Festal Letters (Paschal Homilies) · §logos10-rem-close

Logos 10 rem close

Rem CLOSEOUT: Logos 10 CLOSEOUT.

Greek

υ δοτῆρα Θεὸν, οὐχ ἁπλῶς ἁγιάσαι πᾶν πρωτότοκον εἰπεῖν, προσ θεῖναι δὲ, ὅτι προσήκοι τὰ ἀρσενικά. Τοῦ γὰρ δὴ χάριν ἀνίερόν τέ ἐστι, καὶ οὐχ ἁγιάζεται τὸ θῆλυ, κἂν ὑπάρχῃ πρωτότοκον, ἀλλ' εἰ μή πω φάναι δο κεῖ πάλιν ἐρῶ, καιροῦ πρὸς τοῦτο καλοῦντος καὶ χρείας. Μόριον ὥσπερ τι τῆς νοουμένης μορφῆς ἐν τῇ θείᾳ τε καὶ ἀκαταλήπτῳ φύσει τὸ ἀνδρῶδες ἐφ' ἅπασι καὶ νεανικὸν θεωρήσομεν, τὸν τῆς διανοίας ἐπερείδον τες ὀφθαλμόν. Τοιαύτη γάρ πως ἡ τῆς θεότητος φύσις, εἴκουσα μὲν τῶν ὄντων οὐδενὶ, νικῶσα δὲ μᾶλλον, καὶ κατὰ πάντα ἀνδριζομένη τοῦ κεκλημέ νου πρὸς γένεσιν, ἐῤῥωμενεστάτη δὲ σφόδρα, καὶ ὡς οὐκ ἔστιν εἰπεῖν, πρὸς τὴν τῶν ἰδίων ἔργων κατ όρθωσιν. Σύμμορφος οὖν ἄρα Χριστῷ νοοῖτο ἂν εἰ κότως ὁ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς οἱονεί τις ἀρσενό φρων καὶ νεανικός· οὐ τοιοῦτός γε μὴν, ὁ θήλειαν ἔχων, ἵν' οὕτως εἴπω, τὴν φρένα, μαλθακήν τε καὶ εὐκαταγώνιστον. ∆ειλὸν γὰρ καὶ ἀδρανὲς, καὶ πρὸς μάχην καὶ εὐτολμίαν ἀπειρηκὸς τὸ θηλειῶν ἐστι γέ νος. Εἰκόνα δέ σοι τοῦ πράγματος παραθήσω πάλιν ἀπὸ τῆς Μωσέως συγγραφῆς. Ἔφη τοίνυν ὅτι τῶν Αἰγυπτίων ὁ τύραννος, εἰς τύπον τοῦ διαβόλου κείμε νος παρὰ τῇ θείᾳ Γραφῇ, κατὰ τῆς τῶν Ἑβραίων ὠδῖνος ὡπλίζετο, καὶ τοῖς ἔτι κατὰ νηδύος μαχόμε νος, ἀναιρεῖσθαι παραχρῆμα διετύπου τὰ γεννώμε να, καὶ φωτὸς ἄρτι πρὸς πεῖραν ἐρχόμενα. Τὸ δὲ τῆς ὠμότητος σύνθημα μετὰ τῆς αὐτῷ πρεπούσης ἐγράφετο τέχνης. Ζωογονεῖσθαι μὲν γὰρ τὸ θῆλυ, τό γε μὴν ἄρσεν ὕδασι καὶ τέλμασιν ἐναποπνίγεσθαι δεῖν ὁ μιαιφόνος ἐνομοθέτει. Ποῖ οὖν ἄρα καὶ τοῦτο ἡμῖν κατασημαίνει τὸ θεώρημα; Τί δὲ τοῖς εὐμα θεστέροις παρέσται νοεῖν; Ἡδέα γὰρ τῷ διαβόλῳ τὰ μαλθακά τε καὶ ἄνανδρα καὶ ἐκτεθηλυμένα φρο νήματα· διὸ καὶ εἰς αὖξιν ἰέναι τὸ θῆλυ παραχω ρεῖ, πλεονεκτηθήσεσθαί ποτε παρ' αὐτῶν οὐ προσ δοκήσας ὁ πονηρός. Πολεμιώτατον δὲ καὶ πρὸς τὸ νικᾶσθαι σκληρόνουν ἡγεῖται τὸν ἄρσενα· ὃν καὶ τοῖς τῆς ἀληθείας ἐντρεφόμενον λόγοις, εἰ πρὸς μέ τρον ἡλικίας ἀναδράμοι τῆς ἐν Χριστῷ, καὶ "εἰς ἄνδρα τέλειον" αὐξήσει, κατὰ τὸν Παῦλον, ἔσεσθαι 77.624 γινώσκων οὐδαμόθεν ἁλώσιμον, πρὸ ἥβης ἀπαιρεῖ. Τὸ γὰρ ἐκ νηδύος αὐτῆς, τῇ τοῦ ἄρσενος ἐπιφύε σθαι γονῇ, τί οὖν ἐντεῦθεν; Ὅτι πᾶν τὸ τίμιον παρὰ Θεῷ, βδελυκτὸν παρ' ἐκείνῳ. Κρατήσει δὲ πάντως καὶ τὸ ἐναντίον· τὸ γὰρ ἐκ τοῦ διαβόλου κατεστυγη μένον, ἐν τοῖς ἀναγκαίοις παρὰ τῷ Θεῷ· ψῆφον δὲ ὥσπερ τινὰ τὴν ἀρίστην ἐφ' ἑαυτῷ, τὴν ἐπὶ τῷ μι σεῖσθαι διαβολὴν μετὰ τῆς ἄλλης εὐκοσμίας ἀποκερ δαῖνον. Ὅτι δὲ καὶ τοῦτό ἐστιν ἀληθὲς, ἐξ αὐτῶν ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, χαλεπὸν οὐ δέν. Οὐκοῦν ἐν τοῖς καλουμένοις Ἀριθμοῖς (κατ ωνόμασται δὲ οὕτως ἓν Μωσέως βιβλίον), εὐθὺς ἐν ἀρχαῖς ἔφη που Θεὸς πρός τε αὐτὸν τὸν ἱεροφάντην Μωσέα, καὶ πρὸς Ἀαρών· "Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ (ἀρχὴν ὀνομάσας τὸν ἐκλο γισμὸν, ἤτοι τὴν ἀπαρίθμησιν), κατὰ συγγενείας, κατ' οἴκους πατριῶν, κατ' ἀριθμὸν ἐξ ὀνόματος κατὰ κεφαλὴν αὐτῶν· πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραὴλ, ἐπισκέψασθε αὐτούς." Σύνες ὅπως ἀπογράφεσθαι μὲν κελεύει τὸ ἄρσεν, καὶ τὴν ἡβῶσαν ἤδη, καὶ οἱονεὶ σφριγῶσαν ἄρτι πληθύν· "Ἀπὸ εἰκοσαετοῦς γὰρ, φησὶ, καὶ ἐπάνω." Ἀλογεῖ δὲ τοῦ θήλεος παν τελῶς καὶ μειρακιώδους ἡλικίας. Ἀπόβλητον γὰρ παρὰ Θεῷ φρόνημα τὸ ἀσθενὲς καὶ ἀτελὲς εἰς σύν εσιν. Γνωριμώτατον δὲ καὶ ἐν βίβλῳ ζωῆς καταγε γραμμένον τὸ ἀνδρῶδες ἅμα καὶ συνετὸν, ἅτε δὴ καὶ ἀρκούντως ἔχον εἰς τὸ ἤδη δύνασθαι ταῖς τοῦ διαβόλου κακουργίαις ἀντιστατεῖν. Φρονήματι γὰρ τῷ νεανικῷ παρεζευγμένη σύνεσις, πρὸς πᾶν ὁτιοῦν ἱκανὴ τῶν ὅσα προσήκει τῶν εὐσεβούντων ἐργάζε σθαι. δʹ. Οὐκοῦν (ἀνακεφαλαιώσομαι γὰρ ἀναγκαίως τὸν τοῦ λόγου σκοπὸν) συμμόρφους ἡμᾶς ἀποτελεῖ τὸ Πνεῦμα Χριστῷ· καὶ διὰ τῆς κατ' ἐνέργειαν ἀρετῆς οἱ θεῖοι δὴ πάντως ἡμῖν ἐναστράπτουσι χαρακτῆρες. Συμβήσεται δὲ καὶ τοῖς μὴ τοιούτοις τὸ ἐναντίον. Ποιή σομαι δὲ φανοτάτην τοῦ λόγου τὴν δύναμιν. Ὅνπερ γὰρ τρόπον εἰς τύπον ἀνδρείας ἐλήφθη τὸ ἄρσεν, ἀνδρείας δέ φημι τῆς νοουμένης κατὰ Θεὸν, ἣ καὶ συμμόρφους ἀποτελεῖ τῷ Χριστῷ, κατὰ τὸν αὐτὸν δὴ τουτονὶ λόγον, εἰς τύπον μαλακισμοῦ καὶ φρονήματος ἀσθε νοῦς, διαπίπτοντός τε καὶ λίαν εὐκόλως εἰς ἡδονὰς, τὸ τῆς θηλείας εἰσφέρεται πρόσωπον. Καὶ γοῦν ἡ θεία Γραφὴ αὐτήν τε τὴν ἁμαρτίαν, καὶ τοὺς τῆς ἁμαρτίας ἐργάτας, ἐν τῷ τῆς θηλείας διαπλάττει σχή ματι. Ὅνπερ γὰρ τρόπον συμμόρφους εἶναί φαμεν Χριστῷ τοὺς ἀγαπῶντας αὐτόν· οὕτω καὶ τῆς ἁμαρ τίας τὸ ἀκαλλέστατον σχῆμα ταῖς τῶν φιλαμαρτη μόνων ψυχαῖς ἐγχαράττεται. Παροίσω δὲ τὸν μακά ριον πάλιν προφήτην Ζαχαρίαν, αὐτὸ δὴ τοῦτο καὶ μάλα σαφῶς τοῖς ἀκροωμένοις ἐξηγεῖσθαι δυνάμε 77.625 νον. Λέγει γὰρ οὕτω· "Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστι; Καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον· καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμε νον. Καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου· καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔῤῥιψεν αὐτὴν εἰς μέσον τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸν λί θον τοῦ μολίβδου εἰς τὸ στόμα αὐτῆς. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκ πορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας, ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ." Ἀκούεις ὅπως ἐν σχήματι μὲν γυναικὸς ἡ ἀνομία τῷ προφήτῃ φαίνεται· αἱ δὲ πρὸς ὕψος αἴρειν αὐτὴν ἐπιχειροῦσαι ψυχαὶ, τῆς ἐνούσης αὐτῇ δυσειδείας τὸν ἴσον ἔχουσι τρόπον. Καὶ αὗται γὰρ ὁρῶνται γυναῖκες. Ἔποπός γε μὴν ἐμπεφυκέναι πτέρυγας αὐταῖς ὁ προφητικὸς ἡμῖν διϊσχυρίσατο λόγος, ἵνα διὰ τούτου τὸ ἕτοιμον εἰς ἀκαθαρσίαν, καὶ τὸ εὐπετὲς εἰς φιλοσαρκίαν τῶν ἀνοσίων ἐπι δείξῃ ψυχῶν. Ἀκάθαρτον γὰρ τὸ στρουθίον, φημὶ δὴ τὸν ἔποπα, σκωλήκων τε καὶ περισσευμάτων τῶν ἀπὸ γαστρὸς ὅτι μάλιστα βορόν. Τοιαύτη δὲ πᾶσα φιλαμαρτήμων τε καὶ φιλήδονος ὁρᾶται ψυχή. Νοῦς μὲν γὰρ ὁ καθαρὸς τοῖς τῆς ἀληθείας ἐντρέφεται λό γοις. Ἀλήθεια δὲ νοεῖται Χριστός. Ὁ δὲ γήϊνος καὶ φιλοβόρβορος, καθάπερ τινὰς σκώληκας ἕρποντας ἐν ἑαυτῷ, τὰς ἐφ' ἑκάστῳ τῶν φαύλων ἐπιθυμίας ὁρῶν, συλλέγει καὶ τρέφεται, τῆς ἐντεῦθεν δυσωδίας ἀφειδήσας παντελῶς. Εἰ τοίνυν ἡδύ τε καὶ φίλον λελόγισται παρ' ἡμῖν τὴν εὐκλεεστάτην τοῦ Σωτῆρος εἰκόνα φέρειν, καὶ ἀναμορφοῦσθαι πρὸς ἐκεῖνο τὸ θεῖον καὶ οὐράνιον κάλλος, παραιτώμεθα τὸν δυσει δέστατον τῆς ἁμαρτίας χαρακτῆρα· φύγωμεν φρέ να τὴν μαλακὴν, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις εὐκαταγώνιστον. Ἀνδριζώμεθα δὲ μᾶλλον κατὰ Χριστὸν, ἵνα καὶ μέτοχοι τῆς αὐτοῦ εὑρισκώμεθα ζωῆς, γεγονότες ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ. Οὕτω γὰρ, οὕτω τὴ τοῖς ἡμετέροις σώμασιν ἐνοικήσασαν φθορὰν, καθάπερ τι τῶν δυσαχθεστάτων φορτίων ἀποσεισάμενοι, τὴν τῆς ἁμαρτίας μεταμφιασόμεθα δόξαν, οὐ τὴν τῆς σαρ κὸς ἀρνούμενοι φύσιν, ἀλλ' εἰς τὸ τῆς ἀφθαρσίας ἀναστοιχειούμενοι καύχημα, καὶ μετὰ σαρκὸς καὶ ἀῤῥήτῳ τινὶ τῇ παρὰ Χριστοῦ καταστίλβοντες δόξῃ· "Μετασχηματιεῖ γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ," καθὰ γέγραπται. Ὅτι δὲ καίτοι φθαρτῆς ὄντες φύσεως, ἐπείπερ ἐγεγόναμεν ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πα τρὸς, ἄφθαρτοι διαμενοῦμεν, κατημφιεσμένοι τοῦ Σωτῆρος τὴν δόξαν, οὐδὲν ἡμῖν ἧττον κἀκεῖνο σα φηνιεῖ τὸ παρὰ τῇ θείᾳ κείμενον Γραφῇ παράδειγμα. ∆ιδάξαι γὰρ ἐθελήσας ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ 77.628 τὸ φθείρεσθαι πεφυκὸς, εἰς ἕτερόν τι παρ' ὅπερ ἐστὶ μετασχηματίζεται, καὶ τὴν εἰς τὸ ἄμεινον ἀνίσχει μεταδρομὴν, εἰ τῆς ἐποπτείας ἀξιοῖ τὸ τῆς παρ' αὐ τοῦ· "Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους," κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον· λέγει πρὸς τὸν ἅγιον Μωσέα καὶ τὸν Ἀαρών· "Πλήσατε τὸ γομὸρ τοῦ μὰν, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν· καὶ εἶπε Μω σῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν, καὶ ἀπο θήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν." Καίτοι τὸ μάννα, κατά γε τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀχρειότατον δὲ παντελῶς τοῖς ἐθέλουσι τηρεῖν, καὶ εἰς μίαν τὴν ἐφεξῆς ἡμέραν εὑρίσκετο· ἀλλ' ἔμενεν ἀδιάφθορον, ἐν ὄψει τεθὲν τοῦ Θεοῦ διὰ χειρὸς Ἀαρὼν, καὶ τῇ χρυσῇ συνεχό μενον στάμνῳ. Ὅτι δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς ἔσται τι

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.