροῦν Νῶε μὲν γέγονεν, ἀνὴρ τῶν ὅτι μάλιστα θεοφιλεστάτων, δέκατος τῶν ἀπὸ τοῦ πρώτου, τουτέστιν Ἀδάμ· τούτῳ προστέταχεν ὁ τῶν ὅλων Θεός, ὡς μέλλοντος ἔσεσθαι τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ τε καταφθαρήσεσθαι τῶν ἐπὶ τῆς γῆς, συμπήξασθαι μὲν κιβωτόν, ὁμοῦ δὲ φιλτάτοις καὶ γυναιξὶ καὶ κτηνῶν εἴδεσι παντοδαποῖς, πτηνοῖς τε καὶ ἑρπετοῖς, εἰσελάσαι τε καὶ διαπλεῖν ἐν αὐτῇ· οὗ δὲ πρὸς πέρας ἐνηνεγμένου, κατεφθείρετο μὲν ἅπαν τὸ ἀνθρώπινον γένος καὶ τὰ ἕτερα τῶν ζῴων, ὁ δὲ πανοικὶ διεσῴζετο. Τῶν ὑδάτων δὲ ὑφιζηκότων, ἡ μὲν κιβωτὸς προσέσχε τοῖς ὄρεσιν Ἀραράτ, τουτέστι τῆς Ἀρμενίας, ἐνερείσας δὲ πάλιν αὐτὸς τὸν πόδα τῇ γῇ θυσία ἐπετέλει χαριστηρίους. Ἀξιόχρεως μὲν οὖν εἰς πίστιν ἡ θεόπνευστος Γραφή· ἐπειδὴ δέ τινες τῶν δεισιδαιμόνων μύθους τε εἰκαίους καὶ οὐδαμόθεν ἔχοντας ἢ τὸ πιθανὸν ἢ τὸ ἀληθές φασιν εἶναι τὰ παρ' ἡμῖν, ἀναγκαίως μεμνήσομαι καὶ τῶν παρ' αὐτοῖς ἱστοριογράφων, Ἀλεξάνδρου τέ φημι τοῦ Πολυίστορος καὶ Ἀβυδηνοῦ. Πεποίηνται γὰρ αὐτοὶ τὴν περὶ τούτων ἀφήγησιν ἐν ἰδίαις συγγραφαῖς, εἰ καὶ μὴ εἰς ἅπαν ἀκαταψέκτως, ἀλλοκότως δὲ μᾶλλον, ἅτε δὴ καὶ τῶν εἰς εὐσέβειαν δογμάτων ἠμοιρηκότες. 1.7 Καὶ ὁ μὲν Ἀλέξανδρός φησιν οὕτως· Ὠτιάρτου δὲ τελευτήσαντος, τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους δεκαοκτώ· ἐπὶ τούτου τὸν μέγαν φασὶ γενέσθαι κατακλυσμόν· εἶτα σωθῆναι λέγει τὸν Ξίσουθρον, προαπαγγείλαντος αὐτῷ τοῦ Κρόνου τὸ ἐσόμενον, καὶ ὅτι προσήκει ναυπηγήσασθαι λάρνακα καὶ ὁμοῦ πτηνοῖς ἑρπετοῖς τε καὶ κτήνεσι πλεῖν ἐν αὐτῇ. Ὅ γε μὴν Ἀβυδηνὸς σαφεστέραν ποιεῖται τὴν ἀφήγησιν, οὕτω λέγων· Μεθ' ὃν ἄλλοι τε ἦρξαν καὶ Ξίσουθρος· τῷ δὲ Κρόνος μὲν προσημαίνει ἔσεσθαι πλῆθος ὄμβρων ∆αισίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὁτιοῦν γραμμάτων ἐχόμενον ἦν ἐν Ἡλίου πόλει τῇ ἐν Σιπαροῖσιν ἀποκρύψαι. Ξίσουθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας ἰθέως ἐπ' Ἀρμενίης ἀνέπλωσε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ τοῦ Θεοῦ. Τρίτῃ δὲ ἡμέρῃ, ἐπεί τε ὕων ἐκόπασε, μεθίει τῶν ὀρνίθων πείρην ποιούμενος εἴπου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν· αἱ δέ, ἐκδεκομένου σφέας πελάγεος ἀφανέος, ἀπορέουσαι ὅκη καθορμίσονται, παρὰ τὸν Ξίσουθρον ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι· ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν φίκατο γὰρ δὴ πηλοῦ κατάπλεῳ τοὺς ταρσούς θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι. Τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ ἦν καὶ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο. 1.8 Ξίσουθρον μὲν οὖν ὀνομάζουσι τὸν Νῶε τάχα που κατὰ φωνὴν Ἀσσυρίων, κἀν τούτῳ δὲ πάλιν ἡμαρτήκασι τἀληθοῦς τὸν Κρόνον αὐτῷ χρῆσαι λέγοντες ἀντὶ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ θαυμαστὸν οὐδέν· οὐ γὰρ ἐν μεθέξει γεγόνασι τοῦ θείου φωτὸς οὔτε μὴν τοῖς ὄμμασι τῆς διανοίας τὸ σεπτὸν τῆς ἀληθείας κάλλος τεθέανται. Οὐκοῦν τέθυκε μὲν ὁ Νῶε τῆς κιβωτοῦ προελθών, ηὐλίζετο δὲ αὐτόθι φιλτάτοις ὁμοῦ. Καὶ τρεῖς μὲν ἦσαν αὐτῷ φύντες υἱοί, πλεῖστοί γε μὴν ἐξ αὐτῶν ἕτεροι, καὶ ἀρχὴ δευτέρα γεγόνασι τῶν ἐπὶ τῆς γῆς, κατῳκήκασι δὲ πρῶτον μὲν ὁμόσε, καὶ ἐν μόνῃ τῇ πρὸς ἀκτῖνα γῇ, κατεσκηδάσθησαν δὲ μετὰ τοῦτο πανταχῆ, καταδιελόντος αὐτοὺς εἰς πολυγλωσσίαν τοῦ ἐπὶ πάντας Θεοῦ· ἠγανάκτει γὰρ ἐπὶ τῇ τοῦ πύργου κατασκευῇ. Ὅτι δὲ καὶ ταυτησὶ τῆς ἱστορίας διαμέμνηνται οἱ ἀρτίως ἡμῖν ὠνομασμένοι ἐξ ὧν γεγράφασιν οὐδὲν ἧττον εἰσόμεθα. 1.9 Ἀλέξανδρος μὲν γὰρ ὡδί φησι· Σίβυλλα δέ φησιν, ὁμοφώνων ὄντων ἁπάντων τῶν ἀνθρώπων, τινὰς τούτων πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀνα βῶσι, τοῦ δὲ θεοῦ ἀνέμους τῷ πύργῳ ἐμφυσήσαντος, ἀνατρέψαι αὐτὸν καὶ ἰδίαν δοῦναι φωνὴν ἑκάστοις· διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι. Ἀβυδηνὸς δὲ πάλιν· Ἐν τῇδε λέγουσι τοὺς πρώτους ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν κάρτα φρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα, τέως τε ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνείκασθαι. 1.10 Κατεσκεδασμένων δὴ οὖν τῶν ἐξ αἵματος Νῶε, εἶτα καιροῦ διϊππεύσαντος πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται Νίνος ὁ Ἀρβήλου παῖς, οὗ καὶ ἐπώνυμος ἡ Νινευὶ πόλις, ἧς τὰ τείχη Σεμίραμις Νίνῳ συνοικήσασα μεγαλοφυῶς ἐσκευάσατο. Νίνου τοίνυν τὴν Ἀσσυρίων διέποντος βασιλείαν, Εὔρωπος δὲ τὴν Σικυωνίων, γενέσθαι φασὶ τὸν μακάριον Ἀβραάμ, ἄνδρα πανσύνετον καὶ πολυΐστορα, καὶ τῶν ὅτι μάλιστα κατεσπουδασμένων ποιεῖσθαι προθυμούμενον τὸ δεῖν εἰδέναι τὸ ἀληθές, καὶ τίς ὁ τῶν ὅλων ἐστὶ δημιουργὸς καὶ κύριος. Ἀπεσκευάζετο μὲν γὰρ καὶ ἀπωτάτω μεθίει τῶν Ἀσσυρίων τὰς δόξας, τὰς ἐπί γέ φημι τῇ πολυθέῳ πλάνῃ. Τῆς γε μὴν ἀληθείας τὴν γνῶσιν ἀρκέσειν αὐτῷ πρὸς πᾶσαν εὐημερίαν ὑπειληφώς, προσεδέχθη παρὰ Θεοῦ· ἤκουε γάρ· Ἔξελθε ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τίνα μὲν οὖν διεβίω τρόπον, ὅσοι τε γεγόνασιν ἐξ αὐτοῦ, παρήσω λέγειν εἰς τὸ παρόν, μεθιστάντος ἡμῖν ἀναγκαίως τὸν λόγον ἐφ' ἕτερα τοῦ καιροῦ. Παρελάσας δὲ τοὺς μεταξὺ διὰ τὸ πλῆθος τῶν ἱστοριῶν καὶ τῶν ὀνομάτων, ἐπ' αὐτὸν ἥξω δρομαῖος τὸν ἱεροφάντην Μωσέα. 1.11 Ἔτους μὲν γὰρ διαγεγονότος τετρακοσιοστοῦ πέμπτου τε καὶ εἰκοστοῦ μετὰ τὸν θεσπέσιον Ἀβραάμ, τίκτεται μὲν ἐν Αἰγύπτῳ Μωσῆς, παρῳκηκότων αὐτόθι τῶν ἐξ αἵματος Ἀβραάμ. Νέος δὲ ὢν ἔτι καὶ τῆς Αἰγυπτίων σοφίας εἰς πεῖραν ἐλθών, οἷόν τι προγύμνασμα τῶν θειοτέρων ἐποιεῖτο τὰ ἀνθρώπινα. Καταγαγόντες τοίνυν ἐξ Ἀβραὰμ τοὺς χρόνους ἐπὶ Μωσέα, ἀρξώμεθα πάλιν ἐνταῦθα ἑτέρας ἐτῶν ἀρχῆς, τὴν Μωσέως γένεσιν προαναθέντες τῶν ἀριθμῶν. Ἑβδόμῳ ἔτει Μωσέως Προμηθέα καὶ Ἐπιμηθέα, Ἄτλαντά τε τὸν Προμηθέως ἀδελφόν, ἔτι δὲ καὶ Ἄργον τὸν πανόπτην γενέσθαι φασί. Τριακοστοῦ πέμπτου ἔτους Μωσέως, πρῶτος βεβασίλευκεν Ἀθήνησι Κέκροψ ὁ ἐπίκλην διφυής· τοῦτόν φασι πρῶτον ἀνθρώπων ἱερεῦσαι βοῦν, ὀνομάσαι τε ∆ία τὸν παρ' Ἕλλησιν ὕπατον τῶν θεῶν, ὡς αὐτοί φασιν. Ἑξηκοστῷ καὶ ἑβδόμῳ ἔτει Μωσέως τὸν ἐπὶ ∆ευκαλίωνος κατακλυσμὸν ἐν Θεσσαλίᾳ γενέσθαι φασί, καὶ μὴν καὶ ἐν Αἰθιοπίᾳ τόν, ὡς αὐτοί φασιν, Ἡλίου παῖδα καταφλεχθῆναι Φαέθοντα. Ἑβδομηκοστῷ τετάρτῳ ἔτει Μωσέως, Ἕλλην οὕτω καλούμενος ὁ ∆ευκαλίωνος καὶ Πύρρας παῖς ἀρχὴ γέγονε τοῖς Ἕλλησι τῆς τοιᾶσδε προσηγορίας, καίτοι πάλαι Γραικοῖς λεγομένοις. 1.12 Ἑκατοστῷ καὶ εἰκοστῷ ἔτει Μωσέως, ∆άρδανος κτίζει πόλιν ∆αρδανίαν, βασιλεύοντος Ἀσσυρίων Ἀμύντα, Ἀργείωνδὲ Σθενέλου, Αἰγυπτίων Ῥαμεσῆ· ἐκαλεῖτο δὲ Αἴγυπτος καὶ αὐτὸς καὶ ὁ ∆αναοῦ ἀδελφός. Ἑκατοστῷ ἑξηκοστῷ ἔτει μετὰ Μωσέα Κάδμος Θηβῶν ἐβασίλευσεν, οὗ θυγάτηρ Σεμέλη, ἐξ ἧς ὁ ∆ιόνυσος, ὡς αὐτοί φασιν, ἐκ ∆ιός· ἦν δὲ τὸ τηνικάδε καὶ Λίνος ὁ Θηβαῖος καὶ Ἀμφίων οἱ μουσουργοί. ∆ιεδέξατο δὲ τὸ τηνικάδε τὴν παρ' Ἑβραίοις ἱερωσύνην Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρών, τελευτήσαντος δηλονότι τοῦ Ἀαρών. Ἑκατοστῷἐνενηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα φασὶ γενέσθαι τὴν παρ' Ἕλλησιν ᾀδομένην τῆς Κόρης ἁρπαγὴν ὑπὸ Αἰδωνέως βασιλεύοντος Μολοττῶν· οὗτος κύνα παμμεγέθη θρέψαι λέγεται τὸν Κέρβερον, ὃν ἐπαφῆκε Πειρίθῳ καὶ Θησεῖ ἀφικομένοις ἐφ' ἁρπαγὴν τῆς αὑτοῦ γυναικός· εἶτά φασιν ὅτι διαφθαρέν
About this text
Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.
English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.
Witnesses
- Copy-text PG 76 — Contra Julianum (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.