Festal Letters (Paschal Homilies) · §logos10-rem-mid

Logos 10 rem mid

Rem mid: Logos 10; lemma continues; spiritual reading with the letter.

Greek

ν ἐπιγείων ἔργων ἀκαθαρσίας, ἵνα πᾶσαν ὥσπερ ἐκβαίνοντες τὴν τοῦ πλεονεκτήσαντος χώραν, λοιπὸν ὡς εἰς ἔρημον ἐλεύ θερόν τε καὶ ἀνειμένον γεγονότες φρόνημα, καθα ροὶ καθαρῶς, προσίοιεν ταῖς εἰς Θεὸν λατρείαις. Ἀλλ' ὁ μὲν θεσπέσιος καὶ μέγας ὄντως Μωσῆς ἐκεῖ να διεκελεύετο, καὶ πρὸς ἔρημον τὴν καθαρωτάτην ἐκάλει τὸν Ἰσραήλ. Ἀνθωπλίζετό γε μὴν ῥιψοκιν- δύνως ὁ Φαραὼ, καὶ τῆς θείας δόξης κατεθρασύνετο λέγων· "Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ." Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ἐνικᾶτο πλη γαῖς, πρὸς ἀβούλητον ἤδη κατέῤῥει σύνεσιν, ὅλης αὐτῷ κινδυνευούσης τῆς χώρας, εἶτα ποικίλους αὐτοῖς παραποδισμάτων ἐπενόει τρόπους, καὶ τὸν τῆς δουλείας ζυγὸν οὐκ εἰς ἅπαν ἀνεὶς, ἑτέρως αὐτοὺς διακωλύειν ἐπειρᾶτο, λέγων· "Πορευθέντες, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου." Ὁρᾷς ὅπως κἂν ἐξέλκῃ πως τῆς ἁμαρτίας ὁ τοῦ Θεοῦ νόμος, ἀντεγείρεται μὲν ἀντιπράττων ὁ Σατανᾶς. Ὑπεραθλοῦντός γε μὴν τῆς ἁπάντων ζωῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἀνασειράζει μὲν ἄκων τὴν πλεονεξίαν, τὸ, καθ' ὧν ἂν βούλοιτο τυραννεῖν, οὐκ ἔχων ἱππήλατον. Ἀλλ' οὖν ἔξω παντελῶς τῆς ἰδίας ἡμᾶς οὐκ ἐφίησι γῆς· μερίζεσθαι δὲ, ὥσπερ ἐπ' ἄμφω κελεύει, εἴς τε τὸ αὐτῷ δοκοῦν, καὶ τὸ τῷ πάντων ∆εσπότῃ. Ἀλλ' ἔστιν ἀμήχανον ἀμώμητον παρ' ἡμῶν τὸν τῆς λα τρείας γενέσθαι τρόπον, εἰ μὴ ὥσπερ πάσης ἐκδε δραμηκότες τῆς τοῦ διαβόλου χώρας, ἀμέτοχοι παν τελῶς τῆς ὑπ' ἐκείνῳ θητείας εὑρισκοίμεθα. Ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἐξ αὐτῶν τε τῶν τοῦ πανσόφου Μω σέως πληροφορήσω ῥημάτων. Τί γὰρ ἔφη πρὸς Φα ραὼ, "Πορευθέντες, λέγοντα, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου;" βοῶν, οὐ δυνατὸν γενέ σθαι οὕτως· "Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δου λεύειν," καθάπερ ἔφθην εἰπών· καὶ ἔστι τῶν ἀκαλ λεστάτων φαυλότητός τε ὁμοῦ, καὶ τῶν τελούντων εἰς ἀρετὴν ὁρᾶσθαι δημιουργοὺς, καὶ τοῖς τοσοῦτον ἀλλήλων διωρισμένοις τὴν ἰσομοιροῦσαν ἀπονέμειν σπουδὴν, ὡς μαλακίζεσθαι μὲν ἔσθ' ὅτε νοσοῦντα τὸν νοῦν τὸ τῷ διαβόλῳ τετιμημένον, ἀναῤῥώννυ σθαι δὲ αὖθις εἰς τὸ ἀρέσκον Θεῷ, δικαιωτάτην ὥσπερ ἐφ' ἑαυτῷ καλοῦντα τὴν καταβοήν. ∆ι' ὧν γὰρ ἔγνω τιμᾷν, ἃ χρῆν ἑλέσθαι καὶ μόνα τῆς 77.617 ἐκείνοις αἰσχρότητος πῶς ἂν οὐ σφόδρα κατηγορή σειεν; Εἶτα πῶς ἂν αὐτὸς διακρούσαιτο τὴν γραφὴν, τῶν οὕτω κατεγνωσμένων πονηρὸς ἐργάτης ἐληλε γμένος; ∆εῖ τοίνυν φρονήματος ἡμῖν γενναίου τε καὶ νεανικοῦ πρὸς τὸ δύνασθαι καλῶς διὰ πάσης ἀγαθ ουργίας ἰέναι πρὸς Θεὸν, τελείως τε καὶ ὁλοτρόπως· ὅπερ ἂν ἡμῖν ὑπάρξῃ, καὶ λίαν εὐκόλως, εἰ τοῖς ἀρχαιοτέροις ἐθέλοιμεν κατακολουθῆσαι τύποις. Ὄψει τοίνυν τοὺς ἐξ Ἰσραὴλ, τὴν μὲν ἀτιμοτάτην δουλείαν ἐκείνην, ἀποφορτίσασθαι δεῖν ἑλομένους, καὶ τῆς τῶν πάλαι πλεονεκτούντων κατακρατῆσαι χειρὸς, οὐ μήν τινα καὶ δράσαι τῶν τοιούτων ἰσχύ σαντας, εἰ μὴ τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ ἄρτους ἀζύμους ἔφαγον ἐπ' αὐτῷ. ∆ι' εὐλογίας οὖν ἄρα τῆς ἀληθεστέρας καὶ μυστικῆς, ἀνατειχίζεσθαι δεῖ τὰς ἡμετέρας ψυχὰς, εἰ τὸ δουλεύειν ἔτι ταῖς ἁμαρ τίαις παραιτοίμεθα. Οὐδὲ γὰρ ἑτέρως διαδράσαι τις ἂν τὰς ἐκ τῶν ἐπιγείων παθῶν ἀφορήτους καταδρομὰς, εἰ μὴ διὰ τῆς Χριστοῦ μετοχῆς τοῦ κατισχύον τος παραλῦσαι τὴν δύναμιν [τοῦ Φαραὼ], τουτέστι τοῦ Σατανᾶ. ∆ιὰ γάρ τοι ταύτην μάλιστα τὴν αἰτίαν, καίτοι Θεὸς ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς ὁ Μονογενὴς, ἐθελοντὴς "κατέβη πρὸς κένωσιν, μορφὴν δούλου λαβὼν," καθὼς γέγραπται, "καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος," ἵνα τῆς ἡμε τέρας φύσεως τὴν εὐτέλειαν εἰς ὕψος ἀνακομίσῃ μέγα, τὴν οἰκείαν αὐτῇ χαριζόμενος ἀσφάλειαν. Ἄτρεπτος γὰρ ὢν, κατὰ φύσιν, καὶ παθεῖν οὐκ εἰ δὼς τὸ κατωθεῖσθαι πρὸς ἁμαρτίαν, ἑαυτὸν ἀῤῥή τως ἀνέμιξε τῇ λίαν εὐκόλως πρὸς πᾶν ὁτιοῦν τῶν φαύλων κατωθουμένῃ φύσει, φημὶ δὴ τῇ ἀνθρωπί νῃ· καθάπερ ἔφην ἀρτίως, τῆς ἑαυτοῦ φύσεως τὴν ἀσφάλειαν, ὡς ἀσθενούσῃ δωρούμενος, ἵνα φαίνηται λοιπὸν πεπηγὼς εἰς ἀγαθουργίας ὁ ἡμέτερος νοῦς, καὶ τὰ τῆς σαρκὸς κολάζηται πάθη, νενεκρωμένα παντελῶς τῇ δυνάμει τοῦ κατοικήσαντος ἐν αὐτῇ, τουτέστι τοῦ Θεοῦ Λόγου. Καὶ γοῦν ἐπιστέλλει λέγων ὁ Παῦλος· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθέ νει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίω μα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα." Κατακέκριται τοίνυν ἡ ἁμαρτία, νεκρωθεῖσα μὲν πρῶτον ἐν Χρι στῷ, νεκρωθησομένη δὲ καὶ ἐν ἡμῖν, ὅταν αὐτὸν ταῖς οἰκείαις ψυχαῖς εἰσοικίζωμεν διὰ τῆς πίστεως καὶ τῆς μετουσίας τοῦ Πνεύματος, συμμόρφους ἡμᾶς ἀποτελοῦντος Χριστῷ, διὰ τῆς ἐν ἁγιασμῷ δηλονότι ποιότητος. Μορφὴ γὰρ ὥσπερ τίς ἐστι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ Πνεῦμα αὐτοῦ, τὸν θεῖον ἡμῶν ἐξεικονισμὸν ἐναποθλῖβον τρόπον τινὰ δι' ἑαυτοῦ. Τοιγάρτοι, καὶ ὡς αὐτὸς ὀνομάζεται παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, οὐχ ἕτερον ὃν παρ' αὐτὸν, ὅσον εἰς ταυτότητα τῆς οὐσίας καὶ εἰς ἐνέργειαν τὴν 77.620 θεοπρεπῆ. Καὶ γοῦν αὐτοῦ λέγοντος τοῦ Σωτῆρος ἡμῶν· "Ἐγώ εἰμι ἡ ἀλήθεια," γράφει μὲν Ἰωάννης, ὅτι "Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια·" πάλιν δὲ Παῦλος, ὁ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασιν· "Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία." Ἀκούεις ὅπως τετήρηκεν ἀστείως ὁ μυσταγωγὸς, τῷ τε Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ τὸ ἐν οὐσίᾳ ταυτὸν, καὶ τὸ νοεῖσθαι διῃρημένως, κατά γε τὸ ὑφεστάναι φημὶ, τοῦθ' ὅπερ ἑκάτερον εἶναι λέγεται, καὶ ἔστιν ἀληθῶς. Πνεῦμα γὰρ εἰκότως νοοῖτ' ἂν τὸ Πνεῦμα, καὶ οὐχ Υἱὸς, μᾶλλον δὲ Πνεῦμα τοῦ Υἱοῦ, διαπλάττον καὶ ἀναμορ φοῦν εἰς αὐτὸν τὰ ἐν οἷς ἂν γένοιτο μεθεκτῶς, ἵνα τοῦ ἰδίου γεννήματος διαπρέποντας ἐν ἡμῖν τοὺς χαρακτῆρας ὁρῶν ὁ Θεὸς καὶ Πατὴρ ἀγαπήσῃ λοι πὸν ὡς τέκνα, καὶ ταῖς ὑπερκοσμίοις καταφαιδρύνῃ τιμαῖς. Τοῦτο δ' ἂν γένοιτο φανοτάτη πάλιν ἀπόδει ξις τὸ πάλαι τεθεσπισμένον διὰ τοῦ πανσόφου Μω σέως. Τί γὰρ ἔφη πρὸς αὐτόν; "Ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενὲς διανοῖγον μήτραν·" τὸ, Ἁγίασον, εἰπὼν, ἀντὶ τοῦ, Κατάγραψον καὶ ἀνάθες ὡς ἱερὸν καὶ τῷ Θεῷ χρεωστούμενον. Οὐδὲ γὰρ, οἶμαι, φαίη τις ἂν, ὡς ἔστι τῶν ἐφικτῶν τοῦ θείου τε καὶ ἁγίου Πνεύματος Μωσέα φαίνεσθαι χορηγὸν, καὶ τὸν ἐν οἰκέτου τάξει καὶ ὑπηρέτου παρειλημμέ νον, τοῖς τοῦ ∆εσπότου πλεονεκτήμασιν ἐναβρύνε σθαι, καὶ τὰ μόνῳ τε καὶ ἰδικῶς πρέποντα τῷ Θεῷ δύνασθαι κατορθοῦν. Τί οὖν ἄρα διετύπου Μωσῆς; τί δὲ προσελάλει τοῖς υἱοῖς Ἰσραήλ; "Καὶ ἔσται, φησὶ, ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτήν· καὶ ἀφελεῖς πᾶν διανοῖγον μή τραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ." Ἁγιάζεσθαι κελεύει πᾶν πρωτότοκον διανοῖγον μήτραν. Ἅγιοι γὰρ πάν τες οἷσπερ ἂν ἡ εἰκὼν ἀναστράπτουσα φαίνοιτο τοῦ ἁγίου καὶ πρωτοτόκου, φημὶ δὴ Χριστοῦ. Νοητοῦ δὲ πράγματος, καὶ τῆς ἐν πνεύματι νοουμένης συμμορ φίας, τὴν σωματικὴν ὁμοίωσιν εἰς τύπον προλαβὼν, ἔδειξεν ὁ νόμος τοῦ Θεοῦ καὶ Πατρὸς τὴν προαιώ νιον βούλησιν. ∆ιὸ καὶ Παῦλός φησι, διὰ τῆσδε τῆς νομοθεσίας, ὥς γέ μοι φαίνεται, τὸ μέγα τοῦτο συν εὶς μυστήριον· "Οὓς γὰρ ἔγνω, καὶ προώρισε συμ μόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσε, τούτους καὶ ἡγίασεν· οὓς δὲ ἡγίασε, τού τους καὶ ἐδόξασεν." Ἀλλὰ φέρε δὴ πάλιν ὡς ἔνι καλῶς τὸν τοῦ θεωρήματος καταλεπτύνοντες νοῦν, ἐπαθρήσωμεν ἀκριβέστερον· ὁποίαν μὲν εἰκότως περιθείη τις ἂν τῷ Χριστῷ τὴν μορφὴν, ἴοι δ' ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. γʹ. Ἀλλ' ἔστιν οὐκ ἀμφίλογον, ὡς ἐκεῖνο δὴ πάν τως τὸ ὑπερκόσμιον κάλλος, ὅπερ ἂν νοοῖτο τυχὸν ἐπ' αὐτῆς τῆς πάντα ὑπερκειμένης οὐσίας, φημὶ δὴ 77.621 τῆς θείας καὶ ὑπὲρ νοῦν. Ἧσπερ ἂν οὐχ ἑτέρως ἐν ταῖς ἡμετέραις ψυχαῖς ὁ χαρακτὴρ ἐμφαίνοιτο, εἰ μὴ τῆς θείας φύσεως ἀποτελοίμεθα κοινωνοὶ, τό τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δεξάμενοι Πνεῦμα, καὶ καθά περ ὁ Παῦλος ἔφη, "Τὴν αὐτὴν εἰκόνα μεταμορ φούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." Ἐν πράγμασι δὲ δηλονότι, καὶ ἐν δυνάμει τῇ κατ' ἐνέργειαν ἀρετῆς ὁ μετασχηματισμὸς ἐν ἡμῖν γίνεται, καὶ ἡ μετάπλασις ἐν ἁγιασμῷ, πρὸς πᾶν ὁτιοῦν ἀναφέροντι τὸ δοκοῦν τῷ Θεῷ, καὶ πᾶσαν μὲν τῆς ἡμετέρας διανοίας μαλακίαν ἐκπέμποντι, μεταχαλκεύοντι δὲ ὥσπερ εἰς ἀσφαλὲς ἤδη καὶ ἄμαχον φρόνημα. Οἶμαι γὰρ ἔγωγε, ταύτης δὴ μά λιστα τῆς αἰτίας ἕνεκα, τὸν τοῦ νόμο

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.