Festal Letters Logos 12 opening
Logos 12.
Paschal Logos 12: festal exhortation; theoria of the passion and resurrection.
Greek
ΛΟΓΟΣ ΙΒʹ. αʹ. Σκιὰν μὲν ὁ νόμος ἔχει τῶν μελλόντων ἀγαθῶν, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας ὑποπλάττεται σχῆμα, διὰ τύπου καὶ αἰνιγμάτων, τῶν διὰ Χριστοῦ τεθεσπι σμένων ὑποφαίνων ἡμῖν τὸ μυστήριον. Τοιγάρτοι διεκελεύετο τοῖς υἱοῖς Ἰσραὴλ λέγων· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν." Ἡμεῖς δὲ τῶν τύπων ἰόντες ὡς ποῤῥωτάτω, τῶν ἀρ χαίων σχημάτων τὴν τῶν καθ' ἡμᾶς πραγμάτων ἀπαλλάττοντες φύσιν, προὐργιαιτέραν ποιώμεθα τῶν θείων καὶ εὐαγγελικῶν ἐνταλμάτων τὴν παίδευσιν. Καὶ ἐπείπερ ἡμῖν ἡ διαφανὴς καὶ εὐσημοτάτη πά λιν ἀνέλαμψεν ἑορτὴ, τοὺς ὑπὲρ τῆς εὐκοσμίας ἀγῶνας, καθάπερ τι τῶν ὡρίμων ἑαυτῇ συνεισάγου σα, δότε δὴ, δότε τὰς τῶν ἁγίων ἰχνηλατοῦντι φω νὰς, καθάπερ ἐξ ἱερᾶς ἡμῖν ἀναφωνῆσαι σάλπιγγος· "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς 77.668 τρίβους αὐτοῦ." Τὸ γὰρ οἶμαι ζῇν ἐπείγεσθαι φιλο θέως, καὶ τοῖς ἐξ ἐπιεικείας αὐχήμασι κατασεμνύ νεσθαι φιλεῖν, ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὸ ἑτοιμάζειν ἐστὶ τὴν ὁδὸν Κυρίου, καὶ τὴν τοῖς ἑορ τάζουσιν πρέπουσαν ἐξ ἀγαθοῦ συνειδότος εἰσδέχεσθαι θυμηδίαν. "Τοῖς μὲν γὰρ ἀσεβέσι οὐκ ἔστι χαίρειν, λέγει Κύριος." Πῶς γὰρ ἂν ἢ πόθεν ἁρμόσαι τοῦτο αὐτοῖς, ἐπηρτημένην ἔχουσι τὴν ἐφ' οἷς εὐθύνονται δίκην; Τό γε μὴν ἐν εὐπαθείαις εἶναι πνευματικαῖς, καὶ λιπαρωτάταις ἐλπίσι καταπιαίνεσθαι, πρέποι ἂν εἰκότως τοῖς ὅτι μάλιστα βεβιωκόσιν ὀρθῶς, καὶ ὥσπερ τινὰ κανόνα τῆς οἰκείας ζωῆς τὸν θεῖον ἀπο φήνασι νόμον. Ὅθεν, ἅγιοι ἀδελφοὶ, κλήσεως οὐρα νίου μέτοχοι, κατα[κ]ονῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, κατὰ τὸ γεγραμμένον, διαμεμνημένοι τοῦ λέγοντος· "Σίδηρος σίδηρον ὀξύναι, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου." Ὅνπερ γὰρ τρόπον οἱ βαρβαρικαῖς ἐφόδοις ἀντεγει ρόμενοι, καὶ ἀντεξάγειν θέλοντες ὡς ἔνι καλῶς, πα ραθήγουσι μὲν ἀλλήλοις εὐτολμίαν, καὶ παρακροτεῖν ἐπείγονται εἰς ἐπίδειξιν αὐτοῖς ῥώμης τε καὶ τέ χνης, τὸν τοῦ πολέμου καιρὸν εὑρῆσθαι πιστεύοντες, οὕτω τε δεινοὶ καὶ δυσκίνητοι τοῖς δι' ἐναντίας ἐμ πίπτουσιν· ὄκνου μὲν ἤδη πως ἀμείνους ὄντες καὶ δείματος, καὶ τῶν ἀνωτάτω κινδύνων κατευμεγε θοῦντες, εἰ τύχοι· οὕτω δὴ χρῆναί φημι τοὺς οἷ[σ]περ ἂν εἶεν τῆς ὁσιότητος ἐρασταὶ, τοῖς τοῦ διαβόλου κα κουργήμασιν ἀοκνότατα μὲν ἀντιφέρεσθαι φιλεῖν· εὐσθενεστάτην δὲ οὕτω ποιεῖσθαι τὴν ἀντίστασιν, ὡς αὐτό που λοιπὸν ἀληθεύοντας ἐκεῖνο φωνεῖν· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἣ λιμὸς, ἢ γυμνό της, ἢ κίνδυνος, ἢ μάχαιρα;" Κατακομίσαι γὰρ ἂν εἰς δειλίαν ἡμᾶς τὸ σύμπαν οὐδὲν, εἰ τῆς τῶν ἁγίων ἀρετῆς κατ' ἴχνος ἑπόμενοι, τὴν αὐτὴν ἐκείνοις ἔχο μεν γνώμην, ἀνδριζομένοις τε καὶ λέγουσι· "Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δει λιάσω;" –"∆εῦτε τοιγαροῦν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ," κατὰ τὸ γεγραμμένον, "ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν." Καλεῖ γὰρ ἡμᾶς καὶ νῦν ὁ καιρὸς εἰς τριπόθητον ἑορτήν. Καὶ ἐπείπερ ὁ πᾶσιν ἀπηχθη μένος κατηργήθη θάνατος ἐν δυνάμει Χριστοῦ, καὶ ἡ πάλαι δεινὴ καὶ δυσάλωτος ἀνῃρέθη φθορὰ, διὰ τῆς ἀναστάσεως αὐτοῦ, φέρε τι μέγα καὶ διαπρύσιον ἱέντες κήρυγμα τοῖς ἁπανταχόσε λέγωμεν· "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ." Καὶ τίς ἂν γένοιτο πάλιν ὁ τῆς ἀγαλλιάσεως τρόπος τοῖς ἐν Χρι στῷ τοῦτο δρακῆ ἑλομένοις; Ὅτι μάλιστα πρέπων, τὸ ἀποφοιτῆσαι μὲν ᾗ τάχος τῆς γεωδεστέρας καὶ χαμεῤῥιφοῦς ἡδονῆς, καὶ ἁπαξαπλῶς ἐπιθυμίας ἁπάσης σαρκικῆς· ἀνθελέσθαι δὲ μᾶλλον τὰ ἐν μοίρᾳ τῇ κρείττονι, καὶ τοῖς ἐκείνων ἀμείνοσιν ἐπιδιδόντας τὸν νοῦν, ἀποπληροῦν ἐπείγεσθαι, καὶ μάλα προθύ 77.669 μως, τὸ διὰ φωνῆς ἡμῖν τοῦ μακαρίου Παύλου καλῶς τε καὶ ὀρθῶς εἰρημένον· "Τῶν ὄπισθεν ἐπιλανθα νόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι." Οὐκοῦν παχείᾳ μὲν ὥσπερ καταχωννύσθω λήθῃ τὰ παριπ πεύσαντα· καὶ δὴ τῆς ἀρχαιοτέρας ἀβουλίας ἀποφοι τήσαντες, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα· τουτ έστιν, ἐπὶ τὸν ἐν φρονήσει τέλειον ἰέναι σπουδάζωμεν. Λελατρεύκαμεν "τῇ κτίσει παρὰ τὸν κτίσαντα· καὶ ἦμέν ποτε σκότος, νῦν δὲ φῶς ἐν Χριστῷ," κατὰ τὸ γεγραμμένον. Κεκλήμεθα γὰρ εἰς ἐπίγνωσιν Θεοῦ· καὶ ταῖς ἡμετέραις διανοίαις τὸ τῆς ἀληθείας ἤστραψε φῶς. Κρηπὶς γὰρ αὕτη παντὸς ἀγαθοῦ, καὶ ἁπάσης ἀρετῆς ἐν ἡμῖν θεμέλιος. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἄνωθεν ὁ Θεὸς καὶ Πατὴρ, διὰ φωνῆς τῶν ἁγίων προφητῶν, αὐτὸ δὴ τουτὶ κατεσήμανε, λέγων· "Ἰδοὺ ἐγὼ τίθημι εἰς τὰ θεμέλια Σιὼν λί θον ἐκλεκτὸν ἀκρο
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.