Logos 8 rem close
Rem CLOSEOUT: Logos 8 CLOSEOUT.
Greek
εἰδὼς τὸν ἐνανθρωπήσαντα, καὶ Χριστὸν ὀνομάζει, καὶ Ἰησοῦν. Πότε γὰρ ἂν ἐπιδείξειέ τις Ἰησοῦν ἢ Χριστὸν ὀνομασθέντα τὸν Λόγον, εἰ μὴ ὅτι γέγονεν ἄνθρωπος; Ἰησοῦς μὲν γὰρ παρὰ τὸ σώζειν τὸν λαὸν, Χριστὸς δὲ πάλιν διὰ τὸ κεχρῖσθαι δι' ἡμᾶς. Οὐκοῦν οὐ γυμνὸν ἔτι πρὸ τῆς ἐνανθρωπήσεως, τὸν ἐκ Θεοῦ Πατρὸς ὄντα Λόγον, ἀλλ' ἐν σαρκὶ γεγο νότα, καὶ Ἰησοῦν καὶ Χριστὸν ἀποκαλεῖ, περὶ αὐτοῦ τέ φησιν ἐνδοιασμοῦ τινος δίχα, ὡς, "Ἦν χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." εʹ. Ἀλλ' ἴσως ἀναφανεῖταί τις τῶν ἑτεροδοξεῖν εἰωθότων, καὶ τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸν ἰὸν ἐρευγόμενος, Οὐκ ἐν ἐσχάτοις, εἰπέ μοι, καιροῖς ἐγε νήθη Χριστὸς, ὦ οὗτος; ἀνακεκράξεται. Πῶς οὖν ἦν διαπαντὸς, καὶ πρὶν γεννηθῇ; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς τοὺς περὶ τῆς ἀληθείας ἀντεξάγοντες τοὺς λόγους, Συναγορεύσεις τοῖς παρ' ἡμῶν, ἄνθρωπε, τοῦτο λέγων, ἀναβοήσομεν. Πῶς γὰρ ἂν ὁ Πνευματο φόρος, καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, τὰ τοῦ ζῶντός τε καὶ ὄντος ἀεὶ Λόγου, τῷ ἐν τελευταίοις 77.569 τεχθέντι καιροῖς ἐχαρίσατο ναῷ, εἰ μὴ δυσσεβὲς ἡγεῖτο τὸ διατεμεῖν, καὶ μετὰ τὴν ἐνανθρώπησιν τὸν ἕνα καὶ μόνον καὶ ἀληθῶς Υἱὸν ἀπενάρκησε διελεῖν εἰς δύο; Τὰ δὲ ἰδικῶς τε καὶ φυσικῶς προσόντα τῷ Λόγῳ, καὶ πρὸ σαρκὸς, ταῦτα πάλιν αὐτῷ καὶ ἐν σαρκὶ γεγονότι προσάπτει, οὐχ ἕτερον εἰδὼς γεγονότα διὰ τὴν σάρκα, ἀκέραιον δὲ φυλάττων αὐτῷ καὶ ὅτε γέγονεν ἄνθρωπος τῆς θεότητος τὸ ἀξίωμα. Καὶ μὴ θαυμάσῃς, ἄνθρωπε, τὴν τοῦ Παύλου φωνήν. Οὐ γὰρ τῶν τῆς εὐσεβείας κατατυραννήσας δογμάτων, καὶ εἰς τὸ δοκοῦν ἁπλῶς κατατείνας, τὰ τοιαῦτά φη σιν, ἀλλ' ἐξ αὐτῶν τῶν τοῦ Σωτῆρος πεπαιδευμένος ῥημάτων. Τί γὰρ ἔφη πρὸς τὸν Νικόδημον, εἰ βούλει μαθεῖν, ἔξεστι μὲν ἐντυχόντι τοῖς Εὐαγγελίοις ἰδεῖν· ἐρῶ δ' οὖν ὅμως, διὰ τὸ πᾶσι λυσιτελοῦν· "Εἰ γὰρ τὰ ἐπίγεια, φησὶ, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια, πιστεύσετε;" καί· "Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου." Ποτὲ δὲ πάλιν τοῖς Ἰουδαίοις προσλαλῶν διετείνετο, καὶ ἐπεδείκνυ σα φῶς, ὡς ἀμέτοχοι παντελῶς μενοῦσι τῆς αἰωνίου ζωῆς, τῆς μυστικῆς εὐλογίας οὐκ ἀπογευσάμενοι· χαλεπῶς δὲ πρὸς τοῦτο διακειμένοις, καὶ ἀπελθοῦσιν εἰς τὰ ὀπίσω, καθὼς γέγραπται, πάλιν φησὶ, τὴν ἐντεῦθεν εἰς οὐρανοὺς προδιδάσκων ἀποδημίαν· "Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότε ρον;" Καίτοι, ὅλον γὰρ αὖθις ἀναλήψομαι τὸν λόγον, γεγέννηται μὲν ἐπὶ γῆς, διὰ τῆς ἁγίας Παρθένου, τὸ κατὰ σάρκα· κατέβη δὲ ὁ Θεὸς Λόγος ἐξ οὐρανοῦ. Πῶς οὖν ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν τοῦ ἀνθρώπου καταβῆναί φησιν; πῶς δὲ καὶ αὖθις, ὅπου πρότερον ἦν ἀνελεύσεσθαι λέγει; Ὁρᾶς οὖν ὅπως ἀδιαστάτῳ τε καὶ ἀδιορίστῳ περισφίγξας ἑνότητι τῆς ἀποῤῥήτου συνόδου τὸν Λόγον, ἕνα καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς παρ' ἡμῶν ὁμολογεῖσθαι βούλεται Χριστόν; ∆ιὰ γάρτοι τοῦτο, κατὰ φύσιν καίτοι ἀπὸ γῆς οὖσαν τὴν σάρκα ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβῆναί φησιν, ἀνελεύσεσθαι δὲ καὶ εἰς οὐρανοὺς ὅπου τὸ πρότερον ἦν. Τὸ γὰρ ἐνὸν αὐτῷ κατὰ φύσιν τῇ ἱδίᾳ σαρκὶ περιτίθησιν, ὡς οὐκ ὢν ἕτερος παρ' αὐτὴν, ὅσον εἰς ἑνότητα τὴν ἐκ τῆς οἰκονομίας. Καὶ οὐκ ἀναιρήσομεν διὰ τὸ εἰς ἄκρον ἑνοῦν τὰ ἀνόμοια κατὰ τὴν φύσιν· τὸ ὑπάρχειν μέντοι κατ' ἴδιον λόγον τὸ ἀπαύγασμα τοῦ Πατρὸς, ἕτερον δὲ πάλιν τὸ ἀπὸ γῆς σαρκίον, ἤτοι τελείως τὸν ἄνθρωπον· ἀλλὰ καὶ οὕτω ταῦτα διεγνωκότες, καὶ μόναις διελόντες ταῖς ἐννοίαις τὸν ἐφ' ἐκάστῳ λόγον, ἀδιαστάτῳ πάλιν ἑνότητι πε ρισφίγξομεν. "Σὰρξ γὰρ ὁ Λόγος ἐγένετο," κατὰ τὸν ἅγιον εὐαγγελιστὴν, οὐκ εἰς σάρκα μεταβεβλημένος, οὐ γὰρ τοῦτό φησιν, ἀντὶ δὲ τοῦ ἄνθρωπος ὁλοκλήρως εἰπεῖν τὴν σάρκα ὠνόμασεν. 77.572 ϛʹ. Οὐκοῦν, ὡς ἔφησεν ἐν ἰδίοις συγγράμμασι καὶ ὁ πανεύφημος ἡμῶν πατὴρ καὶ ἐπίσκοπος Ἀθανά σιος, ὁ τῆς ὀρθοδόξου πίστεως κανὼν ἀδιάστροφος, δύο πραγμάτων ἀνομοίων κατὰ τὴν φύσιν ἐν ταὐτῷ γέγονε σύνοδος, θεότητος δηλονότι καὶ ἀνθρωπότητος. Εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ ἄῤῥητος μέν πω ἦν, καὶ ἀπερινόητος ὁ τῆς ἀνακράσεως τρόπος παν τελῶς· πίστει δ' οὖν ὅμως παραδεκτὸν τοῦ μυστη ρίου τὸ βάθος. Τὰ γὰρ ὑπὲρ νοῦν καὶ σύνεσιν τὴν ἐν ἡμῖν, περιεργίᾳ μὲν οὐδαμῶς, πίστει δὲ μόνῃ θαυ μάζεται. Ἐπειδὴ τοίνυν οὐκ ἀλλοτρίαν ἡγεῖτο τὴν σάρκα, ἴδιον δὲ μᾶλλον αὐτὴν ἐποιεῖτο ναὸν, καὶ ἄνθρωπος γεγονὼς, προσκυνεῖται δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων· "Ὅταν γὰρ, φησὶν, εἰσάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυ νησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Πυθοίμην ἂν ἔγωγε καὶ λίαν ἡδέως τῶν ἑτεροδοξεῖν ἀσυνέτως τετολμηκότων, καὶ χωριζόντων μὲν, ὡς αὐτός πού φησιν ὁ Σωτὴρ, "ἃ συνέζευξεν ὁ Θεὸς," δύο δὲ εἶναι Χριστοὺς καὶ δύο Υἱοὺς οἰομένων, εἴπερ τινὲς ὅλως εἰσὶ, κατὰ τίνα δὴ τρόπον ἁρμόσει καλῶς τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ὄντι Λόγῳ, πρὸ τῆς ἐνανθρωπή σεως τὸ καλεῖσθαι πρωτότοκον. Πῶς γὰρ ἔτι μονογε νὴς, εἰ πρωτότοκος; Εἰ μὲν γάρ ἐστι μονογενὴς, οὐκ ἂν εἴη πρωτότοκος· ἀλλ' ἔστι κατὰ ταυτὸν ἀμφότερα Χριστὸς, καὶ οὐκ ἄν τις εἰς δύο καταδιελὼν τὸν ἕνα καὶ μόνον Υἱὸν, ἑνὶ μὲν ἀναθήσει τὸ, πρωτότοκος, θατέρῳ δὲ τὸ, μονογενής. Εὑρήσει γὰρ ὅλην αὐτῷ μαχομένην τὴν θεόπνευστον Γραφήν· ἄμφω γε μὴν ἐπὶ Χριστοῦ κυρίως εὑρήσομεν. Ἐπεὶ "πρωτότο κος" μὲν, ὡς ἄνθρωπος "ἐν πολλοῖς ἀδελφοῖς·" μονογενὴς δὲ πάλιν, ὡς Λόγος ἐκ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ὡς ὁ Παῦλός φησι· "Εἶς Θεὸς, καὶ εἷς με σίτης Θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς." Ἕνα γὰρ καὶ αὐτὸν εἰδὼς τὸν Χριστὸν, κἂν ποτὲ μὲν ὡς Λόγος, ποτὲ δὲ πάλιν ὡς ἄνθρωπος, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν εἰσφέρηται, πάλιν ἐπιστέλ λει περὶ αὐτοῦ· "Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκλησίας, ὅς ἐστιν ἐν ἀρχῇ πρωτότοκος ἐκ τῶν νεκρῶν." Ὁρᾷς δὴ πάλιν, ὅπως ἡμῖν ἀναμίξας τοῖς θεοπρεπέ σιν ἀξιώμασι τὰ τῆς ἀνθρωπότητος ἴδια, τὸν αὐτὸν εἶναί φησι, καὶ εἰκόνα τοῦ ἀοράτου Πατρὸς, ἀπαύ γασμα γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐ τοῦ, καὶ πρωτότοκον τῆς κτίσεως ἀποκαλεῖ, καὶ Θρόνων μὲν καὶ Κυριοτήτων, καὶ πάντων ἁπαξαπλῶς δημιουργὸν ὁμολογεῖ. Τὸν αὐτὸν δὲ πάλιν πρωτότοκον 77.573 ἐκ τῶν νεκρῶν εἶναί φησι. Καίτοι καθὸ πέφηνεν ἄνθρωπος ἐν ὑστέροις τοῦ αἰῶνος, πῶς ἂν εἴη πρὸ πάντων; φορέσει δὲ πῶς τοῦ δημιουργοῦ τὸ ἀξίωμα; ἢ κατὰ τίνα τρόπον εἰκὼν ἔσται τοῦ ἀοράτου Θεοῦ; Ἀνθρώπῳ δὲ πάλιν οὔπω γεγενημένῳ, κατὰ τίνα προσέσται λόγον τὸ, πάσης κτίσεως εἶναι πρωτότο κον, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν; Ὅνπερ γὰρ τρόπον οὐκ ἀνθρώπῳ νοοῖτο πρέπειν τὸ δημιουργεῖν θεοπρεπῶς, οὕτως ἀλλότριον τὸ τεθνάναι Θεοῦ· ἀλλ' ἑνὶ καὶ τῷ αὐτῷ περιτιθεὶς ὁ Παῦλος ἀμφότερα φαί νεται. Οὐχ ἕτερον ἄρα καὶ ἕτερον οἶδεν Υἱόν· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν, καθάπερ οὖν ἀμέλει καὶ ὁ μακά ριος προφήτης Ἡσαΐας τοιοῦτό τι περὶ Χριστοῦ φρονῶν καὶ λέγων εὑρίσκεται· "Καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις· καὶ ἔσονται δοῦλοι, καὶ προσκυνήσουσί σοι. Καὶ ἐν σοὶ προσεύξον ται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ." Ἀκούεις πῶς "Σοὶ, φησὶ, προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξονται, καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ;" Ἐροῦσι δὲ ταῦτα, καὶ τὸν ἐν ᾧ κατῴκησεν εἰδότες ναὸν, καὶ τὸν ἐνοικήσαντα Λόγον οὐκ ἀγνοήσαντες, προσκυνοῦσί γε μὴν οὐ τὸν ἐνοικήσαντα μόνον ἀποδιελόντες τοῦ προβλήματος τῆς σαρκός· ἀλλ' ἕνα τὸν ἐξ ἀμφοῖν ἀῤῥήτως κεκερασμένον. Κατῴκησε μὲν ὁ Θεὸς Λόγος ἐν ἰδίῳ ναῷ, τῷ ἐκ γυναικὸς ἀναληφθέντι σώματι, ψυχὴν ἔχοντι τὴν λογικήν· ἀλλ' εἰς τὴν οἰκείαν ἀνε στοιχείωσε δόξαν τὸ ἀναληφθέν. ∆ιὰ γάρ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.