Festal Letters (Paschal Homilies) · §logos07-open

Festal Letters Logos 7 opening

Logos 7.

Rejoice in the Lord; trumpet of the feast.

Greek

ΛΟΓΟΣ Ζʹ. αʹ. "Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε." Ἰδοὺ γὰρ ἡμῖν διὰ τῶν αὐτῶν ἀνακυκλημά των ἐρχόμενος ὁ τριπόθητος τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, καὶ τοῖς ἐξ ἀλλοδαπῆς εἰς τὴν ἐνεγ κοῦσαν καταίρουσι παραπλήσιος· εἴσω δὲ τῶν λιμέ νων ἤδη φαίνεται, καὶ λοιπὸν ἐξάπτει τῆς ἠπείρου τὰ πείσματα. Ἐπειδὴ δὲ ἤδη πάρεστι, καὶ μονονουχὶ γέγονεν ἡμῖν ἐνδήμιος, ἀκόλουθον οἶμαι καὶ πρέπον, ἡμᾶς δὴ μάλιστα, εἴ γε τῆς θείας ἱερωσύνης ἐπει λημμένοι, τὴν ἱερὰν ἐπὶ γλώττης φοροῦμεν σάλπιγγα, τὰ λαμπρὰ τῆς πανηγύρεως διδόναι συνθήματα, καὶ καθάπερ εἰς θίασον ἕνα τοὺς ἀπὸ πανταχόθεν συν αγείρειν, λέγοντας κατὰ τὸν ἅγιον Ψαλμῳδόν· "∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς·" Ἑκάστῳ μὲν γὰρ ἀπονέμειν καιρῷ τὰ αὐτῷ πρέποντα, καλὸν δὴ λίαν οἶμαι καὶ σοφόν. Τὸ δὲ πειρᾶσθαι τῆς τοῦ συμφέροντος θήρας οὐχ ἁμαρτάνειν, μόνοις εἶναί φημι τοῖς ἀγαθοῖς τὴν ἕξιν ἁρμοδιώτατον. Οὐκοῦν ἐπείπερ ἡμῖν ὁ τῶν εὐκλεῶν ἱδρώτων ἀνεδείχθη και ρὸς, προθύμως παρόντος ἐπιδραττώμεθα. Καθαρίσω μεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ διὰ νηστείας ἀγαθῆς νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. Οὕτω γὰρ, οὕτω τῷ πανάγνῳ Θεῷ συνεσόμεθα λέγοντι· "Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος." Παῖδες μὲν οὖν ἰατρῶν οἱ φιλοτεχνέστατοι, διὰ ποικίλων εὑρημάτων τὰς τῶν σωμάτων ἐξαρτύουσι θεραπείας· καὶ τοῖς ὀχλουμένοις ὑπὸ τούτων, ὅσα τὴν εὔτακτον τῶν ἐν ἡμῖν στοιχείων κράσιν διαλυμαίνεσθαι φιλεῖ, προσ άγουσι τοὺς ἐτησίους καθαρισμούς· μικρὰ μὲν λυποῦν τες ἐκ τοῦ παραχρῆμα τὸν προσερχόμενον, πλὴν οὐ μικρῶν ἀποπέμποντες νοσημάτων ἐλεύθερον. ∆ιὸ δὴ πάλιν οἶμαι προσήκειν ἡμᾶς ποιεῖσθαι περὶ πολλοῦ, μακρὰν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἀποσωρεύσειν ἀσφάλειαν· τὸ δὲ μετρίως ἐκ τῶν ὠφελούντων ἀλγύ νεσθαι δεχομένους, ἤγουν τὸ κάμνειν ὀλίγα παραι τουμένους, χαλεπωτέροις καὶ μείζοσι, μᾶλλον δὲ σκληροῖς καὶ ἀνουθετήτοις περιπίπτειν τοῖς ἐκ τοῦ κολάζεσθαι πόνοις. Ταῦτ' οὖν εἰδότας καὶ πεπεισμέ νους, τί δὴ λοιπὸν ἕτερον ποιεῖσθαι προσήκει, ἢ μετὰ γοργοῦ τοῦ φρονήματος ἐν βοηθημάτων τάξει καθαί ρειν εἰδότων, ταῖς ἑαυτῶν ψυχαῖς τὴν πάναγνον εἰσοικίζειν νηστείαν, τὴν ἁπάσης ἀρετῆς μητέρα, τὴν ἐπὶ σεμνότητα ποδηγὸν, τὴν ὅ τι διαπρέπειν προσήκει ἐν ἀγαθοῖς ἀεὶ συμβουλεύουσαν; Μάχεται μὲν γὰρ τοῖς ἐκτόποις τοῦ νοῦ κινήμασιν· ἀναιρεῖ δὲ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· καὶ τὸν ὄχλον τῶν ἐν ἡμῖν ἀντιθάσσων ἡδονῶν κατ ευνάζουσα, μονονουχὶ μέγα τι καὶ διαπρύσιον ἀνα βοῶσά φησι· "Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν." Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς τὸν οὕτω καλλίνικον 77.537 ἆθλον ἐξανύσαι ῥᾳδίως, εἰ μὴ νεανικῷ μὲν ἐπιθαρ σοίη φρονήματι, δέχοιτο δὲ ἀσμένως τὸ καὶ πολλάκις ἱδροῦν ὑπὲρ ἀρετῆς ἐπείγεσθαι, καὶ δόξαν ἡγοῖτο τὸ πονεῖν ἐπ' ἀγαθοῖς. Ὅνπερ γὰρ τρόπον οἱ τὰ ἐν ταῖς παλαίστραις μελετῶντες γυμνάσματα, καὶ πολλῇ μὲν εὐρωστίᾳ σώματος, τέχνῃ δὲ ταύτης ἐπαυλοῦντες οὐκ ἐλάττονι, εἰ στυγνοὶ, καὶ κατεπτηχότες, καὶ πρὸ τῆς θέας αὐτῆς τὸν ἀντίπαλον εἰς τὸ τῆς μάχης εἰστρέχοιεν ἐργαστήριον, καὶ προηττηθέντες τῷ φόβῳ τῆς ἐν σταδίοις κόνεως ἅπτοιντο, πίπτουσιν ἑτοίμως, καὶ πρὶν εἰς χεῖρας τῶν ἀνθεστηκότων ἐλ θεῖν, ἑαυτοὺς ταῖς δειλίαις ἀπονευρώσαντες· οἱ δὲ τῶν τοιούτων παθόντες οὐδὲν, καὶ μόνῳ πολλάκις τῷ σχήματι τὸ τῶν διεναντίων θορυβήσαντες θράσος, τὴν νικῶσαν ἐφ' ἑαυτοῖς ἁρπάζουσι ψῆφον· οὕτως, οἶμαι, καὶ οὐχ ἑτέρως, οἱ νόμῳ μὲν θείῳ συμβιω τεύοντες, πολιτείαν δὲ τὴν ἐξαίρετον ἐπιτηδεύειν σπουδάζοντες. Ὁ μὲν γὰρ πρόθυμός τε καὶ καρτε ρικώτατος, χαίρει μὲν γὰρ μᾶλλον ἤπερ ἄχθεται πονῶν, πλοῦτον δὲ ἡγεῖται τοὺς ἀγῶνας, καὶ τρυφήν. Ὁ δὲ δειλός τε καὶ ἄνανδρος, ὀκνηρῷ τῆς ἀδρανείας κεκρατημένος νοσήματι, ἀποφρίττει, καὶ μόνον ἀκούων ὅτι χρὴ πονοῦντα πλουτεῖν. ∆ιὸ καὶ Σοφός που τοῖς τοιούτοις ἐφάλλεται λόγοις· "Ἕως γὰρ πότε, φησὶν, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνεῖς· ὀλί γον δὲ κάθησαι· μικρὸν δὲ νυστάζεις· ὀλίγον ἐναγκα λίζῃ χερσὶ στήθη. Εἶτα παραγίνεταί σοι ὥσπερ κα κὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπε

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.