Festal Letters (Paschal Homilies) · §logos07-rem-early

Logos 7 rem early

Rem early: Logos 7; festal historia and call to virtue.

Greek

ρ ἀγαθὸς δρομεύς." Φύγωμεν τοίνυν τὰς ἐξ ὄκνου ζημίας, παραιτώμεθα τῶν ἀρετῶν τὴν πενίαν· καὶ τὸ πτω χεύειν ἐν ἀγαθοῖς, ὡς ἁπάντων αἴσχιστον τῶν νοση μάτων ἀποκρουσώμεθα. "Ἀνδριζώμεθα, καὶ κρα ταιούσθω ἡ καρδία ἡμῶν," καθὼς γέγραπται. Τῆς γὰρ τοιαύτης ἡμῖν ἀρετῆς καὶ αὐτὸς ἐδίδου τὰ συν θήματα, λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· "Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὃς οὐ λαμβάνει τὸν σταυ ρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος." Οἷμαι δὲ δεῖν, μᾶλλον δέ φημι καὶ ὑπάρχειν ὁμολογουμένως, δειλίας μὲν ἁπάσης ἀμείνω τὸν ἀκο λουθεῖν ἐθέλοντα τῷ Χριστῷ· τὸ δὲ κατὰ παντὸς κατασοβαρεύεσθαι φόβου μονονουχὶ τὸν οἰκεῖον ἐπ ωμάδιον ποιεῖσθαι σταυρόν. Ὥσπερ οὖν ἀμήχανον παι δίον ἀρτιγενὲς, μικροῖς τε καὶ ἁπαλωτάτοις ποσὶν, ὀλίγα μόλις ἰέναι δυνάμενον, τοῖς ὀξυδρομοῦσι νεα νίαις ἀκολουθεῖν· οὕτως ἀδύνατον τὸν εἰς μόνην ἀναν δρίαν βλέποντα νοῦν, ἀκολουθῆσαι δύνασθαι τοῖς ἴχνεσι τοῦ Χριστοῦ· ὃς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τῆς τοῦ θανάτου πικρίας δι' ἡμᾶς ἀπεγεύσατο, καίτοι Θεὸς ὢν ἀπαθὴς, καὶ ἀθάνατος ἅτε δὴ Λόγος ὑπάρχων, καὶ Πατρὸς Μονογενὴς, ἵν' ἡμῖν ὑπόδειγμα καὶ ὑπογραμμὸν ἑαυτὸν ὑποθεὶς, πρὸς τὴν ἐγχωροῦσαν καλέσῃ μίμησιν, Ἐπ' αὐτῷ γὰρ δὴ τούτῳ τῷ κατορθώματι καὶ ὁ πολὺς εἰς εὐτολμίαν ἀπεσεμνύνετο Παῦλος· "Μιμηταί μου γίνεσθε, λέ 77.540 γων, καθὼς κἀγὼ Χριστοῦ." Ποίοις οὖν ἅρα ἑαυτὸν στεφανοῦν ὁ Χριστοῦ μαθητὴς πλεονεκτήμασιν ὁ Χρι στοῦ στρατιώτης ἠπείγετο, ὁ καὶ ταξίαρχος ἐφ' ἡμᾶς διὰ τὴν ἐνοῦσαν ἀρετὴν εὐλόγως κεχειροτονημένος; Οὐκοῦν οὕτω φιλόχριστος ἦν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ πάντα παθεῖν, ἵνα γένηται γνήσιος τοῦ Χριστοῦ μα θητής. Ἄκουε γὰρ δὴ καὶ βοῶντος, εἰ δοκεῖ, πρός τινας τῶν οἰκείων, ὅτι τῶν ἄθλων αὐτὸν ἀποκωλύειν ἐσπούδαζον· "Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτον τές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Εἰς μὲν δὴ τὴν πίστιν τοιοῦτος, ἐν δέ γε τοῖς καθ' ἑαυτὸν ὁποῖός τις ὁρᾶται, καταπλαγήσῃ μαθών. Ὁ γὰρ τοσοῦτος εἰς ἀρετὴν, ἐν ταῖς κατὰ τοῦ σώματος μάχαις σύν οπλον ἐποιεῖτο τὴν νηστείαν, καὶ ὥσπερ τινὰ δοκιμώ τατον στρατιώτην τοῖς ἀγαθοῖς τῆς ἑαυτοῦ διανοίας ὑποζεύξας κινήμασι, τῶν τῆς σαρκὸς κατεκράτει νόμων· καὶ τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυραννεύσασαν ἡδονὴν, ὥσπερ τινὰ τῶν δορυλήπτων ἑλὼν ὑπὸ χεῖ ρας, τοῖς τοῦ πνεύματος ὑπετίθει θελήμασιν. Ἀλλ' ἵνα καὶ ἡμᾶς διὰ τούτων ὠφελῇ, πάλιν ἐπιστέλλει· ποτὲ μὲν γεγενῆσθαι λέγων ἐν νηστείαις πολλάκις· ποτὲ δὲ, "Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι." Ἐμέμνητο γὰρ, κατὰ τὸ εἰκὸς, τοῦ οἰκείου βοῶντος ∆εσπότου· "Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώ πους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐ ρανῶν. Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν." Οὐκοῦν ὅπερ αὐτὸς ἑτέροις ἐκήρυξεν, ἠπείγετο δρᾷν, χαλινὸν ἐπιτιθεὶς τῇ σαρκὶ τὴν νηστείαν καὶ συνεργάτιν εἰς τὴν οὕτως ἀξιάγαστον ἀρετὴν, τὴν ἀσιτίαν δεχόμε νος. Καὶ οὐκ ἐν τούτοις ἡμῖν ὁρᾶται μόνοις τὰ παρ' ἐκείνου παιδεύματα, οὐδὲ μέχρι τῶν τῆς ἐγκρατείας ὅρων τὸν οἰκεῖον ἵστησι μαθητήν. Οὐ γὰρ ἐξήρκει τοῦτο καὶ μόνον εἰς εὐδοκίμησιν, τῆς ἄλλης ἁπάσης ἔρημον τὸν [λ. ὂν] ἀρετῆς. Ποδηγεῖ δὲ εἰς ἕκαστα τῶν συμ φερόντων εὐρύθμως, καὶ εἰς τὸ κεφάλαιον τῶν ἀγα θῶν ἀναφέρει, τὴν εἰς ἀλλήλους ἀγάπην φημί· ἣν καὶ τῆς εἰς αὐτὸν γνησιότητος ἀκριβέστατον ὁρίζεται χαρακτῆρα λέγων ὁ Κύριος· "Ἐν τούτῳ γνώ σονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ὅταν ἀγά πην ἔχητε εἰς ἀλλήλους." ∆ιὰ ποίων δὲ λόγων ἡμᾶς καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ ταύτην ἐχειραγώ γει τὴν ἀρετὴν, ἄξιον ἰδεῖν. Οὐκοῦν Κορινθίοις ἐπι στέλλων ὧδέ φησι· "Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλ κὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Κἂν προφητείαν ἔχω, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθ 77.541 ιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ μαι." Ὁρᾷς, ὅπως ἀπούσης τῆς εἰς Θεὸν καὶ ἀλλή λους ἀγάπης, ἀσχήμονά τε καὶ ἀκαλλέστατον ὁρᾶσθαί φησι τῶν ἅλλων ἀρετῶν τὸν ἀξιοζήλωτον ἑσμόν· συμπαρούσης δὲ αὐτῆς εὐπρεπεστάτην τοῖς ἔχουσιν ἀποτελεῖσθαι τὴν εὔκλειαν; Ἆρ' οὖν, εἴποι τις ἂν, ἐπαινεῖ μὲν τὴν ἀγάπην, ὡς μέγα τι χρῆμα καὶ ἀξιο θαύμαστον, τίς δὲ αὐτῆς ὁ τρόπος, οὐχ ὡρίσατο, οὐδὲ ὅπως ἄν τις αὐτὴν ἐπιτελέσαι φησίν; Οὐκ εὐφημή σεις, ἄνθρωπε· παρατρέχει δὲ τῶν δεόντων οὐδὲν τὸ νηφάλιον μαθητήν. Οὐ γὰρ μόνον ὅτι προσήκει τὴν εἰς Θεόν τε καὶ ἀλλήλους ἀγάπην τιμίαν διδάσκειν ἠπείγετο, ἀλλὰ καὶ ὅπως ἄν τις αὐτῆς ἐργάτης ὁρῷτο δεικνύει. Ἐπιλέγει γὰρ πάλιν ἑξῆς· "Ἡ ἀγάπη μακροθυμεῖ, ἡ ἀγάπη χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχη μονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογί ζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκ πίπτει." Ἀκούεις ὅπως εἰς τὸ τῆς ἀγάπης καὶ φιλ αλληλίας ἀξίωμα τοῖς ἐθέλουσιν ἀναβαίνειν οὐ χα λεπὸν, ἀλλ' ἕτοιμον ἤδη τὸ πρᾶγμα φαίνεται; Ὁρᾷς οὐ κεκρυμμένην, ἀλλ' ἡλίου δίκην ἐκλάμπουσαν τῆς ἐντεῦθεν εὐδοκιμήσεως τὴν ὁδόν; Οὐκοῦν διὰ μὲν ταύτης ἰόντες, καὶ κατ' αὐτὴν, ἵν' οὕτως εἴπωμεν, τῶν ἁγίων τὴν ἁμαξιτὸν ἐρχόμενοι, πρὸς τὴν ἄνω καταντήσομεν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἀποκλίνοντες δὲ πρὸς τὸ ἐναντίον, καὶ τῆς ὀρθῆς τε καὶ εὐθείας ἀποπίπτοντες γνώμης, εἶτα βίου τρίβον τὴν διεστραμμένην ἐλαύνοντες, εἰς πυθ μένα καταντήσομεν ᾅδου, καθά φησιν ὁ σοφὸς Παροιμιαστής. Οἶμαι δὲ δεῖν ἀναγκαίως, ἀνθρώπους ὄντας ἡμᾶς λογικοὺς, καὶ πρὸς τὴν ἀκήρατον τοῦ κτίσαντος εἰκόνα πεποιημένους, τοῖς τῆς ἀγάπης ἐξημεροῦσθαι θεσμοῖς, καὶ μιμεῖσθαι μᾶλλον σπου δάζειν τὸν λέγοντα Κύριον· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ·" οὐ πρὸς τὴν τῶν ἀτιθάσσων θηρίων ἀγριότητα κατολισθαίνειν, καὶ ἀντὶ τῆς ἀγάπης εἰς μισάλληλον παραθήγεσθαι τρόπον· μᾶλλον δὲ καὶ θηρίων ἀγρίων ἀγριωτέρους, καὶ ζώων ἀλόγων ἀλογωτέρους ὁρᾶσθαι. Θῆρες μὲν γὰρ, καὶ πρὸς τούτοις ἔτι τῶν ἀλόγων ζώων τὰ πο λύμορφα γένη, καίτοι λογισμῷ πρὸς ἀρίστην ἕξιν οὐ διοικούμενα, φιλεῖ πως ἀλλήλοις συνδιαιτᾶσθαι, καὶ κοινὰς ἔχειν τὰς διατριβάς. Καὶ βοῦς μὲν ἡδέως βουσὶ, πρόβατα δὲ προβάτοις συννέμεται. Ἤδη δὲ καὶ κύνες οἱ κατὰ πολλῶν ἑτέρων λελυττηκότες πολ λάκις, καὶ φύσεως ὥσπερ ἰδίας τὴν μανίαν ἔχοντες πλεονέκτημα, ἀγαπῶντες ἀλλήλους ὡς ὁμογενεῖς, ἐθαυμάσθησαν. Καὶ ἄρκτοι μὲ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.