Festal Letters Logos 9 opening
Logos 9.
Paschal Logos 9: festal exhortation and theoria toward the passion and resurrection.
Greek
ΛΟΓΟΣ Θʹ.}1 αʹ. Ἄρα πάλιν ἡμᾶς τὰ λαμπρὰ τῆς ἁγίας ἑορτῆς ἀναδεκνύντας συνθήματα, μέγα τι καὶ διαπρύσιον ἀνα κραγεῖν· "Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ." Ἥκει γὰρ, ἥκει καὶ εἰσαῦθις ἡμῖν διὰ τῆς ἐτησίου περιστροφῆς ὁ τῆς νηστείας καιρός. Καθάπερ ἐξ ἑῴων ἄρτι κλι μάτων ἡλίου μὲν γῆς ὑπερύπτασθαι λαβόντος ἀρ χὴν, εἴσω γε μὴν ἔτι τὴν αἴγλην ὠδίνοντος, αἱ λαμ πραὶ τῶν ἀκτίνων προσανίσχουσι βολαὶ, τὴν ἐκ τοῦ σκότους μετατιθεῖσαι κατήφειαν εἰς ἡδὺ γελῶσαν εὔχροιαν, καὶ ὄψιν· τὸν [αὐτὸν], οἶμαι, τρόπον τῆς θείας ἡμῶν ἑορτῆς περιαγγελλομένης ἤδη καὶ προσλάμπει αὐτῆς τὸ σεμνὸν δὴ τοῦτο τῆς Ἐκκλησίας ἀνα πειθούσης κήρυγμα, διαλευκαίνεταί πως τῆς ἑκάστου διανοίας εἰς φαιδροτέραν ἕξιν τὸ κήρυγμα· καί μοι δοκεῖ, φαίην δ' ἂν ἴσως, οὐκ ἀπὸ σκοποῦ, μέλλοντά πως ἔτι καὶ καταιτιᾶσθαι τάχα τὸν τοῦ σταδίου καιρόν. Ἀλύει δὲ, ὡς εἰκὸς, καὶ βαρύνεται φιλεργὸς ὢν ὁ νοῦς, ὅτι μὴ συνειστρέχοντας τῷ κηρύγματι τοὺς ἀγῶνας ὁρᾷ· τοιγάρτοι καὶ λίαν ὀρθῶς τὸν ἐν προ θυμίαις ὄντα ταῖς οὕτω θερμαῖς, ἵππῳ πολεμιστη ρίῳ τὸ τῆς θεοπνεύστου Γραφῆς παρεικάζει λόγιον, ὡδί πως ἔχον· "Πόῤῥωθεν ὀσφραίνεται πολέμου, σὺν αἵματι καὶ φωνῇ." Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, καὶ ὁ πάνδεινος τοῦ πολέμου κρότος, καὶ κτύπος ἐνόπλιος, καὶ σιδήρου στίλβοντος ὄψις, καὶ τῶν ἐν μάχῃ σαλπίγγων οὐκ ἐλευθέρα δείματος ἠχὴ, πρὸς τὸν ἐπὶ τῷ πολέμῳ παρεγείρει πόθον· ἀνδρὸς δὲ ὁσίου ψυχὴν εἰς ἀγῶνα παραθήγει τὸν θεῖον λόγος τῶν καλ λίστων εἰσηγητικὸς, καὶ εἰς φιλόθεον ἕξιν μάλα δια νιστάς. Λόγῳ μὲν οὖν κεχρῆσθαι τοιῷδε, λαμπρὸν, οἶμαι, τὶ τὸ χρῆμα καὶ ἀξιοζήλωτον ὁμολογήσειέ τις 77.580 ἄν. Τό γε μὴν ἐπιτηδείως ἔχοντας ἡμᾶς, εἰς τοῦτο μηδαμόθεν ὁρᾶσθαι τάχα ἄν τι καὶ δέος ἡμῖν προσ εποίησε, καὶ τριπόθητον ἔδειξε τὸ σιγᾷν (οἱ γὰρ ἑαυτῶν ἐπιγνώμονες σοφοὶ, κατὰ τὸ γεγραμμένον), εἰ μὴ θεῖος ἡμᾶς ἐπὶ τὸ χρῆναι λαλεῖν ἀντεσόβει νό μος. "Ἱερεῖς γὰρ, φησὶν, ἀκούσατε, καὶ ἐπιμαρτύ ρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ." Χρὴ δὲ δή τι διαπυνθάνεσθαι μὲν ἡμᾶς· ἐπιμαρτύ ρασθαι δὲ τῷ οἴκῳ Ἰακὼβ, δι' ἑτέρου προφήτου κε χρησμῴδηκε, λέγων· "Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοι κοῦντας τὴν γῆν εἰς οἶκον Κυρίου Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς." Οὐ γὰρ δή που φαίη τις ἂν, ὡς ἀνίπτοις ἰέναι ποσὶν ἐπὶ τὴν εἴσω θέμις σκηνήν· προκεκαθαρμένους δὲ μᾶλλον διὰ πάσης ἐπιεικείας· καὶ τοῖς ἐξ ἀσκήσεως πόνοις τὰ ἐπὶ τῆς γῆς νεκρώσαντας μέλη, τότε δὴ, τότε τῶν θείων ἐπέκεινα καταπετασμάτων ἐπείγεσθαι δεῖν, τὸ βαθὺ τοῦ Σωτῆρος ἡμῶν περισκεπτομένους μυστή ριον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς ἄνωθεν ἡμῖν εὐλο γίας πλουσίως μεταλαχεῖν, μὴ οὐχὶ δρᾷν ἑλομένοις, καὶ μάλα προθύμως, τὰ τῇδε διηγγελμένα. Ταῦτα τῷ λόγῳ πρὸς τὸ παρὸν ἡ πρόφασις ἐκ νομικῶν συνθημάτων στρατηγεῖν μὲν, καὶ συνοπλίζεσθαι τοῖς ἁγίοις μαχηταῖς ἐπιτεταγμένοι, πανηγυραρχεῖν δὲ τοῖς ἑορτάζουσι, καὶ συμπαρεῖναι μυσταγωγόν. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Αὐτὸς ὁ πάντων ∆εσπότης, οὕτω πρὸς ἡμᾶς διὰ Μωσέως εἰπών· "Ἐὰν δὲ ἐξέλ θῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναν τίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξι· καὶ ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνά μνησις ἐναντίον τοῦ Θεοῦ ὑμῶν." βʹ. Καὶ σκιὰν μὲν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, και ροῦ πρὸς μάχην ἐπείγοντος, τοὺς ἱερᾶσθαι λαχόντας κεχρῆσθαι δεῖν ἐπιτάττει ταῖς σάλπιγξιν, ὑψηλὸν δὲ καὶ ὑπέρτονον ἰέντας ἠχὴν, εἰς ἀνδρείας ἀνάμνησιν ἐγείρειν τὸν ὁπλιτεύοντα· τοῖς γε μὴν ἑορτάζουσι, τὸν ταῖς θυμηδείαις πρέποντα ποιεῖσθαι ῥυθμόν. Οἱ δὲ τὰ ἐκ τῆς ἐντεῦθεν σκιᾶς εἰς τὴν τῆς ἀληθείας μετα πλάττοντες δύναμιν, ἀντὶ τῆς ἀρχαίας ἐκείνης σάλ πιγγος, καὶ ἀχρείου καταβοῆς, τὸν διδασκαλικὸν ἐπι τηδεύομεν λόγον, παρορμῶντα μὲν εἰς εὐτολμίαν τὴν σώφρονα τοὺς τοῖς τῆς σαρκὸς κινήμασιν ἀντιπαρεξ άγοντας τὴν ἐγκράτειαν, καταστρατευομένους δὲ τῶν οἰκείων παθῶν, καὶ τοῖς τῆς δικαιοσύνης ὅπλοις ἐναρμόσασθαι δεῖν ἑλομένους· τοῖς γε
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.