Logos 4 rem early
Rem early: Logos 4; festal historia and call to virtue.
Greek
ὐτὸν εὐσεβείας καλῶς ἐναρμόσασθε." Οὕτω γὰρ ἂν ἀποσβεσθείη μὲν τοῦ πονηροῦ τὰ πεπυρωμένα βέλη· τὸ δὲ παντὸς ἔξω γενέσθαι τραύματος, περι έσται τοῖς ἀνδριζομένοις. Ἀλλ' ἵνα πάλιν ἐπὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγῶνας μετοίσω τὸν λόγον, ἐκεῖνό φημι. Χρῆναι γὰρ δεῖ πανταχόθεν τὸ ὠφελοῦν ἐρανίζεσθαι τοὺς, οἷς τοῦτο πράττειν ἐσπούδασται 77.456 καὶ ὑμᾶς αὐτοὺς συγκατανεύειν ἑτοίμως ὑπολαμ βάνω. Ἀκούω τοίνυν ὅτι τῶν ἐπὶ ταῖς γυμνοπαι δείαις ἀγώνων οἱ προεδρεύοντες, οἷς καὶ τὸ χρήματα προσαναλίσκειν ὑπὲρ τῆς ἐν τούτοις δόξης οὐ χα λεπὸν ἴσως καταφαίνεται, ἐπειδὰν μέλλωσι ποιεῖ σθαι τοῦ πράγματος τὴν ἀρχὴν, σάλπιγγι μὲν τὸν ἀγῶνα περιαγγέλλουσιν· εἰσκαλοῦντες δὲ ὑπ' αὐτὸν πᾶν ὅσον πέφυκεν ὁρᾶσθαι χρήσιμον, καὶ τοὺς ἐν τούτοις εὐδοκιμεῖν εἰωθότας, ἀποπέμπουσι δὲ τῶν πο λέμων, ἧς μαλακωτέραν ἡ τέχνη τὴν ἐπίδειξιν ἔχει. Μὴ γάρ τι χρῆναι, σφόδρα ποιοῦντες καλῶς, ἐδοκί μασαν τοὺς ἐπ' ἀνδρείᾳ κεκλημένους, ἢ ἑτέρου τινὸς ἐπιτηδεύματος σεμνοτέραν ἔχειν δυναμένους τὴν ἐμπειρίαν, τοῖς αἰσχίοσιν ἀναμίγνυσθαι, μηδὲ ταῖς ἐκείνων καταμιαίνεσθαι βδελυρίαις, οἷς ἡ κρείττων ὑπόληψις ἀκολουθοῦσα φαίνεται. Εἰ δὲ ἐπὶ μικροῖς καὶ εὐτελέσι μισθώμασιν οὕτω γενναῖος ἐκείνοις ὁ σκοπὸς, καὶ πᾶσαν ἐν αὐτοῖς κειμένην ὁρᾷν ἔξεστι προθυμίαν, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ῥώμης ἀπολιμπάνεσθαι, πῶς οὐ φροντίζειν ἄξιον, ὅπως ἀμεί νους ἐκείνων γενώμεθα, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ τῶν στεφάνων ἡ διαφορά; Τὸ μὲν γὰρ ἐπὶ μικροῖς τισι τοῖς προκειμένοις ἁλῶναι φυγάδα, καὶ κατοκνῆ πονεῖν, οἴσει τινὰ τυχὸν τοῖς τοῦτο πεπονθόσι παραί τησιν. Οὐ γὰρ ἦν ἄξιον, ἐροῦσι, κινδύνους οὕτω μακροὺς μικρῶν ἀλλάξασθαι γερῶν. Εἰ δὲ τοιούτοις ἡμᾶς χρῆσθαι λόγοις οὐκ ἔνεστι, πολὺ τοῦ στεφάνου τοὺς πόνους ὑπερανίσχοντος, τί ἂν εἴη ἕτερον τὸ προθύμως ἀγωνίζεσθαι κωλύον; Οὐδέν. Ὄκνου δὴ λοιπὸν καὶ ῥᾳθυμίας τὸ ἔγκλημα, καὶ τῆς ἐπὶ τὰ χείρω ῥοπῆς τὴν ἐπὶ τοῖς ἐπαινουμένοις ἀναιρούσης σπουδήν. Οἶμαι δὲ ἔγωγε τῶν εἰρημένων ἕκαστον πρὸς τοὺς ἐπὶ τοῖς ἀγῶσι κεκλῆσθαι πόνους, οὐ χρημάτων ἡττωμένους ἐπιθυμίας τοσοῦτον, ὅσον εὐ κλείας καὶ τιμῶν. Ἔχει γάρ τινα παρ' ἐκείνοις καὶ τὰ τοιαῦτα χάριν· καὶ τὸ μὴ τυχεῖν ὧν ἂν ἕκαστος βούλοιτο, δόξης ζημία λελόγισται· δόξης δὲ πάλιν φημὶ τῆς παρ' αὐτοῖς τετιμημένης. Οὕτω δὲ ἔχοντας γνώμης οἶμαι φαίνεσθαι, καὶ εἰς τοῦτο φρονήματος ἀφῖχθαι νεανικοῦ, ὥστε εἴ τις ἔκαστον αὐτῶν ἔροιτο προσιών· Πολλῶν ὄντων ἑτέρων ἐπιτηδευμάτων κατὰ τὸν βίον, τί δήποτε, ὦ τὰν, ἐπὶ τουτὶ τὸ σχῆμα καὶ γνώμην ἀπήντηκας; ὅτου δὲ χάριν τὰ ἄλλα ἀφεὶς, τὰ ἐν ταῖς παλαίστραις τετίμηκας παίγνια; Τί ποτε ἄρα τοὐντεῦθεν οἴει κερδαίνειν; πότερον τιμὰς ἢ χρήματα; Τὸ δὲ ἐπὶ τοῖς ἀγῶσιν οὕτω πονεῖν, τίνος ἄν σοι μᾶλλον ἕλοιο γενέσθαι πρόξενον; εὐθὺς ἂν ἕκαστον ἀποκρίνεσθαι πιστεύω· Οἰχέσθω χρήματα· πριαίμην ἂν μᾶλλον ἡδέως τῆς τούτων εὐπορίας τὴν νίκην, καὶ αὐτὴν, εἰ πρὸς τοῦτο καλοίη καιρὸς, τὴν ψυχὴν τοῦ μὴ γελᾶσθαι προήσομαι. Οὕτω τοίνυν ἐκείνων διακειμένων, πῶς οὐ σφόδρα γε ἄτοπον ἡμᾶς τοὺς, οἷς τὰ μείζω πρόκειται γέρα, μηδὲ ταῖς ἐκεί νων προθυμίαις ἁμιλλωμένους ὁρᾶσθαι, ἀλλὰ ὄκνῳ δεδέσθαι, καὶ τῇ τῶν ἀγαθῶν πενίᾳ κατατρίβεσθαι, μηδ' ὅπως τὴν ἀμείνω ψῆφον κερδανοῦμεν ἐπείγε 77.457 σθαι, τοσαύτην ἔχοντας ἀφθονίαν βοηθημάτων παρὰ Θεοῦ, δι' ὧν ἡμῖν περιέσται τὸ νικᾷν; Οἱ μὲν γὰρ ἐν ταῖς σφῶν αὐτῶν ἐμπειρίαις, καὶ ταῖς τῶν σωμάτων ῥώμαις, ἔχουσι τὸ δύνασθαι τῶν ἐναντίων κρατεῖν, ὥστε εἴ τις αὐτῶν ὑπάρχοι τῶν εἰρημένων ἀμέτ οχος, ἔξω κείσεται πάντως τῆς ἀπὸ νικᾷν εὐθυμίας. Ἡμῖν δὲ οὐχ οὕτω τὰ τοῦ ἀγῶνος κρίνεται, ἀλλ' εἰς πᾶν τοὐναντίον τὸ πρᾶγμα καθίσταται. Κἂν ἰσχύος ἀμοιρῇς, αἴτει τὸν ἀθλοθέτην, καὶ λήψῃ προχείρως. Κἂν ἡ τέχνη σοι λίπῃ τι τῶν παλαισμάτων, ἐγγὺς ὁ παιδοτρίβης, εἰδὼς ἅπασαν τοῦ σταδίου τὴν μέθοδον. Χορηγήσει μὲν γὰρ τὸ δύνασθαι Θεός. Τὸ δὲ ὅπως προσήκει πάλιν τοῖς ἀντιπάλοις ἀνταγωνίζεσθαι, μαθήσῃ τὰς θείας ἐξετάζων Γραφάς. Ἐκεῖ τὸν Παῦ λον εὑρήσεις λέγοντα· "Πάντα ἰσχύω ἐν τῷ ἐνδυ ναμοῦντί με Χριστῷ." Ἐκεῖ θαυμάσεις τὸν Ψαλμ ωδὸν μελῳδοῦντα καὶ βοῶντα πρὸς τὸν Θεόν· "Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνό ματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν." Χρῆναι δὲ ἡγοῦμαι πρὸς τοῖς εἰρημένοις καὶ ἑτέ ρους σοι τρόπους εἰπεῖν, ἀκονῆσαι δυναμένους εἰς εὐτολμίαν. Ἐν μὲν γὰρ τοῖς κατὰ τὸν παρόντα βίον ἀγῶσιν ὅτῳπερ ἂν γένοιτο τὸ πάντων κρατεῖν, ἢ ταῖς περὶ τὴν τέχνην ἐμπειρίαις πλεονεκτοῦντι τοὺς ἄλλους, ἢ καὶ τῇ τοῦ σώματος εὐρωστίᾳ τὴν ἐπὶ τούτῳ φιλοτιμίαν χορηγουμένῳ, τούτῳ πάντως ἔσται πολεμιώτατος τῶν στεφάνων ὁ χορηγός. Ὅσῳ γὰρ ἂν εἰς ὕψος αἴρηται τῶν νικώντων ὁ ἔπαινος, τοσούτῳ πλέον αὐξήσει τοῖς ἀγωνοθετοῦσιν ἡ ἐπὶ χρήμασι ζημία· καὶ ὅσῳ μειζόνως εὐδοκιμοῦσιν ἐκεῖ νοι, τούτῳ πλέον αὐτοῖς εἰς αὔξειν ἐπιδώσει τὰ τῆς φιλοτιμίας, ἀκολουθούσης δηλονότι τῆς τῶν μι σθῶν ἀναλογίας τῷ μεγέθει τῶν κατορθωμάτων. Ἀλλ' οὐ τοιούτοις διοικεῖται θεσμοῖς τῆς εὐσεβείας τὸ στάδιον. Πλούσιος ὁ χορηγός· χαίρων ἐπὶ τοῖς ἀν δριζομένοις τοσοῦτον, ὅσον, εἴ τι παθεῖν ἐχώρει καὶ ἀνθρώπινον, ἐπὶ τοῖς ἡττωμένοις λυπούμενος. Λέγει γάρ που διά τινος τῶν προφητῶν· "Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις." ∆ιά τοι τοῦτο καὶ τοὺς πεσόντας ἀνίστησι· καί τοι τῶν παρ' ἐκείνοις νόμων τοὺς ἅπαξ ἐπὶ τούτῳ κατεγνω σμένους, ἔξω τῶν ἐν εὐκλείᾳ τιθέντων, καὶ τῆς τοῦ νικᾷν ἀποικιζόντων τιμῆς· καὶ γοῦν αἰτιᾶται Θεὸς τοὺς, ὅσοι πεσόντες, μακρὰς ἐν τούτῳ ποιοῦνται τὰς διατριβάς· καὶ διὰ τοῦ προφήτου φησί· "Μὴ ὁ πί πτων οὐκ ἀνίσταται;" γʹ. Προσήκει μὲν γὰρ, ὡς ἔνι μάλιστα τοῦτο παρ αιτεῖσθαι παθεῖν· καὶ οὐδείς ἐστι τῶν ὄντων, ὃς οὐ 77.460 φαῦλον ἐρεῖ τὴν ἐπὶ τοῖς ἀγαθοῖς ῥᾳστώνην. Πολὺ δὲ λίαν τῆς φύσεως, τῆς ἀνθρώπου φημὶ, βλεπούσης εἰς ἁμαρτίαν, ἄν πού τι τῶν ἀηδῶν ὑπομεῖναι συμ βαίη, δεύτερον ὥσπερ ἔσεσθαι τρόπον εὐδοκιμήσεως ὑπολαμβάνω, τὸ σπουδαίως ἐν τοῖς ἀμείνοσι γενέ σθαι ποθεῖν, καὶ παλινδρομῆσαι γοργῶς ἐπ' ἐκεῖνο τὸ φρόνημα, ὅπερ ἔχοντας ἔδει φαίνεσθαι τὴν ἀρχὴν καὶ μέχρι παντὸς διασώσασθαι. Καὶ μή τις ἐκ τῶν εἰρημένων οἰέσθω χαλεπήν τινα σφόδρα, καὶ δυσκατ όρθωτον εἶναι τὴν νίκην· ἀλειφέτω δὲ μᾶλλον τὸν τοιοῦτον ὁ Παῦλος βοῶν· "Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιή σει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν." Ὅτι γὰρ δώσει τοῦτο κατὰ τὴν τοῦ Παύλου φωνὴν, αὐτόν σοι παροίσω τὸν Χριστὸν λέ γοντα· "Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχ θροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει." Πάντα γὰρ ὄντως ἡμῖν δύνασθαι κατορθοῦν, ὅσα βλέπει πρὸς ἀρετὴν, προθύμως ὀρέγει Χριστὸς διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος καὶ τοῦ σωτηρίου σταυροῦ· ἐφ' ᾧ γελῶσιν Ἑλλήνων παῖδες, οἱ μέχρι μὲν γλώτ της σοφοὶ, καὶ ἐπὶ ψιλοῖς ὡραϊζόμενοι ῥήμασι, περὶ δὲ τὴν τῆς ἀληθείας εὕρεσιν οὕτως ὄντες βραδεῖς, ὡς μηδὲν ἕτερον εἶναι δοκεῖν, ἢ αὐτὸ δὴ τοῦτο, καν θήλιοι, οἳ τοῖς ἥδιστα μελῳδεῖν εἰωθόσι τὰ ὦτα κα τασείοντες, κατ' οὐδένα τρόπον τῆς τοῦ λυροκτύπου τέχνης αἰσθάνονται. ∆έον οὖν αὐτοὺς ἐπὶ ταῖς οἰκείαις ἀβουλίαις αἰσχύνεσθαι, καὶ τοῖς τἀληθῆ διδάσκειν δυναμένοις προσεδρεύοντας ὠφελεῖσθαι, γελῶσιν οὓς ἔδει ζηλοῦν· καὶ ψέγουσιν οὓς, εἴπερ ἦσαν σο φοὶ, μιμεῖσθαι πάντως ἐχρῆν. Τοσούτους δὲ τῷ βίῳ, παρὰ τὸν ὄντα φύσει, θεοὺς ἐπεισφέροντες, οὕσπερ ἂν ἑκάστῳ δοκῇ, καὶ τὰ ἐξ ἡμῶν παραιτούμενοι ῥήματα, εὐλόγως ἀκούσειεν ὃ δὴ καί φασιν ἕνα τῶν παρ' αὐτοῖς ποιητῶν εἰπεῖν· Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, Εἷς βασιλεὺς .... ὁ ἐν πᾶσι καὶ διὰ πάντων, καὶ ἐπὶ πάν
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.