Encomium rem close
Rem CLOSEOUT: Encomium CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ἀμίαντον σκεῦος σωφροσύνης ἐμπεπλησμένον. Σοὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς ἐπὶ τοῦ σταυροῦ ἀναλαμβανόμενος τὴν Θεοτόκον καὶ ̓Αειπαρθένον, ὡς παρθένῳ παρέδωκεν. Χαίροις δὲ καὶ αὐτὴ, Μαρία Θεοτόκε, Παρθενομήτωρ, Φωτοφόρε, σκεῦος ἀμίαντον. Χαίροις, Παρθένε Μαρία, μήτηρ καὶ δούλη, Παρθένε μὲν, διὰ τὸν ἐκ σοῦ τῆς Παρθένου τεχθέντα· μήτηρ δὲ διὰ τὸν ἐν ἀγκάλαις σαῖς βασταχθέντα, καὶ γάλακτι σῷ τραφέντα· δούλη διὰ τὸν μορφὴν δούλου λαβόντα. Εἰσῆλθε γὰρ ὁ βασιλεὺς ἐν τῇ πόλει σου, μᾶλλον δὲ ἐν τῇ κοιλίᾳ σου, καὶ πάλιν ἐξῆλθεν ὡς αὐτὸς ἠθέλησεν, καὶ ἡ πύλη σου ἐκέκλειστο. Συνέλαβες γὰρ ἀσπόρως, θεοπρεπῶς δὲ ἐγέννησας. Χαίροις, Μαρία, ὁ κατάλυτος ναὸς, μᾶλλον δὲ αγιος, καθὼς βοᾷ ὁ προφήτης ∆αβὶδ λέγων·
About this text
Cyril of Alexandria, Encomium in sanctam Mariam Deiparam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Encomium in sanctam Mariam Deiparam — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.