Logos 14 rem early
Rem early: Logos 14; festal historia and call to virtue.
Greek
οι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βα σιλείᾳ τοῦ Πατρὸς αὐτῶν." Ἐῤῥέτω δὴ οὖν ἡ τῶν ἐν κόσμῳ πραγμάτων ἀνοσία κοιλίς· καὶ συνοιχέ σθω πορνεία, καὶ πλεονεξία, καὶ φθόνος, ψιθυρισμὸς καὶ καταλαλιὰ, καὶ ἀπάτη, καὶ δόλος. Συνθλᾶται γὰρ οὕτω τοῖς ἐκ φαυλότητος αἰτιάμασι καὶ ἡ παμ μόχθηρος δίκη, ταῖς τῶν φιλαμαρτημόνων ἐφεδρεύου σα κεφαλαῖς· ἀνατελεῖ δὲ ὥσπερ τὰ ἐφ' οἷς ἂν εἰ κότως ἐπισεμνύνοιτό τις· συνεσόμεθά τε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· καὶ μώμου παντὸς ἐλευθέ ραν ἔχοντες δόξαν, τὸ ταῖς τῶν ἁγίων ἀγέλαις συν αυλίζεσθαι δεῖν, ἀποκερδανοῦμεν εὐκόλως. βʹ. Οὐκοῦν ἁρμοστὴν ὥσπερ τινὰ, καὶ τῶν ἀρί στων εἰσηγητὴν, εἰσδεξώμεθα πάλιν Ἰωάννην λέγοντα 77.713 τὸν σοφόν· "Μὴ ἀγαπᾶτε τὸν κόσμον, μήτε τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κό σμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τοὺς αἰῶνας." Ὁρᾷς τοὺς ἁγίους σοφῇ καὶ ἀνεπιπλήκτῳ γνώμῃ συζῇν ἑλομένους, καὶ ὥσπερ εἴς τινα τῶν καθ' ἡμᾶς πραγμά των περιωπὴν ἀνδρωδῶς ἀναθρώσκοντας, καὶ τὸν τοῦ παρόντος βίου περισπασμὸν ἀναμετροῦντας ἀστείως, τίς τε καὶ πόσος καὶ ἐπὶ τίσιν ἂν γένοιτο μόλις χρήσιμος κατασημαίνοντας· "Πᾶν γὰρ, φησὶ, τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου." Ἢ γὰρ οὐ μέχρι τραπέζης καὶ ὑπογαστρίων ἡδονῶν παρά γε τοῖς ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίας κοσμικὰς τὰ εἰς ἡδονάς τε καὶ τρυφὴν διικνεῖται μέτρα; Ὀψο φαγίαι τε γὰρ αἱ πολυειδεῖς, καὶ ἡδύσματα, καὶ κα ρυκειῶν ἐξίτηλοι τρόποι, καὶ τράπεζα Συβαριτικὴ, τὰ πάντων, οἶμαι, ἔστι παρ' αὐτοῖς τιμαλφέστατα. Ἀποπεραίνοιτο δ' ἂν, ὥς γέ μοι φαίνεται, καὶ "ἡ τῶν ὀμμάτων ἐπιθυμία" περί τε σωμάτων ὥρας καὶ ὕλης φαιδρότητα, καὶ ἐφ' οἷς τῆς ὀπτικῆς ἐνεργείας ἡ χρῆσις, εἰς τὸ ἡδύτερον εὔχαρι καταγοητεύεσθαι φιλεῖ. Ἀλαζονεία δὲ καὶ φιλοδοξία πῶς ἂν φράσαιμι λοιπὸν εἰς ὅσον προήκουσι φαυλότητος μέτρον; Τὸν γάρ τι λίαν ὑπερτενῆ, καὶ ὑπέροφρυν ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις ποιεῖται Θεός. "Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται," κατὰ τὸ γεγραμμένον. Ταῦτ' ἰδιωσάμενοι, καὶ ὀλίγου παντελῶς ἀξιώσαντες λόγου, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ὁσίᾳ ψήφῳ τιμήσαντες, ζήσωμεν εὐαγγελικῶς, τὸ οἱονεὶ καὶ ἐκ τεθνάναι τῷ κόσμῳ δοκεῖν, διά γε τοῦ μὴ βιοῦν ἀν έχεσθαι κοσμικῶς ἀστείως ἐπιτηδεύοντας. Τοιοῦτόν τι καὶ Παῦλος ὑπεμφαίνει λέγων· "Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ δὲ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός." Μεμνημένος δὲ, οἶμαι, λέγοντος αὐτοῦ· "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε," τὰ ἴσα φρονεῖν καὶ ἡμᾶς αὐτοὺς ἀναπείθει, λέγων· "Ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον τοῦ Κυρίου ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν." Οὐκοῦν, ἐρῶ δή τι τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ ταῖς τῶν ἁγίων φωναῖς ἀποκεχρήσομαι πάλιν· "Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; ∆είξατος ἐκ τῆς κα λῆς ἀναστροφῆς, ἐν πραότητι σοφίας τὰ ἔργα αὐ τοῦ." Ἀναστροφὴν δὲ τὴν ἀξιάγαστον, οὐχ ἑτέραν ἔσεσθαι πρὸς ἡμῶν ὑπονοεῖν ἄξιον, ἢ δι' ἧς ἂν ὀρ θοῦσθαι συμβαίνοι, καὶ τὸ ὡς ἄριστα βιοῦν ἑλέσθαι τινὰς, καὶ τὸ ἐν πίστει γνήσιον. Τὸ γάρ τοι δοκεῖν 77.716 προσήκασθαι μὲν τὴν πίστιν, ἐφ' ἕτερα δὲ βλέπειν, καὶ τὸ ἐρηρεῖσθαι δὲ μισεῖν, δοίην ἂν ἔγωγε παντὸς εἰς λῆξιν ἰέναι κακοῦ. Τοῖς γε μὴν ὧδε παραφθαρεῖσι τὸν νοῦν, ταυτί τε φρονεῖν καὶ δρᾷν ᾑρημένοις, καὶ θεῖος εὐθὺς ἐπαρᾶται λόγος· "Οὐαὶ γὰρ, φησὶ, καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρ τωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους." Ψυχροῦ γὰρ ὡς ἀληθῶς ἀῤῥώστημα νοῦ, καὶ φρενὸς ἐκλύτου καὶ παρειμένης ἐπίκλημα καὶ γραφὴ, τὸ εὔκολον εἰς παραφορὰν, καὶ τὸ ἀγαπᾷν ἑτοίμως, μισεῖν ἑλομέ νους. Ἆρα γὰρ εἴ τις ἔροιτό τινα, καὶ τῶν μετρίων εἰς νῆψιν, ἵνα μὴ λέγοιμι τῶν ἄγαν ἀσθενεστάτων, Πότερον, λέγων, ὦ τὰν, ἐν αἱρέσει κειμένων, τοῦτο [λ. τοῦ τε] ὑγιαίνειν καὶ νοσεῖν, καὶ παρὸν εὐκόλως εἰσοικίσασθαι τὸ δοκοῦν, ἀῤῥωστεῖν ἂν ἕλοιο, μεθεὶς τὸ ἕτερον, ἢ τοῖς ἐναργῶς ἀμείνοσιν ἐπιδραμὼν, καὶ γέλω τος ἀξίαν ἡγήσῃ τὴν πεῦσιν; ἆρ' οὖν εἰς τοῦτο φρε νοβλαβείας κατώλισθεν ἄνθρωπος, ὡς μὴ διαῤῥήδην ἀνακραγεῖν, ὡς ἥκιστα μὲν εὐρωστοίη τὸ σῶμα· τό γε μὴν θατέρῳ προσομιλεῖν, ἥκιστα ἂν ἕλοιτό ποτε; Καὶ μὴν οὐκ ἔσθ' ὅπως οὐκ εὖ βεβουλεῦσθαι τὸν τοιοῦτον φήσομεν. Τὰ γὰρ ὡς εἶεν ὀρθὰ, κἂν εἰ μή τις ἕλοιτο συνειπεῖν, οἴκοθέν τε καὶ ἐναργῆ πλου τοῦντα τὴν δόξαν, κακύνειν οὐκ ἀσφαλές. Εἰ δὴ τῶν ἀρίστων εἶναι λογιούμεθα, καὶ τῇ τῶν εὐκταιοτάτων ἐγγράψομεν μοίρᾳ τὴν τοῦ σώματος εὐρωστίαν, πῶς οὐκ ἀσύνετον κομιδῇ μὴ τὴν αὐτὴν ἡμᾶς ἔχοντας γνῶσιν ὁρᾶσθαι περὶ ψυχῆς, μᾶλλον δὲ καὶ σπου δῆς ἀξιοῦν τῆς προὐργιαιτέρας αὐτήν; Ὅσω γὰρ ἀμείνους σωμάτων ψυχαὶ, τοσούτῳ δεήσει φειδοῦς, οἶμαι, τῆς τελεωτέρας ἀπονέμειν αὐταῖς. Οὐκοῦν, ἀλοιφαὶ μὲν, καὶ τὰ ἐδώδιμα, καὶ τῆς ἔτι λοιπῆς θεραπείας ἡ διαρκὴς καὶ τοῦ περιττοῦ κατόπιν ἰοῦσα χρῆσις, τῶν ἀνθρωπίνων σωμάτων ἐξιστᾶσι τὸ νοσεῖν. Τὸ δὲ εἰς ἔφεσιν μὲν ἀρετῆς ἀνακομίζειν τὸν νοῦν, φθορὰν δὲ ἡγεῖσθαι τὴν βέβηλον ἁμαρτίαν, καὶ πρὸς τούτοις ἔτι τῆς πρὸς Θεὸν ἀγάπης ἀπρὶξ ἡττῆσθαι φιλεῖν, καὶ ὁλοκλήρῳ πίστει τιμᾷν τὸν τῶν ὅλων ∆ημιουργὸν, φαίην ἂν ἔγωγε ψυχῆς εὐρωστίαν, καὶ νοῦ βλέποντος εἰς τὸ εὐσθενὲς ἀσύγκριτον νῆψιν. Χρῆναι γὰρ οὕτω φρονεῖν τοῖς ἀρχαιοτέροις, καὶ αὐτὸς ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Ἐντολὴ γὰρ πρώτη καὶ ἀξιάγαστος ἥδε· "Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου." Τοῦτο εἶναί φημι τὸ ὁλοκλήρῳ τῇ πίστει τιμᾷν ἑλέ σθαι τὸν Ποιητήν. Σκέψασθε γὰρ τὸ χρῆμα ὡδί· τοὺς τοῖς ἐπὶ γῆς κρατοῦσι παρεστηκότας, καὶ ἐν δορυ φόρων τάξει κατειλεγμένους, πότερα τὰ αὐτοῖς δο κοῦντα φρονεῖν ἄξιον, καὶ τοῦτο δρᾷν ᾑρημένους ἀξιεπαινετάτους εἶναι λογιούμεθα, καὶ ψήφῳ λοιπὸν τῇ παγκάλῳ τιμήσομεν· ἢ ὡς ἦν δή που κρεῖτ τόν τε καὶ ἄμεινον οἴοιτ' ἄν τις, οἶμαι, τυχὸν, σκή πτεσθαι μὲν λόγῳ τὴν διάνοιαν βαρβαρίζουσαν δὲ 77.717 τὴν γνώμην καὶ τῶν αἰσχιόνων οὐκ ἐλευθέραν νο σοῦντας ἁλίσθεσθαι. Ἀλλ', οἶμαι, φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι σοφὸν, ὡς εἴη τε καὶ ἔσται κακὸς κακῶς ἀπολέσθαι πρέπων, ὃς ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ, κατά γε τοὺς παρ' Ἕλλησι ποιητάς. Οἶμαι γὰρ δεῖν, ἀνεπίπληκτον μὲν παντελῶς τοῖς κρατοῦσι φυλάττειν τὴν εὔνοιαν· ὅλῃ δὲ γνώμῃ μι σεῖν τὰ βαρβάρων. Ἀλλ' εἴπερ ἐστὶ τὸ ἔν γε τούτοις εὐδοκιμεῖν περιφανές τε καὶ ἀξιόληπτον, πῶς οὐκ ἀναγκαῖον εἶναι λογιούμεθα τοὺς Θεῷ κατεζευγμέ νους, καὶ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν εὖ μάλα πεποιημένους, καὶ τοῦτο ἐπὶ πολλῶν καὶ ἁγίων μαρτύρων, αὐτῷ μονοτρόπως προ[σ]ερηρεῖσθαι φιλεῖν, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντας· "Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου;" Καταλογισθεῖεν γὰρ ἂν οὐχ ἑτέρως, ἢ οὕτως ἐν τοῖς ἀληθέσι προσκυνηταῖς. Τὸ δὲ, γλώτ τῃ μὲν ὁμολογεῖν ὅτι Θεὸς τῶν ὅλων ἐστὶν, ὅλῳ δὲ οὔπω ποδὶ τῆς τῶν δαιμονίων ἐξοίχεσθαι πλάνης, πῶς οὐκ ἂν εἴη, κατά γε τὸ εἰκὸς, ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, σκήπτεσθαι μὲν λόγῳ τὴν εὔ νοιαν, βαρβαρίζουσαν δὲ τὴν διά
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.