Festal Letters Logos 4 opening
Logos 4.
Paschal Logos 4: festal exhortation and theoria toward the passion and resurrection.
Greek
ΛΟΓΟΣ ∆ʹ. αʹ. Πάλιν ἡμῖν ὁ τῆς ἁγίας ἑορτῆς ἀναλάμπει καιρὸς, τοῦ τῆς καρτερίας ἀγῶνος βραχύ τι προανατέλλοντος, καὶ καθάπερ ἐτήσιον ὄφλημα καταθέσθαι κε λεύοντος, τῷ πάντων κρατοῦντι Θεῷ, τήν τε βίου σεμνότητα, καὶ τῆς ἄλλης ἁπάσης ἐπίδειξιν ἀρετῆς. Λόγος δὲ οὐδεὶς τοῖς εὖ φρονοῦσιν εἰς ἀπείθειαν ἀπρεπὴς, τὸ ἐκ τοῦ πράγματος περιαθροῦσι χρή σιμον. Ἀγαθῶν μὲν γὰρ πόνων, καρπὸς εὐκλεής· ὄκνου δὲ καὶ ἀργίας, οὐδὲν ἂν γένοιτο χαλεπώτερον, καὶ τὸ μηδοτιοῦν ὑπὲρ τοῦ λυσιτελήσειν μέλλοντος ἀξιῶσαι παθεῖν, πικρὰν ἔχει τὴν ζημίαν, καὶ οὐ περὶ τῶν τυχόντων ὡσανεί τις εἴποι τοὺς λόγους, ἀλλ' εἰς αὐτὸν ἤδη βλέποντα τῆς ψυχῆς τὸν ὄλεθρον. Κει μένου δὲ οὕτω, καὶ ὄντος φύσει τοῦ πράγματος, πρέπειν ἐμαυτῷ μάλιστα πάντων καὶ νῦν ἡγού μενος ὑπὲρ τῶν συμφερόντων πρὸς ὑμᾶς ποιή σασθαι λόγους, μονονουχὶ δὲ τὸ προφητικὸν ἐκεῖνο βοᾷν· "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·" ἥκω πάλιν εἰς μέσον, ἔσεσθαι μὲν οὐ φορτικὸς ὑπολαμβάνων παρά γε τοῖς σώφροσιν, εἰ τὰ ἐν οἷς εἰσιν, ὅτι προσ ήκοι τιμᾶσθαι μειζόνως, κατὰ τὸν παρόντα μάλιστα καιρὸν συμβουλεύων φαινοίμην. Εἰ δέ τῳ δοκῶ μὴ τὰ κράτιστα λέγειν, καίτοι πολλὴν εἰς τοῦτο ποιούμενος τὴν σπουδὴν, ὁράτω μὴ πονηρὰν καθ' ἡμῶν τὴν ψῆφον ἐκφέρων, ἐν τοῖς τιμῶσι τὸ φαῦλον ἑαυτὸν κατατάττῃ, καὶ λάθῃ τοῦ καταλόγου τῶν σοφῶν ἕξω τιθείς. Τὸ γὰρ ἐφήδεσθαι μὲν οἷς ἄν τις εὐλόγως ἐπιτιμήσειεν, ἡγεῖσθαι δὲ παρὰ φαῦλον τὴν ἐν τοῖς ἀμείνοσι δόξαν, ἢ καὶ ἄλλως τοῖς ὑπὲρ αὐτῶν λόγοις ἀλγύνεσθαι, πῶς οὐ τῆς ἐσχάτης γνώρισμα κακίας ἐστίν; Ἐγὼ δὲ προσδεῖν μὲν ἡγοῦμαι τοὺς τὰ βελ τίω ζηλοῦν ᾑρημένους τοῖς ἀπὸ τῶν ἄριστα λεγόν των παραψυχῆς τε καὶ παραμυθίας, ὡς ἂν τὴν περὶ αὐτὰ συντονωτέραν ποιοῖντο προθυμίαν· τοῖς δὲ οὕτω γνώμης κεκρατηκόσιν ἀγαθῆς, τὸ ἐπανορθοῦν πεφυκὸς ἐκπορίζειν χρῆναι φάρμακον, καὶ ὅπως ἐν τοῖς ἐφεξῆς ἀμείνους φανοῦνται ζητεῖν. Ἔσται τοι γαροῦν τῆς ὑφηγήσεως ἡμῖν ὁ λόγος κατ' ἄμφω λυσιτελέστατος, ἑκατέρῳ μέρει διδοὺς τὸ αὐτῷ χρεω στούμενον. βʹ. Ἕλκει μὲν οὖν ἡμᾶς ἐπὶ τουτὶ τὸ κήρυγμα, καὶ τὴν λαμπρὰν ὅτι χρὴ προμηνύειν πανήγυριν, προφητῶν ἀναπείθει χορὸς, γεγηθότων μὲν ἐπὶ τοῦ Σωτῆρος κατορθώμασι, ῥίπτειν δὲ ὡς ποῤῥωτάτω τὴν ἐπὶ τούτοις σιωπὴν παρακελευομένων. Καὶ δὴ καὶ κεκράγασιν, ὁ μὲν, "Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ," λέγων· "ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου·" ἕτερος δέ τις, ἐκείνῳ διδάσκων καὶ φρονῶν συγγενῆ· "Ἐπ' ὄρος, φησὶν, ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε." Παντὸς τοιγαροῦν ἀνῃρημένου πράγματος τοῦ παραποδίζειν ἡμῶν τὴν ἐπὶ τούτοις προθυμίαν ἰσχύοντος, ἐπὶ τὴν τῷ δόγματι πρέπουσαν παῤῥησίαν ἀναβήσομαι, καὶ καθάπερ ἐξ ὄρους πόῤῥωθεν ὡς ἡμᾶς τρέχοντα βλέπων τὸν τῆς ἐγκρατείας καιρὸν, μονονουχί τε τὴν χεῖρα τοῖς τῆς εὐσεβείας ἀθληταῖς καθασείσας, ἐρῶ· Ἀποδύσασθε, νέοι, ἀποθέσθε τὸν παλαιὸν ἄνθρωπον. Ἥκει πάλιν ἡμῖν ὁ τῆς νηστείας καιρὸς, ἀρετῆς ἁπάσης ἐπίδειξιν ἀπαιτῶν. Κρίνεται δὲ οὐ ταῖς τῶν σωμάτων ῥώμαις τὸ στάδιον· οὐδὲ τοῖς ἐν παλαίστραις σκιρτήμασιν· ἀλλὰ μὴν οὐδὲ ὁ τὸ πλέον ἔχειν ἐν τούτοις πεπιστευμένος, οὗτος καὶ τοῦ δύνασθαι νικᾷν τὴν ψῆφον ἀποίσεται. "Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σαρκάς· ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας σκότους τού του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπου ρανίοις." ∆εῖν δὲ οἶμαι τοὺς, ὅσοι ταῖς τούτων ἐπιβου λαῖς ἀντεξάγειν κεκρίκασι, τούτους εἶναι πρὸς μά χην, ὡς δύνασθαι τὴν ἀμείνω ψῆφον ἐπ' ἀνδρείᾳ κομίζεσθαι· ἢ πάντως ἔσται περιφανὴς τοῖς μὴ τοιούτοις ὁ κίνδυνος, καὶ μέχρι μόνης ἀλαζονείας τὸ καύχημα. Τὸ γὰρ τετάχθαι μὲν ἐν τοῖς ἥττοσι, φρονεῖν δὲ μεῖζον, ἢ ὅπερ ἐσμὲν, πρὸς τῷ γελᾶσθαι δικαίως, καὶ κινδύνων οὐκ ἀμοιρεῖ. Εἰ δὲ φεύγειν ἄξιον τὰ τοιαῦτα (ἄξιον δὲ δή που πάντες ἐροῦσιν, οἷς οὐδὲν εἰς εὐλάβειαν ἐνδεῖ), καὶ τὸ ἐπὶ ταῖς φαυλότησιν αἶσχος ἀποκρούεσθαι παντὶ σθένει χρωμένοις οὐκ ἀκερδὲς, πῶς οὐκ ἀνάγκη τὰ βελτίω ζητεῖν, καὶ ὅπως τῶν ἀντι κειμένων περιεσόμεθα, πολλῇ συγκαταπράττειν σπου δῇ; Καὶ εἰ πνευμάτων πονηρῶν εἰσελαύνει καθ' ἡμῶν ὁ πόλεμος, ἀνάγκη τῷ πνεύματι ζέοντας εἶναί τε καὶ φαίνεσθαι τοῖς ἀνταίρειν ἐκείνοις τὰ ὅπλα θαρσή σαντας· καὶ εἰ σωμάτων οὐδὲν εἰς τοῦτο ἡμᾶς τέχνη καὶ δύναμις ὠφελεῖ, ἀκόλουθον κατὰ τὴν τοῦ Παύ λου φωνήν· "Ἐνδύσασθε τὴν στρατιωτικὴν παν οπλίαν τοῦ Θεοῦ, καὶ τὴν παντευχέα τῆς εἰς α
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.