Festal Letters (Paschal Homilies) · §logos06-rem-mid

Logos 6 rem mid

Rem mid: Logos 6; lemma continues; spiritual reading with the letter.

Greek

γα τῆς φύσεως γέρας [π]ληροῦν τες, ἀφανίζουσιν. Οὐ γὰρ δή φασιν, οὐδὲ βούλονται τῆς ἑαυτοῦ προαιρέσεως εἶναι κάτοχον· οὐδὲ ἐλευ θέραν ἐν τοῖς πρακτέοις ποιεῖσθαι τὴν αἵρεσιν, ὡς τὴν ἐφ' ἑκάστῳ τῶν ἔργων ῥυπὴν μὴ τοῖς αὑτοῦ κεῖσθαι θελήμασιν, ἀλλὰ ταῖς ἑτέρων ἀπονενεμῆσθαι ψήφοις. Εἱμαρμένη γάρ τις καὶ γένεσις, ὥς φασι, κατὰ τὸ αὐτῇ δοκοῦν, τὸν ἑκάστου βίον ζυγοστατεῖ· καὶ ἀπονέμει μέν τισι τὰ κάλλιστα, καὶ οἷς ἂν εὔ ξαιτό τις δικαίως προσομιλεῖν· ἀντορέγει δὲ πάλιν ἑτέροις, ὧν οὐκ ἂν ἕλοιτό τις εἰς πέρας ἐλθεῖν· ὡς αὐτόκλητον μὲν, ἐν μηδενὶ βαδίζειν, μήτε τὴν ἐπ' ἀγαθοῖς ἐξουσίαν ἔχοντα, μήτε μὴν τὴν ἐπὶ θάτερα· σειραῖς δὲ ὥσπερ καὶ τοῖς ἐξ ἀνάγκης, ἵν' οὕτως 77.509 εἴπω, καλεῖσθαι σχοινίοις πρὸς ἄμφω· ἵνα μηδὲν ἔτι τῶν ἀλόγων διαφέρῃ ζώων, ὁ πάντων ἄνωθεν τὴν ἡγεμονίαν λαχών. Καί μοι δοκοῦσιν οἱ ταῖς τοιαύταις συντιθέμενοι δόξαις παραπλήσιόν τι ποιεῖν, ὡς ἂν εἰ καί τινα ἡνίοχον στήσαντες, καὶ τῶν ἁρμάτων αὐτὸν ἐπιβιβάσαντες, ἑτέρῳ τὸ ἱππηλατεῖν ἐπιτρέψειαν. Ἀλλ' οὔτε τὴν ἐπὶ τὸ νικᾷν ὁ τοιοῦτος ἀποίσεται δόξαν, οὔτε μὴν εἰ συντριβῇ πεσὼν, αὐτὸς ἑαυτῷ παραίτιος τοῦ πάθους γεγενῆσθαι πιστεύοιτο. Ἑτέ ρων γὰρ ἔργων ἀμφότερα, καὶ τῶν τὰς ἡνίας ἐχόν των, οὐ τοῦ μάτην τοῖς δίφροις ἐφεστηκότος ἡ ἔμ βασις. Ὧν γὰρ ἄν τις οὐκ ἔχει τὴν ἐξουσίαν, πῶς ἂν εἰκότως περὶ αὐτῶν ἀπαιτοῖτο τοὺς λόγους; Τὸ δὲ ἐν προαιρέσει τῇ τοῦ ποιοῦντος κείμενον, ὅποι περ ἂν ἥξει ἢ καὶ πράττοιτο δηλονότι, καὶ οὐχ ἑτέροις ἀναθήσει τὰς αἰτίας. Ἀλλ' ἵνα καὶ διὰ πρα γμάτων, ὧν ἐκεῖνοι τοῦ βίου κατεῤῥαψῳδήκασι, καὶ διὰ μύθων τῶν παρ' αὐτοῖς τοὺς ἐπὶ τὸ ληρεῖν αὐ τοὺς ἐλέγχους ἐρανιζόμενοι, γυμνότερον τοῖς ἀκροω μένοις ἐπιδεικνύωμεν, ὡς ἀμαθίας αὐτοῖς οὐ τῆς τυχού σης τὸ δόγμα πεπλήρωται, καὶ τὸ μὴ ταῖς οἰκείαις ὑπο λαμβάνειν κεχρῆσθαι βουλαῖς ἐν τοῖς πρακτέοις τὸν ἄνθρωπον, μηδὲ αὐτονόμῳ γνώμῃ βαδίζειν ἐφ' ὅπερ ἂν βούλοιτο, τῆς ἐσχάτης ἀνοίας ἔγκλημα φέρει, ὀλί γων, καθάπερ ἤδη προεῖπον, ἐπιμνησθήσομαι. Ταν τάλου τινὸς, καὶ Τιτυοῦ, καὶ Ἰξίονος, καὶ τῆς Σισύ φου ταλαιπωρίας, οἱ παρ' ἐκείνοις μνημονεύουσι λό γοι, καὶ δίκας αὐτοὺς ἀποτιννύειν, καὶ μάλα δικαίως, διισχυρίζονται, ἃς αὐτοὶ, κατὰ τὸ εἰκὸς, ἠβουλήθη σαν. Τάνταλον μὲν γὰρ, λίθου τῇ κεφαλῇ δυσαχθεστά του λίαν ἐπηρτημένου, καὶ φόβῳ κινδύνων ἀεὶ προσ δοκωμένων, κολάζεσθαί φασιν. Εἶτα τὴν αἰτίαν εἴ τις ἔροιτο τοῦ κακοῦ, ὡς ἀκόλαστον ἔσχε γλῶσσαν ἀνα κεκραγότων ἀκούσεται, καὶ νόσον αἰσχίστην ὄνομα γραφόντων τῷ πάθει. Τὸν δέ γε Τιτυὸν τὸν οὕτω καλούμενον, ἐπ' ἐννέα μὲν ὅλοις ἐκτείνουσι πλέθροις· ἀνημένων δὲ ξυνωρίδι γυπῶν τὸ ἧπαρ ἀνακείρεσθαι λέγουσι, καὶ τρόπον ἀκολασίας πρόφασιν αὐτῷ τῆς ἀνηκέστου συμφορᾶς γεγενῆσθαι διισχυρίζονται. Ἰξίονα δὲ καὶ Σίσυφον, τὸν μὲν, ἀειδινήτοις στρο φαῖς, καὶ τροχοῦ περιόδοις ὑπεστρωμένον· τὸν δὲ ἱδρῶτι μακρῷ κολάζεσθαί φασιν· εἶτα καὶ τούτοις, ἵνα δὴ δικαίως φαίνοιντο τιμωρούμενοι, διαφόροις πλημμελημάτων ὑποβάλλουσι γραφαῖς. Ἀλλ' ὥσ περ ὄντως κατὰ τὴν αὐτῶν διάληψίν τε καὶ ἔννοιαν, ταῖς ἐξ εἱμαρμένης ἀνάγκαις ὑποκεῖσθαι νομιοῦμεν τὸν ἄνθρωπον, οὐκ ἂν εἶεν, ὥς γέ μοι δοκεῖ, τῶν ἀρ τίως ὠνομασμένων τὰ ἐφ' οἷς πεπόνθασι πλημμελή ματα, ἀλλὰ τῆς εἰς ταῦτα καλούσης εἱμαρμένης, καὶ διὰ τὸ δύνασθαι τῆς ἑκάστου γνώμης κρατεῖν ὑπὸ χεῖρα πεποιημένης τὴν ἑαυτῆς. Ἢ τοίνυν ἀνείσθω σαν τῶν ἀνηκέστων τιμωριῶν, καὶ τῆς ἀθανάτου τα λαιπωρίας ἐκεῖνοι, κατηγορείσθω δὲ μᾶλλον ἡ πλεον εκτήσασα γένεσις, καὶ ὑποκείσθω τοῖς κολασταῖς, εἴ τινες ἂν εἶεν οἱ τοῦτο ποιεῖν ἐγνωκότες· ἢ εἴπερ τις ἐρεῖ δικαίως ἐκείνους κολάζεσθαι, γυμνὸν ἡμῖν 77.512 ἀνάγκης εἰσκομιζέτω τὸν ἄνθρωπον, καὶ τὴν ἐκ τῆς εἱμαρμένης ἀναιρείτω πλεονεξίας, ἵνα Ταντάλου φαίνηται καὶ Σισύφου τὰ ἐγκλήματα. Εἰ γὰρ οἶδε τῶν ἀτοπωτάτων καὶ παρ' ἡμῖν ὁ τοῦ δικαίου θεσμὸς, μὴ τοὺς ἡμαρτηκότας μᾶλλον, ἀλλ' ἑτέρους ἀντ' ἐκείνων εἰσπράττεσθαι δίκας, πῶς οὐκ ἔσται παν τί τῳ συμφανὲς, ὅτι τῶν παρ' ἐκείνοις νενομισμένων θεῶν, οὐδὲν ἂν εἰκότως δοίη τις εἶναι τὸ ἀθλιώτερον, εἴπερ οἱ πάντων διανομεῖς καὶ ταμίαι, πεπιστευμένοι τὸ δύνασθαι κρίνειν οὐκ ἔχουσιν ὀρθῶς. Πῶς δὲ οὐκ ἀμείνους οἱ παρ' ἡμῖν εὐθεῖαν ἐφ' ἑκάστῳ τὴν κρίσιν ἐκφέροντες, καὶ τὸν μὲν δίκαιον ὅτι προσήκει τι μᾶσθαι διεγνωκότες· τοὺς δὲ τοῖς αἰσχίοσιν ἐνόχους ἀναδεδειγμένους, μισεῖν μὲν οἴεσθαι δεῖν λογιζόμενοι· ἐπιτιμῶντες δὲ ἀναλόγως οἷς ἐλεγχθεῖεν παρανομή σαντες; Ἀλλ' ἐκεῖνα μὲν δὴ περὶ τούτων δοκεῖ, ὦ οὗτος, τοῖς σοῖς ποιηταῖς τε καὶ λογάσιν· Ἄκουε δέ τι καὶ τῶν παρ' ἡμῖν λεγόντων σοφῶν. "Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὴν ὁδὸν αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶ ται τῇ καρδίᾳ αὐτοῦ." Ὥστε, εἴπερ ἦν τις ἀφροσύ νης ἐλεύθερος, οὐκ ἂν λελυμασμένην ἔσχε τὴν ὁδὸν, οὐδ' ἂν ὅλως τὴν θείαν κατῃτιάσατο φύσιν, ὡς αὐτὴν ἐπ' ἐκεῖνο καλοῦσαν ὃ καὶ νόμῳ κεκώλυκεν. Οἱ μὲν γὰρ καθηγητὴν καὶ διδάσκαλον, καὶ ὥσπερ ἄριστον δικαστὴν τὸν οἰκεῖον ἑαυτοῖς ἱδρυσάμενοι νοῦν, ἀεὶ μὲν οἷσπερ ἄν τις ἐπιψηφιεῖται τὰ κάλλιστα δια πρέπειν ἐπείγονται· τὰ δὲ, ὅσα τῆς ἀρίστης ἐξοικί ζει βουλῆς τε καὶ πράξεως, σὺν πολλῷ τινι παρ αμείβονται τόνῳ. Οὐκοῦν οὐχ εἱμαρμένη καὶ γένεσις, κατὰ τὸ αὐταῖς δοκοῦν ἑκάστῳ βραβεύουσαι, ἢ τῶν φαύλων ἐργάτην, ἢ τῶν ἀγαθῶν ἐραστὴν ἀποτελοῦσι τὸν ἄνθρωπον· ἀλλ' ἐθελούσιοι πάντες ἐπ' ἄμφω βαδίζουσιν· καὶ ὅποιπερ ἂν ἑκάστῳ δοκῇ, τὰ καθ' ἑαυτὸν ἀπευθύνειν ἐξ ἀνάγκης, τὸ κωλύον οὐδέν. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθεῖναι λοιπὸν, καὶ τῆς Ἑλλήνων ἀπαιδευσίας κατασημαίνειν τὸν γεννήτορα καὶ πόθεν αὐτοῖς εἰς τοῦτο πεσεῖν ἀβουλίας συμβέ βηκεν, ἐρῶ καὶ μάλα προθύμως. εʹ. ∆αίμων ἐκεῖνος ὁ ἀρχέκακος ὁ τῆς ἁμαρτίας πατὴρ, παραβάτην τῆς θείας ἐντολῆς δείξας τὸν ἄνθρωπον· καὶ ὥσπερ τινὰ τῶν δορυκτήτων ὑπὸ χεῖ ρας ἑλὼν, καὶ τύραννος ἐξ ἀπάτης ἐφ' ἡμᾶς ἀναδε δειγμένος, ἐδεδίει τῆς ἐλευθέρας φύσεως τὴν ἐφ' ἅπερ ἦν ἀναδρομήν. Ἤδει γὰρ, ᾔδει τὸν ἄνθρωπον 77.513 τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις, ἀεὶ πρὸς τὸ κρεῖτ τον ἀναφεύγειν ἐπειγόμενον· καὶ μισοῦντα μὲν, ὡς ἐπείσακτον τὴν ἁμαρτίαν, ἐν δὲ τῷ πλημμελεῖν ἀεὶ σκυθρωπάζοντα, καὶ εἰ κλέπτοιτό πως πρὸς τοῦτο διὰ μικρᾶς ἡδονῆς· Ἀλλ' ἵνα μὴ ταῖς οἰκείαις αὐτονομίαις χρησάμενος, ἀφανίσῃ μὲν τῷ πρὸς ἐλευ θερίαν ἕλκοντι τόνῳ τὴν τυραννήσασαν ἡδονήν· μα κρὰν δὲ οἰμώζειν ταῖς ἁμαρτίαις εἰπὼν, ἐπὶ τὰ ἐξ ἀρχῆς ἀναβαίνοι πλεονεκτήματα, καὶ τοῖς τῆς δι καιοσύνης ἔργοις ἐμφιλοχωρῶν, ἀχείρωτος ἤδη ταῖς ἄνωθεν ἐπικουρίαις εὑρίσκοιτο· ἕτερον ἀπάτης ἐπενόησε τρόπον, ὃς ταύτην ἀεὶ τῆς ἑαυτοῦ κακουρ γίας ὅπλον ποιησάμενος, ὑποκλέπτων δὲ ὥσπερ τῆς ἐπὶ ταῖς ἁμαρτίαις λύπης τὸ πλέον, ἀεὶ τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις διὰ δόλου μαχόμενος, Οὐκ αὐτοὶ, φησὶν, ἑαυτοῖς ἐστε τοῦ μὴ δύνασθαι τὰ ἀμείνω πράττειν παραίτιοι· οὐδὲ τέθεικε Θεὸς ταῖς ὑμετέ ραις ἐξουσίαις τὸ σωφρονεῖν. Ζυγὸν ὑμῖν ἀναγκαῖον ἐπελήλακεν· εἱμαρμένη κρατεῖ καὶ γένεσις, καὶ πράττειν ἀνάγκη τὸ ἐκείναις δοκοῦν. Ταῖς τοιαύταις ἀπάταις ὁ πονηρὸς χειροῦται τὸν ἄνθρωπον, καὶ τῶν τῆς ἀληθείας ἀποβουκολήσας δογμάτων, ἑτοιμότερον εἰς πᾶσαν ἁμαρτίαν ἀπεργάζεται· εἱμαρμένῃ γὰρ τῶν καθ' αὑτὸν ἀνατιθεὶς τὴν ἔκβασιν, καὶ γενέσεως ἀφύκτοις ὑποκεῖσθαι λέγων δεσμοῖς, οὐδεμίαν ὑπο στήσεσθαι κόλασιν, ἐφ' οἷς ἂν φαίνηται πλημμελῶν ὑπολαμβάνοι. Ἀλλ' ἐν τούτοις μὲν ἐκεῖνοι, τὸ σω φρονεῖν παρωσάμενοι. Λεγέτωσαν δὲ τῆς Ἐκκλησίας οἱ κήρυκες, οἱ Χριστὸν ἐνδυσάμενοι, καὶ τῆς ἀληθείας φοροῦντες τὸν νοῦν. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ἵνα δὲ μὴ μακρὰν οὕτω νοσοῦντες τὴν ἀβουλίαν οἱ ταῖς ἀρτίως διηγορευμέναις ἀπάταις ἔνοχοι, καὶ τοῖς τοῦ νομοθέτου θελήμασι τὴν ἑαυτῶν ἀντιτάττοντες ἔννοιαν, πόλεμον ἔχωσι πρὸς ὃν ἥκιστα χρῆν, ἀκουέτωσαν ὅπερ ἔφημεν ἐξ ἀρχῆς· ποιήσωμεν εἰρήνην αὐτῷ, καταλύσωμεν τὴν ἔχθραν· οἰχέσθω μάχη καὶ πόλεμος, ἐπιδῶμεν τῷ Σωτῆρι τὰς δεξιάς. Αἰτήσωμεν εἰρήνην διὰ τῆς πίστεως· λέγωμεν μετὰ τοῦ προφήτου καὶ ἡμεῖς· "Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Κύριε, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν." ϛʹ. Τοῖς μὲν οὖν Ἑλλήνων παισὶ, καὶ τοῖς ἀρτίως τὰς τῆς Ἐκκλησίας εἰσβεβηκόσι πύλας, ἀποχρήσει πρὸς ὠφέλειαν καὶ ταῦτα. Ἐπειδὴ δέ μοι καὶ ἕτε ρος ἀναδείκνυται λεὼς, τοῖς μὲν οὖν τῆς ἀμαθίας ὅπλοις, εἰς ἀβουλότατον στρατιώτην ἐξηρτυμένοις, ἀντ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.