Logos 4 rem mid
Rem mid: Logos 4; lemma continues; spiritual reading with the letter.
Greek
τας Θεός. Καὶ τὰ μὲν ἐκείνων ἐγκλήματα παρήσω νυνί· ἃ δέ γε εἰ πεῖν οἰκειότερον, καὶ τῷ παρόντι καιρῷ δοκεῖ πως ἔχειν ἐγγὺς, ταῦθ', ὡς ἔοικεν, εἰς μέσον ἄγειν ἀκό λουθον. δʹ. Σκανδαλίζονται τοίνυν ἐπὶ τῷ σταυρῷ τοῦ Σω τῆρος ἡμῶν Χριστοῦ οἱ πάντες ἀσεβείας εἰς ἄκρον ἐλάσαντες Ἰουδαῖοι, καὶ τοσοῦτον, οἶμαι, τὰς Ἑλλήνων μανίας ὑπερβαλλόμενοι, ὥστε εἴ τις ἐπ' ἀμ φοῖν γένοιτο κριτὴς, εὐθὺς ἂν, οἶμαι, τούτων καταδι κάσειεν, ἐν ἐλάττοσι κακοῖς τὰ ἐκείνων εἰπών. Οὔπω γὰρ, ἴσως ἐρεῖ, τὰς θείας ἀνεγνωκότες Γραφὰς, θαυ μαστὸν οὐδὲν εἰ τῶν τῆς ἀληθείας δογμάτων δι ημαρτήκασιν. Οἱ δέ γε διὰ νόμου καὶ προφητῶν τὰ 77.461 πρὸς εὐσέβειαν παιδαγωγούμενοι, τοσοῦτον Ἑλλή νων εἰς ἀβουλίαν διήνεγκαν, ὅσον τῆς μὲν ἀγνοίας ἐκείνοις εὔλογος ἡ παραίτησις· τοῖς δὲ τρόπος οὐ δεὶς εἰς ἀπολογίαν περίεστιν, ἀναγκαίας εἰσφέρων τῆς ἀμαθίας τὴν νόσον. Ὄψει δὲ, εἰ βούλει, καὶ αὐ τὸν τοῖς ἐμοῖς λόγοις συναγορεύοντα τὸν Χριστόν. Λέγει γάρ που περὶ αὐτῶν· "Εἰ μὴ ἦλθον καὶ ἐλά λησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφα σιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν." Εἰς τοῦτο δὲ ἤδη καταστάσεως τὰ ἐκείνων ἐλαύνει πράγ ματα, ὡς δοκεῖν ὄντως λοιδορίας οὐκ εἶναι τρόπον, εἴ τις αὐτοὺς ἐν Ἑλλήνων τάξει, καὶ ἐν τοῖς οὐδ' ὅλως εἰδόσι Θεὸν καταριθμῆσαι χρῆναι διϊσχυρί ζοιτο. Κωλύειν δ' ἴσως οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον ἤδη φαίνεται, καὶ ἐξ αὐτῶν ἡμᾶς τῶν πραγμάτων ποιεῖσθαι τὴν ἀπόδειξιν· οὕτω γὰρ ἂν ἐπὶ ταῖς λοι δορίαις ἔγκλημα ῥᾳδίως ἀποδυσαίμεθα· καὶ τοῖς ἀκροωμένοις, ὅτι λέγειν ἡμῖν τἀληθῆ διὰ πολλῆς τέ θειται σπουδῆς, φανερὸν καταστήσομεν. Ἐπ' αὐτὴν δὲ εἶμι τοῦ γένους τὴν ἀρχὴν, γένους δὲ τοῦ Ἑβραίων φημί. Ἐντεῦθεν γὰρ ἔσται καταφανὲς τὸ δηλούμε νον. Χαλδαῖος τοιγαροῦν κατὰ γένος ὑπάρχων ὁ μακάριος Ἀβραὰμ, καὶ ὑπὸ πατρὶ τεθραμμένος οὐκ εἰδότι τὸν κατ' ἀλήθειαν ὄντα Θεὸν, μέχρι μέν τινος χρόνου τοῖς τοῦ φύσαντος νόμοις διοικούμενος, ἐν τοῖς ἀγνοοῦσιν ἐτέλει, καὶ συνηρίθμητό ποτε τοῖς τῶν εἰδώλων προσκυνηταῖς. Φιλεῖ γὰρ ἡ νεότης ταῖς ἑτέρων χειραγωγεῖσθαι βουλαῖς, καὶ τὸ μὴ σφόδρα δέχεσθαι τοῦ λυσιτελοῦντος τὴν αἴσθησιν, τοῦ χρό νου θείην ἂν ἢ κατ' ἐκείνης γραφήν. Ἐπειδὴ δὲ Θεὸς τὸ τῶν Ἑβραίων γένος φυτεύειν ἐβούλετο, καλεῖ μὲν αὐτὸν εἰς ἐπίγνωσιν τὴν ἑαυτοῦ, ἕλκει δὲ ὥσπερ ἐξ ἀκανθῶν ῥίζαν εὐγενῆ καὶ μετατίθη σιν εἰς εὐλάβειαν, καὶ γέγονεν ὅπερ νῦν ἐστιν, τῇ προσθήκῃ τῆς εἰς Θεὸν ἐπιγνώσεως καθάπερ εἰς ἕτερόν τινα μεταβεβλημένος, καὶ, διὰ μόνον τὸ λα τρεύειν ἐθελῆσαι Θεῷ, τῶν ὅσοι δήποτε πρὸ αὐτοῦ γεγόνασι διενεγκών. Οὐκοῦν εἰ τῆς εὐσεβείας ὁ τρό πος, καὶ τῆς εἰς Θεὸν λατρείας ἡ δύναμις μεταποιη θέντα δεικνύει τὸν ἄνθρωπον, ἡ τῶν εἰρημένων ἀπο βολὴ πάλιν εἰς τὸ ἀρχαῖον καλέσει τὸν ᾧ συνέβη τοῦτο παθεῖν. Καλὸν γὰρ ἀποσυλῆσαι τὸν λόγον τῆς τοῦ δικαίου κεφαλῆς, καὶ εἰς τὸν ἀπὸ τῆς ῥίζης καρπὸν ἐνεγκεῖν· οὕτω γὰρ φανεῖται καὶ ἀληθὲς ὅτι, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἁπάσης εὐσεβείας ἀπηυτομολήκασιν. Ἄκουε τί φησι διά τινος τῶν προφητῶν ὁ Σωτήρ· "Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ." Πρῶτον μὲν γὰρ ἐκεῖνο καὶ κυριώτατον ἔγκλημα ταῖς τῶν Ἑβραίων ἐπιγράφεται κεφαλαῖς. Εἰ δέ τις αὐ τῶν καὶ ἕτερα πρὸς τούτῳ βούλοιτο καταριθμῆσθαι ἐγκλήματα, τοσοῦτον εὑρήσει τὸν ὄχλον, ὡς μὴ δύνασθαι τοῖς περὶ αὐτῶν ἀρκεῖσθαι διηγήμασι, μηδὲ τὸν ἄριστα μὲν ταῖς περὶ τοὺς λόγους ἐμπει 77.464 ρίαις ἐξηρτυμένον, ἠσκημένον δὲ οὕτως εἰς εὐγλωτ τίαν, ὡς μηδενὶ τῶν ἄλλων παραχωρεῖν, οἷς τό γε ἐν τούτῳ φαίνεσθαι λαμπροὺς, τῆς ἄλλης ἁπάσης εὐημερίας ἄμεινον ἔχειν δοκεῖ. Ὑπὲρ δὲ τοῦ μὴ ὁλο σχερῶς σιωπῆσαι, πρὸς τὸ πλῆθος ὥσπερ τῶν ἐγ κλημάτων ἀποναρκήσαντας, ὀλίγα κομιδῇ, καὶ δι' ὧν ὅπως ἀπεπήδησαν εἰσόμεθα, παραθεῖναι σπου δάσω. εʹ. Λέγει τοίνυν ὁ πάντων ἡμῶν ∆εσπότης Θεὸς, ἐπὶ ταῖς ἐκείνων δυσσεβείαις ἀγανακτῶν· "Πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες· ἐποίησεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ, ἐξηράνθη· καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ. ∆ιότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν." Ἆρ' οὐχὶ τῶν ἐμῶν λόγων ἡ πεῖρα, τοῦτο βοᾷ γεγωνότερον; Καὶ τῶν πραγμάτων ἡ ἔκβασις οὐχὶ τὴν ἀλήθειαν τοῖς εἰρημένοις ἐπιμαρτυρεῖ; Ἐπειδὴ γὰρ τὴν εἰς αὐτὸν εὐλάβειαν ἀπεσείσαντο, ἀπειθοῦντες ἅμα καὶ ἀντιλέγοντες, διὰ τοῦτο πρὸς ἀκαρπίαν ἐλαυνόμενοι, καὶ ὅσον οὐδέπω ξηρανθήσε σθαι μέλλοντες, ὥσπερ τὰ τῶν ὑδάτων ἀπῳκισμένα φυτὰ, τὰς ῥίζας τὸ τηνικάδε περιαλγήσαντες, ὅτε πρὸς αὐτοὺς ὁ τῶν προφητῶν ἐγίνετο λόγος, τελευ τῶντες, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἀπεξηράνθη σαν. Τοιγάρτοι καὶ τῆς πρὸς αὐτὸν φιλίας ἀποπεμ πόμενοι δικαίως ἀκούουσι· "Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύ ρεσιν ὑμῶν. ∆ιότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώ ματα, καὶ θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτη ρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι." Οὐ γὰρ ἐπὶ ταῖς κατὰ τύπον τιμαῖς ἐφήδεσθαι δεῖν ἐδοκίμαζεν ὁ τὴν ἀλήθειαν ἀγαπήσας Θεός· ἀλλ' ὅσον οὐδέπω τὸν τῆς ἐν πνεύματι λα τρείας καιρὸν ἀναδειχθήσεσθαι κατεμήνυεν, ἀνατρο πὴν μὲν ἔσεσθαι τῶν ἀρχαίων ἐθῶν εἰσηγούμενος· ἀντὶ δὲ τούτων, χαριεῖσθαι τὰ βελτίονα. Καὶ γοῦν σαφέστατα διά τινος τῶν προφητῶν τοῦτο βοᾷ· "Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεταιἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται· οὐδὲ ἐπισκεφθή σεται, καὶ οὐ ποιηθήσεται ἔτι." Εἰ δέ τις βούλοιτο μαθεῖν, ὃν ὁ προφήτης ἐδήλου καιρὸν, καθ' ὃν οὐκ ἀναβήσεται μὲν ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται δὲ ἔτι τὴν κιβωτὸν διϊσχυρίζεται, ὁράτω τὰ νῦν πράγματα, ἐν οἷς τέ ἐστι, σκοπείτω τὰ Χριστιανῶν μυστήρια. Οὐ γὰρ δή που τοῖς Ἑβραίων ἔθεσιν εἰς λατρείαν κεχρῆσθαι [καὶ] ἡμᾶς ἠβουλήθη Θεός· οὐδὲ κιβωτός ἐστι παρ' ἡμῖν, χρυσίῳ μὲν ἔξωθεν ἠγλαϊ σμένη, ἔσωθεν δὲ τὰς Μωσέως βίβλους ὠδίνουσα· ἀλλ' ἕκαστος τῶν πιστευόντων εἰς Χριστὸν, ναὸς τοῦ 77.465 Πνεύματος ἀποτελεῖται, ὅλην, ἵν' οὕτως εἴπω, τοῦ ἁγιασμοῦ τὴν πηγὴν εἰσδεχόμενος. Καὶ μή τις οἰέσθω τῶν ἀκροωμένων, ἢ κατὰ Μωσέως ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ἢ τοῖς δι' ἐκείνου νομοθετουμένοις ἐπι τιμᾷν. Μὴ γὰρ οὕτω φρενῶν ἔξω γενοίμην, ὡς τοῦ τον ἔχειν ἑλέσθαι τὸν σκοπὸν, ἕτερα λεγούσης τῆς θείας Γραφῆς. "Ὁ μὲν γὰρ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ," καθάπερ ὁ Παῦλός φησιν· ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, οὔπω τὴν ἀληθῆ λατρείαν εἰσφέρων. ∆ιὰ τοῦτο ὁ Θεὸς μεταποιήσειν αὐτὸν ἐπὶ τὸ ἄμεινον διά τινος τῶν προφητῶν ὑπισχνεῖτο, λέγων· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν." Ὅπερ ἄριστα νοήσας ὁ Παῦλός φησιν· "Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ πα λαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ." Καὶ πάλιν· "Εἰ γὰρ ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέ ρας ἐζητεῖτο τόπος." Ἐπειδὴ τοίνυν μομφῆς μὲν οὐκ ἐλευθέραν ἔφησεν εἶναι τὴν πρώτην· "Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος·" ἀναγκαίως τὴν δευτέραν ἀντεισ άγεσθαι πρὸς τὴν τοῦ κόσμου σωτηρίαν διϊσχυρίζε ται. ϛʹ. Μέχρι τίνος οὖν ἀπειθήσεις, Ἰουδαῖε; πότε δὲ συνθήσῃ ταῖς τῶν ἁγίων φωναῖς; Ἀλλ' ἴσως ἐρεῖς, Σὸς ὁ Παῦλος, οὐκ ἐμὸς, ὦ οὗτος. Εἴην δ' ἂν μωρίας ἀνάπλεως, εἰ τῶν ἐμοὶ κατὰ μηδένα προσηκόντων δε ξαίμην τοὺς λόγους· ὅμοιον γὰρ ὡς εἴ τις ἐν πολέμῳ καὶ μάχαις, ἀσμένως προσδέχοιτο τὰς τῶν ἐναντίων πληγάς. Καλῶς εἰκότα μοι φαίνῃ καὶ δίκαια λέγων· ἀρνήσῃ μὲν γὰρ οὐκ ὀρθῶς, καὶ τῆς ἴσης ὁμογενείας ἐξοικιεῖς, Ἑβραῖον ὄντα τὸν Παῦλον· ἀκούω γὰρ λέγοντος αὐτοῦ·
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.