Festal Letters (Paschal Homilies) · §logos09-rem-early

Logos 9 rem early

Rem early: Logos 9; festal historia and call to virtue.

Greek

μὴν οὖσιν ἐν 77.581 εὐπαθείαις καὶ πνευματικοῖς ἀναθήμασι, τὴν ἁπάν των βασιλίδα φύσιν ἀντιγεραίρουσιν, συνανασκιρτᾷν εἰωθότα, καὶ τοῦ Σωτῆρος ἡμῶν τὰ παντὸς ἐπέκεινα θαύματος εὐφημεῖν κατορθώματα. Ἠρινὸς μὲν οὖν ἐστιν ὁ παρὼν καιρός· καί μοι δοκεῖ πολλοῖς ἂν αὐτὸν δύνασθαι καταστέψαι λόγον τὸν εὐτρόχῳ μὲν γλώττῃ, νῷ δὲ τῷ παναρίστῳ διαπρεπεῖ. Νῦν μὲν γὰρ ἀμειδῆ τοῦ χείματος ὄψιν, οἷά τινα κόνιν ἀπονιψάμενος, καθαροῖς ἡλίοις διαφαιδρύνεται, ὄρεσι δὲ καὶ νάπαις, δρυμοῖς τε καὶ λόχμαις ἀπονέμει πάλιν τὸ ἐν τῷ καλλίστῳ γενέσθαι σχήματι. Ἀνηβάσκει γὰρ ἤδη καὶ νεογονεῖ φυλλάδι περιανθίζεται. Καὶ χαίρων μὲν ὁ ποιμὴν, ἡδέα διασυρίζει, καὶ λιγυρὸν ἀνιεὶς ἐκ καλάμου τὸ μέλος, εἰς εὐανθῆ καὶ ἀρτιφυῆ κα τανεύεσθαι πόαν, τὴν ἀγέλην ἀφίησι· σκαίρουσαν δὲ τὴν δάμαλιν ὁμοῦ τῇ τεκούσῃ χλοηφορεῖν ἐπεί γει βουκόλος. Καὶ ἀμπέλων μὲν ἄρτι νέοι τρέχουσι κλῶνες, καθάπερ τισὶ δακτύλοις ταῖς τῶν ἑλίκων προσεκδρομαῖς τῶν δονάκων ἐπιδραττόμενοι, καὶ τοῖς παραπεπηγόσι τῶν φυτῶν ἐπιθρώσκοντες. Ἀεὶ γὰρ αὐτοῖς πρὸς ὕψος ἰέναι φίλον, ἵνα τὸ λαμπρὸν τῶν βοτρύων διαφαίνηται κάλλος. Λειμῶνές γε μὴν τῇ τῶν ἄνθεων εὐωδίᾳ πολυτρόπως εὐωδιάζοντες, τῇ συνήθει δωρεᾷ τοὺς γηπονοῦντας εὐφραίνουσι. Προσθείη δ' ἄν τις τούτοις μυρία ἕτερα τὸν ἀνθοκο μεῖν εἰωθότα κατασεμνύνων καιρόν. Ἀλλ' οὐδὲν, οἶ μαι, πολὺ τὸ τούτοις αὐτὸν ἀγλαΐζεσθαι μόνοις, τὸ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ἀξιώτερον, ἐκεῖνό ἐστι. Συνανέβη γὰρ τοῖς φυτοῖς καὶ ἡ πάντων τῶν ἐπὶ τῆς γῆς ἡγεμονεύουσα φύσις, φημὶ δὲ τὸν ἄνθρωπον. Ἠρι νὸς γὰρ ἡμῖν εἰσκομίζει καιρὸς τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν, δι' ἧς οἱ πάντες ἀναμορφούμεθα εἰς καινότητα ζωῆς, τὴν ἐπείσακτον τοῦ θανάτου διαδράντες φθοράν. Ἦν γὰρ δὴ καὶ ὄντως ἀπίθα νον, φυτῶν μὲν εἴδη καὶ γένη πρὸς τὴν ἀρχαίαν ὄψιν ἀνακομίζεσθαι, δυνάμει τοῦ πάντα ζωογονοῦντος Θεοῦ, κεῖσθαι δὲ ἄπνουν, οὐδεμιᾶς ἄνωθεν λαχόντος φροντίδος, δι' ὃν καὶ ἡ τῶν φυτῶν ἐξεύρηται γέννησις. Συντρέχει τοίνυν καθ' ἕνα τοῦτον ἡμῖν τὸν καιρὸν, τὸ τοῖς ἄλλοις ἅπασι τὴν ἁπάντων κρείττονα τῶν ἐπὶ γῆς συνανακαινίζεσθαι φύσιν· δημιουργὸς δὲ τούτου Χριστός. Καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ δι' ἑνὸς ἐφώνει τῶν προφητῶν· "Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεὸς ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινίσει σε ἐν τῇ ἀγαπήσει αὑτοῦ." Ἐν γὰρ τῷ καιρῷ τῆς εἰς ἡμᾶς ἀγαπήσεως, τουτέστιν, ὅτε δι' ἡμᾶς γέγονεν ἄνθρωπος, πρὸς καινότητα ζωῆς ὅλην ἐν ἑαυτῷ ἀναμορφώσας τὴν φύσιν, καὶ εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἀναστοιχειώσας, ὡς Θεὸς, ἔαρ μὲν ἡμῖν ἔδειξε νοητὸν, ψυχικοὺς δὲ ὄντας, διὰ τὴν πάλαι κρατήσασαν ἁμαρτίαν, πνευματικοὺς ἀπέδειξε δι' εὐσέβειαν. Καὶ εἴ τῳ μανθάνειν ἡδὺ, καὶ τέθειται περισπούδαστον, καὶ εἰδέναι σαφῶς, τί μὲν εἴη τὸ ἐξ ἀμφοῖν παραδηλούμενον, ποδαπὴ δὲ καὶ ὅσια τῶν 77.584 ὀνομάτων ἡ διαφορὰ, παρήσω λέγοντα Παῦλον· "Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶ ναι ὅτι πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρί νεται." Οἱ μὲν γὰρ ἀδιακρίτως εἰς ἅπαν ἁπλῶς χω ρεῖν μελετήσαντες τὸ ἀναβαῖνον εἰς νοῦν, καὶ ταῖς τῆς ψυχῆς ἐπιθυμίαις πάντα κάλων ἀνέντες, ἀφορή τως ἔχουσι περὶ τοὺς τοῦ Πνεύματος νόμους σωφρο νεῖν ἀναπείθοντας, εὐφυᾶ τε καὶ τετορνευμένον ἐπ ασκῆσαι τὸν βίον. Οἱ δὲ τοῖς τοῦ Πνεύματος νόμοις τὸ χρῆναι νικᾷν ἐπιτρέποντες, εἰς οὐδὲν ἀπερισκέπτως τῶν πρακτέων οἰχήσονται, τὸ δὲ πεφυκὸς ὠφελεῖν ἀεὶ δοκιμάζοντες, καὶ προτάττοντες μὲν τῶν ἡδέων τὸ λυσιτελές· κατόπιν δὲ τοῦ συμφέροντος τὸ μὴ οὕτως ἔχον τιθέναι σπουδάζοντες, ὑπ' οὐδενὸς κατα κρίνονται, πάντα δὲ μᾶλλον διακρίνουσιν αὐτοί. Τίς γὰρ, εἰπέ μοι, τῶν οὕτω ζῇν ᾑρημένων, ὡς πονηρὸς εἴη λέγων, οὐχὶ τῆς ἰδίας μᾶλλον καταψηφιεῖται κα κίας, καὶ τὰ πάντων αἴσχιστα τῆς ἑαυτοῦ καθοριεῖ κεφαλῆς. Τὸ γὰρ, οἶμαι, κακοῦν ἀσυνέτως ἀποτολ μᾷν, οἷς περ ἂν μᾶλλον θαυμάζεσθαι πρέποι, τῆς ἐσχάτης φαυλότητος ἀπόδειξιν ἔχειν, καὶ ὁ τοῖς οὕτως αἰσχροῖς συναγορεύειν οὐ παραιτούμενος, αὐτὸς μάρ τυς τῆς ἑαυτοῦ βδελυρίας εἰσρήσεται [ἴσ. εὑρ]. ∆ι' ὧν γὰρ ἔγνω τιμᾷν ἃ χρῆν ἐλέγχειν ὡς πονηρὰ, διὰ τούτων αὐτῶν, ὅτι μὴ πέφυκεν εἶναι χρηστὸς ὁμολογήσει λαμπρῶς. Ἀῤῥώστημα δὲ τῶν ἄλλων ἔλαττον οὐδε νὸς, καὶ τοῦτο ὑπάρχειν ἡ θεία διορίζεται Γραφὴ, τὸ μὴ δύνασθαί φημι διακρίνειν ὀρθῶς τῶν πραγμάτων τὰς φύσεις. "Οὐαὶ γὰρ, οἱ λέγοντες, φησὶ, τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος." Οὕτω γὰρ, οἶμαι, ῥᾳδίως διέλοι τις ἂν τῶν αἰσχρῶν τὰ βελτίονα, ἀταλαίπωρόν τε τὴν ἐπ' ἀμφοῖν ποιήσεται κρίσιν, ὡς εἰ καὶ φωτὸς καὶ σκότους ποιοῖτο τῷ λόγῳ διαφοράν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς εἰς τοῦτο παροινίας κατωλισθηκόσιν, ὡς καὶ τὰ λίαν εὐσύνοπτα συγχεῖν, καὶ τῷ μὲν φωτὶ τὸ τοῦ σκότους ὄνομα, τῷ δ' αὖ σκότῳ τὸ τοῦ φωτὸς ἀπονέμειν οὐκ ἐρυθριᾷν. Ἀλλ' οὐχὶ τῶν ἀγαθῶν καὶ τῶν πνευματικῶν φαίη τις ἂν τὰ τοιαῦτα ἀῤῥωστή ματα· ψυχικῶν δὲ μᾶλλον καὶ πονηρῶν· Ἡδοναῖς γὰρ ταῖς τοῦ παρόντος βίου τὸν νοῦν ἔχοντες τυραν νούμενον, ἀφεστᾶσι τοσοῦτον τοῦ δρᾷν ἐθέλειν τὸν ἀγαθὸν, ὡς καὶ ὅ τί ποτέ ἐστιν ἀγνοῆσαι λοιπόν. Ἐπειδὴ δὲ οὐ κατ' ἐκείνους ἡμεῖς φιλόθεοί τε ὄντες καὶ πνευματικοὶ, παραστήσωμεν ἑαυτοὺς ὡσεὶ ἐκ νεκρῶν ζῶντας τῷ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθα νόντι, καὶ ἐγερθέντι Χριστῷ, καὶ ὡς ὁ θεῖος ἡμῖν ἐπιτάττει Παῦλος· "Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν·" μὴ περιελκόμενοι πρὸς ἀλλοκότους ἡδονὰς, μηδὲ ἐξιτήλοις ἐπιθυμίαις, καθάπερ εἰς βά ραθρόν τινα χώραν ἀποδημοῦντες τὴν ἁμαρτίαν· ἀλλ' εἰς τὴν τῶν ἁγίων καλλίπολιν ἀποβλέποντες τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν, διὰ 77.585 πάσης ἐπιεικείας καὶ νήψεως τὸν οἰκεῖον καταφαι δρύνωμεν βίον· ὀρθῇ δὲ πρὸς τούτοις καὶ ἀνενδοιάστῳ τῇ πίστει τὸν ἑαυτῶν ∆εσπότην ἀντιτιμήσωμεν, τὸ γεγραμμένον ἔχοντες εἰς νοῦν· "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου." Ἅπαν δὲ ἡμᾶς τὸ τῆς ἀγαπήσεως μέτρον ἀνατιθέναι προστάττων διαμοιρηθὲν οὐδαμῶς ἢ ἐφ' ἕτερόν τι παρηλκυσμένον, ὁλοκλήρῳ τῇ πίστει κελεύει τιμᾷν, μηδαμῆ νοοῦντας τὸ ἐν πίστει βραχὺ, καὶ ἀτελὲς εἰς εὐσέβειαν· ἤγουν ἀπονέμοντάς τι καὶ δόξης ἀγαθῆς τοῖς οὐκ οὖσι θεοῖς. Τοιγάρτοι καὶ ἐπι φέρει λέγων· "Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ." Τὸ γὰρ εὔκολον εἰς ἀπόστασιν καὶ παρατρο πὴν, καὶ ἐφ' ἃ μὴ θέμις εὐπάροιστον, μικροψυχίας μὲν ἁπάσης ἀπόδειξιν ἂν ἔχοι σαφῆ, καταγέλαστον δὲ καὶ ἐν τοῖς μηδενὸς ἀξίοις ὁρᾶσθαι ποιεῖ. γʹ. Καὶ ὅτι μὲν τοῖς εἰς τελείαν ἕξιν, διὰ τῆς εἰς ἄκρον συμπαθείας ἐξησκημένοις κατειθισμένοις τε ἤδη τῆς στερεωτέρας ἀναπίμπλασθαι τροφῆς, οὐ σφόδρα λαλοῦμεν ἔν γε τῷ παρόντι τὰ ἀναγκαῖα συνίημι κἀγώ· "Στοιχεῖα γὰρ ταῦτα καὶ ἀρχαὶ τῶν λογίων τοῦ Θεοῦ," κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἀλλ' οὐκ εἰς μακρὰν μὲν ἐκείνης τὰ συνήθη διαλέξομαι, συγγνώμην δὲ ἔχειν εἰς τὸ παρὸν αἰτήσομαι, καὶ τοῖς τοῦ Σωτῆρος ἡμῶν ἀποκεχρήσομαι λόγοις· "Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." Ὁ μὲν γὰρ οἴκοθεν ἔχων ὑγιᾶ τὸν νοῦν, καὶ εἰ μὴ τούτων παρακαλούντων τύχοι, πάλιν οὐ δὲν ἧττον στήσεται· ὁ δὲ ἀσθενὴς τὴν καρδίαν, πολ λῆς ἂν δέοιτο τῆς ἐπικουρίας· οὐ γὰρ ἂν ἑτέρως διακρούσαιτο τοῦ πάθους τὴν ἐπήρειαν. Ἥξει δὲ ἡμῖν διὰ παραδειγμάτων ὁ λόγος. Τὰ μὲν γὰρ εὔριζα τῶν φυτῶν, καὶ περιπληθέσι τοῖς πρέσμοις καλῶς ἱδρύσθαι πεπιστευμένα, πρὸς ὕψος μὲν ἀναθρώσκει μέγα καὶ πολὺ, δι' οὐδενός τε παντελῶς ποιούμενα λόγον τὰς τῶν ἀνέμων πλεονεξίας διαπέπηγεν ἀσφα λῶς, κἂν πολλῷ καὶ ἀφορήτῳ διασυρίζουσαι ῥόθῳ ὁρμῆς περιχεῖσθαι σπουδάζωσι. Τὰ δὲ μὴ λίαν ἁδρυνθέντα τῶν ξύλων, τρυφερώτερα δέ πως ἔτι καὶ νεοπαγῆ καὶ ἄρτι τῆς αὐτὰ τεκούσης ὑπερκύπτοντα γῆς, οὐκ ὀλίγων ἂν δέοιντο τῶν ὑπορθωμάτων. Ἔνεστι γὰρ τοσοῦτον ἀσθενείας αὐτοῖς, ὅσον καὶ χρόνου σμικρότητος, σφαλερωτάτην δὲ οὕτως ἔχει τὴν στάσιν, ὡς ὑπὸ μιᾶς ἔσθ' ὅτε πνεύματος προ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.