Logos 6 rem early
Rem early: Logos 6; festal historia and call to virtue.
Greek
δραπέτας ἀποτελεῖ, καὶ τὴν τριπόθητον τῶν ἁγίων ἐλπίδα τοῖς οὐκ ἔχουσι πραγ ματεύεται. Ἂν δέ που τοῖς σαρκικοῖς κινήμασιν, ὥσπερ ἀνέμων ἀντιπνοίαις τισὶν, ἀνωθούμενος ὀπίσω χωρῇ, τότε δὴ, τότε πᾶσα μὲν ἡ ἐν ἡμῖν ἀσφάλεια βαδιεῖται πρὸς τὸ μηδὲν, νευρουμένης ἐν ἡμῖν τῆς ἁμαρτίας ἐξ ἡμετέρου θελήματος· "Μερίδες δὲ, κατὰ τὸ γεγραμμένον, ἀλωπέκων ἐσόμεθα," παν ούργοις καὶ ἀκαθάρτοις δαίμοσι τὴν ἑαυτῶν χαριζό μενοι εὐκοσμίαν· καὶ ὥσπερ ἂν εἴ τις ἀμπελὼν, ὁμοῦ καὶ θριγκίου καὶ τῆς τῶν φυλαττόντων νήψεως ἔρημος ὢν, ἑτοιμοτάτη τοῖς διαρπάζουσι προκεισό μεθα τροφή. Ἀλλ' εἴπερ ἑκάστῳ γλυκὺ τὸ μηδενὸς τῶν τοιούτων εἰς πεῖραν ἐλθεῖν, εἰσδεχέσθω προθύ 77.504 μως τὴν ἁπάσης σεμνότητος μητέρα νηστείαν, ὑπο πιαζέτω τὸ σῶμα καὶ δουλαγωγείτω, καὶ διὰ τοῦ βούλεσθαι πονεῖν, "ἀκάνθαις τὸ οἰκεῖον κτῆμα περι φραττέτω," καθάπερ ἔφησέ τις τῶν σοφῶν ἐν ἡμῖν. Τοῖς μὲν οὖν τελειοτέροις τὴν ἕξιν, καὶ στερεωτέρων δυναμένοις ἀπογεύεσθαι μαθημάτων, ἀποχρήσειν οἶ μαι καὶ ταῦτα πρὸς τὸ δύνασθαι, καὶ λίαν εὐπετῶς. ἐπὶ τὴν τῶν δεόντων ἐξοίχεσθαι θήραν, καὶ παντα χόθεν ὅπερ ἂν αὐτοῖς φαίνηται λυσιτελοῦν ἐρανίζε σθαι. ∆εῖ δὲ, οἶμαι, πόνων αὐτοῖς οὐ μακρῶν. Ἀρ κέσει γὰρ εἰς τὸ δύνασθαι κατορθοῦν ἡ προθυμία, ποταμίου ῥεύματος δίκην, καθάπερ τινὰς ὄχθους ἀεὶ τὸ ἀντιστατοῦν ὑποσύρουσα, καὶ ἀπλεονεκτήτοις ὁρ μαῖς τὸ ἀντιτεῖνον ἐξαφανίζουσα. Ὃ δὲ δὴ μεγίστην ἐστὶ τῆς ἐν τοῖς εἰρημένοις περιπετείας προσθεῖναι λοιπὸν ἀναγκαῖον. Τοῖς γὰρ κατὰ τόνδε διηρτισμένοις τὸν τρόπον, αὐτὸς ὁ πάντα νικῶν ἐπαμύνει Θεός. καὶ ἡ πάντων ἰσχὺς, καὶ δύναμις, βακτηρία καὶ νεῦρα γίνεται. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Μελ ωδός· "Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν." Ὅτι μὲν οὖν λαμπροὶ καὶ ἀξιοθαύ μαστοι τῆς πρὸς Θεὸν εἰρήνης εἰσὶν οἱ καρποὶ, συν θήσεται παστισοῦν, οἶμαι, τῶν εὖ φρονούντων. γʹ. Ἀνασκοπούμενος δὲ, καὶ καθάπερ οἱ πρὸς ἄκρον γηλόφου τινὸς ἀναποδίσαντες, καὶ πρὸς ὅσον οἶδεν ἐκτείνεσθαι τῶν ὀφθαλμῶν ἡ ὀξύτης, τοσοῦτον ἐπι χειροῦντες ὁρᾷν, οὕτω δὴ καὶ αὐτὸς κύκλῳ τὸν ὀφθαλμὸν τῆς διανοίας περιάγων, καὶ τὰς τῶν πρα γμάτων ὡς ἔνι μάλιστα διασκεπτόμενος φύσεις, οὐ μόνον οἶμαι προσήκειν τοῖς ἀρτίως διηγγελμένοις ὑπὸ τοῦ λόγου, ὅτι δεήσει τὰ πρὸς εἰρήνην μελετᾷν τῷ Θεῷ συμβουλεύειν, ἀλλ' ἤδη μοι καὶ ἑτέρα τις ἀνδρῶν ἀναδείκνυται πληθύς. Ὥσπερ δὲ τὰ τῶν μο σχευμάτων ἀρτιθαλῆ τε καὶ ἀρτίγονα μόλις τῆς τε κούσης ὑπερτέλλονται γῆς, ταῖς τῶν φυτοκόμων ἐμπειρίαις, καὶ ταῖς τῶν ὑδάτων παροχαῖς εἰς αὔ ξησιν ἐπείγεται· τὸν αὐτὸν δὴ τρόπον κἀκεῖνοι ἄρτι καὶ μόλις τοῖς τῆς Ἐκκλησίας ῥιζουμένοις κήποις, ὥσπερ τινὰ πηγὴν ὑφ' ἑαυτοὺς τὴν ἐκ τῶν διδασκά λων καλοῦσι τέχνην. Οἷς δὴ καὶ μάλιστα πρέπειν ὑπολαμβάνω, τὴν καλὴν ἐκείνην τοῦ προφήτου φω νὴν ἐπιφθέγξασθαι· "Ποιήσωμεν εἰρήνην αὐτῷ· ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι." Ἐρχόμενοι δὲ πόθεν, ἢ καὶ ὅποι καταλύειν μέλλοντες, ἄξιον ἰδεῖν. Ἀλλ' ἔστι παντί τῳ σαφὲς ὡς βαδίζει μὲν διὰ τῆς πίστεως ἐξ ἀμαθίας τὰ ἔθνη πρὸς παίδευσιν· ἐξ ἀβουλίας εἰς εὔφρονα λογισμόν· ἐκ μακρᾶς καὶ συν τρόφου πλάνης, εἰς ἀληθεστέραν περὶ τῶν ὄντων διά ληψιν, εἰς θεογνωσίαν, εἰς εὐλάβειαν, εἰς τὸ βιοῦν ἐξηλλαγμένως, ἢ πρότερον, εἰς ἐλευθερίαν, εἰς ἀνα νέωσιν, καὶ ἁπαξαπλῶς εἰπεῖν, εἰς ἀνθρώπῳ πρέπου σαν ἀρετήν τε καὶ δίαιταν· ἀνθρώπῳ δέ φημι, λο 77.505 γικῷ δηλονότι καὶ κατ' εἰκόνα πεποιημένῳ τοῦ κτί σαντος. Οἱ γὰρ τοῖς τοῦ διαβόλου πανουργεύμασιν ἀνασεσοβημένοι τὸν νοῦν, καὶ πρὸς τὰ τῶν εἰδώλων ἀνεπτοημένοι παίγνια, καὶ τῷ ξύλῳ λέγοντες· "Θεός μου εἶ σὺ," κατὰ τὸν προφήτην· καὶ τῷ λίθῳ· "Σύ με ἐγέννησας·" πάσης μὲν ἂν εἶεν ἀβουλίας εἰκότως ἀνάπλεῳ· καὶ ταύτην ἐφ' ἑαυτοῖς καλοῦσι τὴν ψῆφον παρὰ τῶν, οἷς τὰ δίκαια κρίνειν ἐσπούδασται. Καὶ δοκοῦσιν (ἐρῶ γὰρ ὅπερ ἀληθέστερον εἰπεῖν), ὅσον μὲν εἰς τὴν τοῦ σώματος φύσιν, διασώζειν ἔτι τὸν ἄνθρωπον· καὶ μόνοις τοῖς ἐντεῦθεν χαρακτῆρσι, καὶ σχήμασιν, ὅτι δὴ καὶ ζῶα λογικὰ γεγόνασιν ἐπιγι νώσκεσθαι· τὸ δὲ ὅσον εἰς νοῦν καὶ τὰ ἐν αὐτῷ, ταῖς τῶν ἀλόγων ἀνοίαις ἁμιλλᾶσθαι φιλοτιμότερον. ∆οίη δ' ἄν τις αὐτοὺς κἀν τούτῳ κρατεῖν, εἰ τὰ παρ' αὐτῷ γινόμενα περισκέποιτο. Ἀλλ' ἵνα μὴ δοκοίην δια λοιδορεῖσθαι μᾶλλον αὐτοῖς, ἢ πειρᾶσθαι διελέγχειν, ὡς πολὺ τῶν δεόντων ἀποστατήσαντας, καὶ πρὸς ἐσχάτην ἀποδημίαν ἀποστατήσαντας· αὐτὸν ἤδη παροίσω τὸν ἁπάντων Θεὸν καὶ ∆εσπότην, τοιοῦτόν τι λέγοντα δι' ἑνὸς τῶν προφητῶν· "Ἴδετε ὅτι σπο δὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται." Πλανῶνται γὰρ ὄντως, τὴν μὲν εὐθεῖαν, ἵν' οὕτως εἴπω, τῆς θεογνωσίας ἐκβεβηκότες διάληψιν· παρατροπαῖς δέ τισιν ἀνοήτοις, καὶ λογισμῶν ἀπάταις διεστραμμένων εἰς πᾶσαν ἀβουλίαν κατασυρόμενοι, ὡς καὶ τῆς ἀῤῥήτου καὶ πάντα ὑπερκειμένης οὐσίας τὴν δόξαν, ξύλοις καὶ λίθοις ἐπασωτεύεσθαι, καὶ ἀμείνω τῆς ἀνθρώπου ποιεῖσθαι φύσεως τὰ δι' αὐτὴν εἰς τὸ εἶναι παρηγμένα, καὶ δεσπότας ἐπιγράφειν, ὧν αὐτοὶ γε γόνασι κύριοι. Εἶτα τί τοῖς ὀρθῶς ἐξετάζουσι φαί νοιτ' ἂν τῶν τοιούτων παραλογώτερον; δʹ. Ἀλλ' οὐ γάρ με τὸν περὶ τούτων διειληφότα λόγον, λανθάνει πρὸς τοῖς εἰρημένοις κἀκεῖνο· ὡς ἀποφοιτῶσι μέν τινες τῆς οὕτω χαμαιζήλου λατρείας, ὑψηλοτέραν δὲ ὥσπερ ἐπιτηδεύοντες πλάνην, ἐπὶ τὰ τῶν κτισμάτων ἀναφεύγειν οἴονται δεῖν ἐπισημότερα. Καὶ κροτάφοις μὲν γείτονα τὴν ὀφρὺν ἀνασπάσαντες, ἀναπτύοντες δὲ πλατύ τι καὶ μέγα, καὶ γενειάδα μακρὰν τῇ χειρὶ καταξαίνοντες, οὐρανὸν μὲν ἀπο θαυμάζουσι, κύκλῳ πάσης περιτεθεῖσαι τῆς ὑφ' ἡλίῳ λέγοντες, καὶ ὥσπερ ἐν κόλποις ἔχει τὰ σύμ παντα, σκηνῆς τινος δίκην τοῖς ἔσω κειμένοις ἐπι χεόμενον. Εἶτα τὰς ἐν αὐτῷ τῶν ἄστρων περιεργά ζονται θέσεις, καὶ ἡλίου μὲν καὶ σελήνης καταπλάτ τονται δρόμους· πῦρ δὲ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν ὡς ἀρχὰς τῶν ὄντων εἰσφέρουσι, καὶ ῥίζαν εὑ ρῆσθαι τοῖς γενητοῖς τὴν τῶν στοιχείων μυθολογοῦσι σύνοδον. Εἶτα δέον αὐτοὺς τὸν τῶν εἰρημένων τα ξίαρχόν τε καὶ ἡγεμόνα ζητεῖν, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς ἐπὶ τὸν τοῦ κάλλους αὐτῶν δοτῆρα Θεὸν ἀνατρέχειν, ὅλον τοῖς ποιήμασι τὸ θαῦμα χαρίζονται· καὶ πῶς ἂν, εἶπέ μοι, μειζόνως ἐσφά λησαν, ἢ πῶς ἄν τις ἀβουλότερον τὴν τῶν ὄντων κατ εσκέψατο φύσιν; Καίτοι πᾶσιν, οἶμαι, τοῖς οὖσίν 77.508 ἐστι προδηλότατον, ὡς εἴ τις οἶκον ἢ ναῦν, ἢ ἕτε ρόν τι τοιοῦτον εὐτεχνέστατα διηρτισμένον θεάσαιτο, οὐκ ἀταμιεύτῳ χρῆται τῷ θαύματι, ἀλλὰ τῇ θέσει, τὴν κατασκευὴν, τὸ κάλλος τῶν ὁρωμένων ἐπαι νέσας, τὸν ἀρχιτέχνην εὐθὺς φαντάζεται, τίς τε καὶ πόσος εἴη κατὰ τὸν νοῦν, ὁ τῶν οὕτω καλλίστων δημιουργὸς ἐννοεῖ. Ἀλλ' οἵδε περὶ μόνας τὰς τῶν λόγων στροφὰς καὶ ποικίλοις, ὡς οἴονται, μαθήμασι κατεγλωττισμένοι, μέχρι μόνων τῶν ὁρωμένων τὴν διάνοιαν στήσαντες, καὶ τὴν ἐπέκεινα τοῦ νοῦ κολο βώσαντες φορὰν, οὐχ ὁρῶσι τὸν ἁπάντων γενεσιουρ γὸν καὶ τεχνίτην Θεόν· οὐδὲ αὐτῷ τὴν δόξαν ἀνατι θέντες, ἅτε δὴ Κυρίῳ καὶ τῶν ὅλων ποιητῇ, ἀπο δέχονται τὴν ἐν τοῖς ποιήμασι τάξιν, ἵνα δὴ συνετοί τινες εἶεν ὄντως σοφοί. Νυνὶ δὲ εἰς τοῦτο πεσόντες ἀνοίας οὐκ αἰσθάνονται, ὥστε εἰ καὶ πᾶσαν εἰσεκό μιζον σπουδὴν ὑπὲρ τοῦ πατρὸς τὴν ἀκροτάτην ἀβουλίαν καταδραμεῖν, οὐκ ἂν, οἶμαι, μειζόνως αὐ τοῖς διηνύσθη τὸ παραλόγως ποθούμενον. Ἀλλ' ἡκέτω μοι Παῦλος, καὶ τοῖς ἐμοῖς περὶ τούτου προσμαρτυρείτω λόγοις ἀναφθεγγόμενος· "Ἡ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστιν." Ὅτι δὲ ἀληθὴς ἡ τοῦ ἁγίου φωνὴ διὰ τῆς τῶν πρα γμάτων ἰόντες ἐρεύνης, μανθάνομεν. Πρῶτον μὲν γὰρ ὄχλον τῷ βίῳ θεῶν ἐπεισφέρουσι, καὶ τοῖς προσ κυνοῦσιν ἀγνοούμενον, ἐξ ὧν ἐνίοις οὐδὲ τὸ κοινὸν δὴ τοῦτο καὶ ἀνθρώπινον ἀποσώζοντες σχῆμα, ὑὸς δὲ ἢ κυνὸς ἐγκαταμίξαντες μοῖραν, μεμοιχευμένην ὥσπερ ἡμῖν εἰσφέρουσι τὴν φύσιν, καὶ νόθαις τισὶ χαρακτήρων ἐξαλλαγαῖς τὴν καλλίστην τῶν ἐπὶ γῆς παραλύουσιν εἰκόνα. Ἀλλὰ τί μοι καὶ μακροὺς ποιεῖ σθαι τοὺς λόγους περὶ τῶν οὕτως ἑτοίμων εἰς γέλωτα; Ἐπ' ἐκεῖνο[ν] δὴ μᾶλλον ἴωμεν, ὅπερ ἐστὶν ἀναγκαῖον. Καὶ ποῖον τοῦτο, φημί· Βαθύς τις ἀμαθίας τοὺς Ἑλλήνων παῖδας περιχεῖται σκότος, καὶ δίκην ἀχλύος ταῖς ἁπάντων διανοίαις ἐπιπαττόμενος, ἀναβλέ πειν μὲν πρὸς τὴν τοῦ συμφέροντος θύραν οὐκ ἐᾷ, ἀβασανίστοις δὲ μᾶλλον καὶ διεψευσμένοις λογισμοῖς ἀληθείας ἐξοικίζει δογμάτων. Τί γὰρ δὴ καὶ ποιοῦσιν οἱ παράφρονες; Ἀποστεροῦσι τῶν καλλίστων τὸν ἄνθρωπον, καὶ τὸ μέ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.