Festal Letters (Paschal Homilies) · §logos11-rem-close

Logos 11 rem close

Rem CLOSEOUT: Logos 11 CLOSEOUT.

Greek

νιαροῖς τὸν Λάζαρον καὶ τῷ θα νάτῳ κατειλημμένον, μεθορμίσασθαι μὲν τῶν ἀν θρωπίνων συμβέβηκεν. ἀποκομισθῆναι δὲ δι' ἀγγέλων εἰς κόλπους Ἀβραάμ· τὸν δὲ ταῖς ἐκ πλούτου τρυ φαῖς ἀμέτρως περιχεόμενον, καὶ ταῖς τῶν κολάκων εὐφημίαις ζηλωτὸν καὶ μακαριστὸν, καὶ τὰ ἔτη τούτων ἀμείνω πολλάκις ὠνομασμένον, τοῖς τῆς φύ σεως ὑπενεχθέντα νόμοις, καὶ τὸν τοῦ θανάτου βρό χον εἰσδεδυκότα, βαθεῖ μὲν ἐγκαθειρχθῆναι σκότῳ· ἀντὶ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν τὴν εἰς ᾅδου κρίσιν ἀλλάξασθαι, τὴν τῆς φιλοστοργίας ἀποτίσοντα δί κην. Ἀλλ' ἴσως ἐκεῖνο φαῖεν ἂν δήπου τινὲς τῶν ἀκροωμένων· Ποίοις ἄρα κεχρήσῃ λόγοις, εἴ τις ἔροιτο προσιὼν, καὶ φιλοπευστοίη, λέγων· Εἰ πτω χεία καθ' ἑαυτὴν τὸ τῆς εἰς Θεὸν εὐσεβείας ἀνεδή σατο καύχημα, καὶ τῷ τῆς δικαιοσύνης τετίμηται νόμῳ, ἐπάρατον δὲ τὸ πλουτεῖν, καὶ πικρὰν ἐφ' ἑαυ τὸν τὴν ψῆφον ἐκληρώσατο· καὶ πῶς ἂν εἴη τοῦτό γε; Πλὴν ἐκεῖνο διασκεπτέον· πλούτῳ μὲν γὰρ τῷ κατὰ τὸν βίον, παραθεῖ πως ἀεὶ καὶ συνέζευκται, κατά γε τὸ πλεῖστον, οὐκ ὀλίγα τὰ ἄτοπα. Ἑτοιμότερος μὲν γὰρ εἰς ὑπεροψίαν ὁ πλούσιος, ἀχάλινος εἰς πλεον εξίαν, ἡδονῶν ἡττώμενος, ὅσῳ καὶ τρυφῆς. Ὁ δὲ πτωχείᾳ τριβόμενος, πῶς ἅν τι νοσήσαι τῶν εἰρη μένων; Καταθρηνεῖ γὰρ ἀεὶ τὸ κεκτῆσθαι μηδὲν, καὶ ἀλύει μὲν ἐφ' ἑαυτῷ καὶ στένει· διῴκισται δὲ 77.652 τοσοῦτον ἡδονῆς, ὅσον καὶ τρυφῆς· καὶ ὅλος ἐστὶ φροντίδος τῆς εἰς τὸ συλλέξαι τι βραχὺ, καὶ μετρίαν εὕρασθαι τῆς ἀνάγκης παραμυθίαν. ϛʹ. Πρὸς δὲ τούτοις ἅπασιν, οἰήσομαι δεῖν κἀκεῖ νο εἰπεῖν, ὡς ὁ ἑκάστου τρόπος τὴν ἑκάστου πρά γματος φύσιν περιτρέπων ἐπ' ἐξουσίας, ἐφ' ὅπερ ἂν βούλοιτο, ἢ τοῖς φαύλοις, ἤγουν τοῖς τεθαυμασμέ νοις ἐναριθμεῖσθαι ποιεῖ. Καὶ ὅπερ ἂν εἶεν φαίη τις ἂν τὰς ἐκ τῶν βαφῶν εὐχροίας, οἵοις ἂν ἐπιφέ ρωνται, τοῦτο ταῖς πραγμάτων φύσεσι, τὸν τοῦ μετὰ χεῖρας ἔχοντος τρόπον. Οὐκοῦν ὁ πενίαν σωφρόνως οἰκονομῶν, ὅτι πάντων ἄριστος, οὐδὲν ἐνδοιάσας, ἐρῶ. Εἰ γὰρ καὶ τοῖς βραχέσιν ἀρκούμενος, καὶ τὸ πάντων, ὡς ἔπος εἰπεῖν, εὐποριστότατον, σὺν ἱδρῶτι λαβὼν, εὐχὰς ἀναφέρει χαριστηρίας· πῶς οὐκ ἂν εἴη τούτου ἄξιος, ἐπαινεῖσθαί τε ὅτι μάλιστα πρέ πων, σύμβουλον μὲν ἔχων εἰς φαυλότητα τὴν ἀνάγ κην, ὑπερτιμήσας δὲ οὕτω τῆς ἐγκρατείας τὸν νόμον, ὡς ἁλῦναι παντελῶς κακουργοῦντας μηδέν; Ὁ δὲ τῇ τῶν χρημάτων περιουσίᾳ διαφανὴς, πῶς οὐκ ἂν εὐθύ νοιτο, καὶ [ὁ] σφόδρα δικαίως, εἴπερ ἔχειν ἐξὸν εὐμενῆ τὸν τῶν ὅλων Θεὸν, διὰ τοῦ κατοικτείρειν ἑτέρους, καὶ τοῖς ἐν ἐνδείᾳ χαρίζεσθαι βραχὺ, καὶ ὑπερκύψαι καὶ ἀνανήχεσθαι τρόπον τινὰ τῆς ἀκαταλήκτου συμφορᾶς, μόνης τῆς ἰδίας ἡδονῆς ὑπηρέτην κατεστήσατο τὸν πρόσκαιρον πλοῦτον; Οὐκοῦν ὁ μὲν Λάζαρος ἦν ἐν ἀδοκήτοις τρυφαῖς· ὁ δὲ πλούσιος ἀσυνήθως ἐν φλογὶ καὶ μάστιξιν. Ἆρ' οὖν εἴ τις αὐτῷ κατ' ἐκεῖνο μάλιστα καιροῦ προσιὼν ἐφθέγξατο, καὶ ἠξίου μα θεῖν, ὁπόσων ἂν βούλοιτο χρημάτων ἐκπρίασθαι τὸ διαδράναι τὴν κόλασιν, ἀφέντες ἑλέσθαι τοῦ κρείτ τονος, οὐκ ἂν ἑτοίμως ὅλην ὑπὲρ τούτου προέσθαι τὴν οὐσίαν εὖ μάλιστα διισχυρίσατο; Καὶ τίνι τῶν ὄντων ἀμφίβολον; Ἄσοφον οὖν ἄρα, καὶ ἀμαθὲς παντελῶς, τὸ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ δεινὰ, καὶ τοῦτο ἐξὸν τοῖς ἐθέλουσιν ἔξω πόδα πάγης καὶ ἀνάγκης ἔχειν. Καὶ εἰ τῆς Ἰουδαίων λατρείας τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσι, πῶς οὐχ ἅπασι προδηλότα τον, ὡς οὐκ ἄν τῳ φανεῖται διεσκέφθαι καλῶς, εἴπερ τις οἴοιτο μὴ χρῆναι νικᾷν ταῖς εἰς τὸ κρεῖττον ὑπερβολαῖς τὸ παρ' ἐκείνοις τετηρημένον; Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἔφασκεν ὁ Σωτήρ· "Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλ θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." Τί τοιγαροῦν τοῖς ἐξ Ἱερουσαλὴμ ὁ διὰ Μωσέως ἄρα κεχρησμ ῴδηκε νόμος, διὰ τύπου καὶ σκιᾶς τὴν πρὸς ἀδελφοὺς ἰσότητα τιμᾷν ἀναπείθων; Τὴν πολλὴν ἐκείνην δια θέοντες ἔρημον, καὶ τῶν ἐδωδίμων γεγονότες ἐν σπάνει, δι' ἣν ἐποιοῦντο τοῦ πανσόφου Μωσέως τὴν καταβοὴν, καὶ ὡς οὐκ ἐνὸν αὐτοῖς ἔτι σώζεσθαι, κατ ισχύοντος τοῦ λιμοῦ, ἐμελέτων θρῆνον ἤδη τὸν ἐπι 77.653 κήδειον· καὶ ἁπάσης ὥσπερ ἐλπίδος ἀπολισθήσαντες, ἔφασκον· "Ὄφελον ἀπεθάνομεν πληγέντες ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν. Ὅτι ἐξήγαγες ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ." ∆ιηπορη κότος δὲ τοῦ πανσόφου Μωσέως, καὶ ὅ τι μὲν δρά σειεν ἢ λέγοι πρὸς ταῦτα, παντελῶς οὐκ ἔχοντος· ἀναθαρσήσαντες δὲ πρὸς μόνην ἐλπίδα τὴν παρὰ Θεοῦ, μελλησμοῦ τινος δίχα τῶν προσδοκηθέντων τὸ πέρας αἴτιον ἀνεδείκνυτο. Εἶπε γὰρ ὁ Κύριος πρὸς αὐτόν· "Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέ ρας εἰς ἡμέραν." ∆ιερμηνεύων δὲ τοῖς ἐξ Ἰσραὴλ τοῦ νόμου τὴν δύναμιν ὁ μακάριος Μωσῆς, ἔφη πά λιν· "Οὗτος ὁ ἄρτος ὃν δέδωκεν ὑμῖν Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπ' αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κε φαλὴν, κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος ἐν τοῖς συσκήνοις ὑμῶν συλλέξατε. Ἐποίησαν δὲ οὕτω, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν· καὶ ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ἔλαττον, οὐκ ἠλαττόνησεν." Ἠφίει γὰρ οὐδαμῶς ὁ τοῦ νόμου Κύριος συλλέγειν ὑπὲρ τὴν χρείαν· μόνον δὲ τὸ ἀρκοῦν εἰς τροφὴν τὴν σήμερον. Εἰ δὲ συγκομίσαιτό τις καὶ ὑπὲρ τοῦτο, μακρὰ τῷ νόμῳ χαίρειν εἰπὼν, εἰς σκωλήκων ὄχλον τὸ περιττὸν μετεπλάττετο· δεικνύντος, οἶμαι, τοῦ νόμου, καὶ μάλα σαφῶς, ὡς ἡδεῖα μὲν καὶ ἀμώμη τος τῶν ἀρκούντων ἡ κτῆσις· τὸ δὲ ἀπόθετον καὶ ὑπὲρ τὴν χρείαν αὐτὴν ἀπλάστως σεσωρευμένον, σκωλήκων ἔσται παραίτιον. Καὶ ταυτὶ μὲν ὁ νόμος προεκάλει τοῖς ἀρχαιοτέροις· τί δὲ καὶ ἡμῖν αὐτοῖς ὁ Σωτήρ; "Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς." Καὶ ἵνα σοι διαφανῆ τοῦ τεθε σπισμένου ποιήσω τὴν δύναμιν, ἐρῶ δή τι πάλιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀμφιβάλλειν, ὡς ἔν γε τοῖς δεομένοις σωφρόνων τε καὶ ἐπιεικῶν οὐ μετρία πλη θὺς διαλανθάνει μὲν ἴσως ἡμᾶς, οὐ μὴν ἀγνοεῖται παρὰ Θεῷ. Ὅταν τοίνυν τῶν ἐπιγείων αὐτοὺς χρη μάτων εἰσδεξώμεθα κοινωνοὺς, ἐνδοιαζέτω μηδεὶς ὅτι καὶ τοῦ μισθοῦ τῆς ἐπιεικείας αὐτοῖς συμμεθ έξομεν. "Εἰσδέξονται γὰρ ὑμᾶς εἰς τὰς ἑαυτῶν σκη νὰς," κατὰ τὸ γεγραμμένον. Ἄριστα δὲ τοῦτο συνεὶς, καὶ αὐτός πού φησιν ὁ μακάριος Παῦλος· "Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ αὐ τῶν περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα." –"Γινώμεθα τοίνυν εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι," καθὰ γέ γραπται, "χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχα ρίσατο ἡμῖν ἐν Χριστῷ." Τί δὲ ἡμῖν ἐν Χριστῷ κε χάρισται ὁ Θεὸς, ἢ ποίων ἡμᾶς ἀγαθῶν συνέβη με ταλαχεῖν, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν; ∆εδώρηται τοί νυν ἡμῖν πλημμελημάτων ἄφεσιν, ἀνεξίκακον ἀγά πην. ∆ιασεσώσμεθα γὰρ, λήθην ὥσπερ τινὰ λαβόν 77.656 τος τοῦ Θεοῦ τῆς ἀνθρωπίνης μικροψυχίας. Κατ' ἴχνος οὖν ἄρα καὶ ἡμᾶς αὐτοὺς ἰέναι σπουδάζοντας τῆς ἐνούσης γαληνότητος τῷ πάντων ∆εσπότῃ, ἀν εξικακεῖν ἀναγκαῖον, ἀγαπητοί. Καὶ δὴ καὶ σωφρόνως ἐκεῖνο διενθυμώμεθα, ὅτι μυρία μὲν ὅσα τὰ ἀνθρώ πινα πταίσματα, καὶ οὐκ ἄν τις γένοιτο καιρὸς τῆς ἡμετέρας μικροψυχίας ἀπηλλαγμένος. Ἀλλ' εἰ μέλλοιμεν ἐφ' ἑκάστου τῶν εἰωθότων συμβαίνειν, ἀλύειν μὲν οὐ μικρῶς, κρίνεσθαι δὲ τοῖς λελυπηκό σιν, ὅλος ἡμῶν ὁ βίος ἐν πικρίαις ἔσται καὶ λύπαις. Καὶ ἐπεὶ ὁδοὶ μνησικάκων εἰς θάνατον, καθὰ γέγρα πται, τὸ ἀπεῖργον οὐδὲν, θανάτου κάτοχον τὴν ἑκά στου γενέσθαι ψυχὴν, τῷ μὴ δύνασθαι γενναίως ἀπο κρούεσθαι τὸ λυποῦν, διατεθηγμένην ἀεὶ πρὸς τὸ χρῆναι γοργῶς ἀντεξανίστασθαι τοῖς προκεκρουκό σιν. Οὐκοῦν, ὡς ὁ μακάριος ἔφη Παῦλος, ἀλλήλων τὰ βάρη βαστάζωμεν. Καὶ οὕτως ἀναπληρώσομεν τὸν νόμον τοῦ Χριστοῦ. ∆ιαφανὴς γὰρ καὶ οὗτος τῆς εὐσεβείας ὁ τρόπος. Ἀλλ' εἰσί τινες τῶν ἐν ἡμῖν, οἳ τοσοῦτον ἀφεστᾶσι τοῦ θέλειν εἶναι χρη στοὶ, καὶ τὸ ἀμνησίκακον καύχημα τῆς ἑαυτῶν ψυ χῆς τιθέντες ὡς ποῤῥωτάτω, ὥστε καὶ εἴ τι βραχὺ διαπταίσειαν τῶν εἰς ἀδελφότητα κεκλημένων τινὲς, πάντα κάλων διασείσαντες, καὶ ὅλον ὥσπερ τοῖς θυ μοῖς ἀνέντες τὸ λῖνον, ἀκαθέκτοις φέρονται ταῖς ὁρμαῖς, καὶ ταυρηδὸν ἐπιθρώσκουσι, δυσκλεεστάτην ἕξ[ε]ιν οἰόμενοι τὴν ὑπόληψιν, εἰ μὴ πᾶν ὁτιοῦν ἐργά σωνται τῶν δεινῶν. Εἰ δὲ καί πού τινες εἶεν τῶν προσκεκρουκότων αὐτοῖς εὐσθενέστεροι, μυρίοι μὲν αὐτίκα περιεστᾶσιν οἱ τῆς ἀγριότητος ὑπουργοὶ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.