Encomium rem mid
Rem mid: Encomium; lemma continues; spiritual reading with the letter.
Greek
ἰχνοπατουμένη ἁγιάζῃ. Εὐλογοῦνται γὰρ ἀληθῶς καὶ αἱ πύλαι, καὶ αἱ ῥύμαι, καὶ οἱ λιμένες, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ. Οπου γὰρ πολλοὶ ποιμένες ἐλαύνουσιν, πολὺς γίνεται δι' αὐτῶν ὁ τῆς ἁγιωσύνης σύλλογος· καὶ μάλιστα ουτοι οἱ φιλόθεοι καὶ φιλόπιστοι, καὶ ἰσάγγελοι, ἐξελαύνουσι πᾶσαν σατανικὴν ἐνέργειαν, καὶ ̔Ελληνικὴν εἰδωλομανίαν, Πορφυριανῶν τε καὶ Σαβελλιτῶν, Φρυγῶν τε καὶ ̓Απολιναριτῶν, Φωτινῶν, καὶ ....... καὶ πᾶσα ἁπλῶς αιρεσις μιαρὰ καταισχύνεται, δοξάζεται δὲ τὸ τῆς ὀρθοδόξου πίστεως καύχημα. Χαίροις δὲ καὶ αὐτὸς, τρισμακάριε ̓Ιωάννη, ἀπόστολε καὶ εὐαγγελιστὰ, τῆς παρθενίας τὸ καύχημα, τῆς ἁγνείας διδάσκαλε, τῆς τῶν δαιμόνων πλάνης ἐξολοθρευτὰ, τοῦ ναοῦ τῆς ̓Αρτέμιδος καθαιρέτα, τῆς ̓Εφεσίων λιμὴν καὶ πρόμαχος, τῶν πτωχῶν τροφεὺς, τῶν θλιβομένων καταφυγὴ, τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις. Χαίροις,
About this text
Cyril of Alexandria, Encomium in sanctam Mariam Deiparam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Encomium in sanctam Mariam Deiparam — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.