Logos 14 rem mid
Rem mid: Logos 14; lemma continues; spiritual reading with the letter.
Greek
νοιαν ἔχειν; Ἀλλ' ἔστιν εἰπεῖν, ὡς δικαίαν μὲν ἂν κατ' ἐκείνων ἐποιή σατο τὴν ἐπίπληξιν, ὁ δόξῃ τῇ ὑπερτάτῳ κατεστεμ μένος, Ὦ στρατιώτα, λέγων, τοῖς ἐμοῖς ὅπλοις ἐσκευασμένος, φρονεῖς τὰ βαρβάρων; Ἐμὸς δὲ ὅτι, μόνον ὁρᾶσθαι φιλεῖς, ὅλος ὢν ἑτέρων. Φαίη δ' ἂν, οἶμαι, καὶ Θεὸς περὶ τῶν ἐν πίστει μὴ ἱδρυμένων· "Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, τηροῦντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων." Μεταπλάττει δὲ ὁ καιρὸς τὴν λέξιν εἰς τὸ συμφέ ρον. Εἰς τοῦτο γὰρ δὴ βδελυρίας προήκουσί τινες τῶν τελούντων ἐν ἡμῖν, ὡς προσέχειν πνεύμασι πλάνης, καὶ χρησμολόγων τινῶν φληνάφοις ψευδ επείαις ἐπιδοῦναι τὸν νοῦν. Οἳ τὰ ἐπέκεινα μὲν οὐ ρανοῦ, καὶ τὰ ὑπὸ γῆς εἰδέναι φαντάζονται· λελή θασι δὲ σφᾶς μὲν αὐτοὺς φρεναπατοῦντες οἱ δείλαιοι, συνολλύοντες δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν κεφαλαῖς. ∆ιακεῖσθαι γὰρ ἀναπείθουσιν, ὡς ἔστιν ἑτοίμη τοῖς ἐθέλουσιν ἐλεῖν τῶν ἐσομένων ἡ γνῶσις, καὶ τῆς θείας ὑπεροχῆς τὰ ἰδικῶς ἐξαίρετα, τῇ τῶν ἀστέρων κινήσει προσνέμοντες, τῆς ὑγιοῦς τε καὶ ἀπλανοῦς ἐξέλκουσι δόξης τοὺς οἵπερ ἂν εἶεν εὔκολοι πρὸς ἀποφορὰν, καὶ εἰς ἀπάτην εὐδιαῤῥίπιστοι. Καὶ δὴ καὶ γραῶν ἀθλίων ἐσμοὺς συναγείροντες, ψιθυρί ζουσι τὸ δοκοῦν, ὡς τὸ θεῖον ὄντες αὐτοί. Τὰ δὲ οἴ καδε πάλιν ὑπονοστεῖ, ψευδηγορίαις τισὶν ἀνοήτως πεφενακισμένα, καὶ τὸ μόλις ἐρανίζεσθαι ἀργύριον ἐκλελῃστευμένα. Ψυχρῶν γὰρ ἐκείνοις, καὶ ἀνοσίων λημμάτων ἡ τέχνη προμνήστρια· καὶ τὴν ἐν πίνακι τῷ πανώλει γραφὴν, ψεῦδος ὥσπερ τι ποιοῦνται πω 77.720 λητήριον. Τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες, καὶ τῆς τοῦ πρέ ποντος θήρας ὀλιγωρήσαντες. Ἀλλὰ τί φησιν ὁ προφήτης Ἰεζεχιήλ; "Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς τοῖς προ φήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ προφητεύσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια." Ἐπειδὴ δὲ καὶ γύναια μυσαρώτατα τὴν τῶν ἐσομένων εἴδησιν ὑπεπλάττοντο, πάλιν ἔφη τῷ προφήτῃ Θεός· "Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευού σας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπ' αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ ταῖς συῤῥαπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χει ρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς. Καὶ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ κλάσματος ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ περιεποιοῦντο ψυχὰς, ἃς οὐκ ἔδει ζῇν· ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα." Ἔχει γὰρ ὧδε τὸ ἀληθές. Οὐ γάρ τοι θεοκλυτοῦντές ποθεν, διαπορθμεύουσιν εἰς ἑτέρους νόμῳ τῆς καθ' ἡμᾶς προφητείας τὰ ὑπὲρ νοῦν· συνθέντες δὲ λόγους αὐτοὶ τοὺς ἐοικότας ἑκά στῳ τῶν φιλοπευστεῖν εἰωθότων, τῶν τῆς ἀπάτης ἐργαστηρίων ἐκπέμπουσι. Φάσκοντες δὲ εἶναι δεινοὶ καὶ σοφοὶ, καὶ προελθεῖν εἰς τοῦτο τέχνης τε καὶ ἀκριβείας, καὶ ὑποτοπήσαντες, ὡς ἀμογητί τε καὶ ἀπλανῶς τὰ ἑτέρων δύνασθαι συνιέναι πράγματα, περὶ τὰ σφῶν αὐτῶν διημαρτηκότες, τοσοῦτον ἁλοῖεν ἂν, ὡς ἐπταικότας εἰπεῖν, μὴ ἂν ἐλπίσαι παθεῖν τῶν συμβεβηκότων τὴν πεῖραν. Καίτοι μετὸν εὐκόλως τῷ προειδότι φυλάξασθαι, καὶ παρὸν διαφυγεῖν τὸ ὥς τε καὶ ἥξει προεγνωσμένον, τί μὴ ἑτέρων αὐτοὶ προεκ τρέχουσι τῶν δεινῶν, καίτοι τῆς τέχνης ἐν καλῷ γε νέσθαι πεπιστευκότες; Εἰκαίως οὖν ἄρα φενακισμὸς τὰ ἐκείνων εὑρήματα, δι' αὐτῶν ἡμῖν ἐξελέγχεται τῶν πραγμάτων. Ἀλλ' ἐκβέβηκε, φασὶ, τῶν εἰρημέ νων τινὰ πρὸς ἀλήθειαν. Καὶ μὴν, ὦ βέλτιστοι, τοῦτο ἐστιν ἡ γραφή· καὶ τὰ ἐφ' οἷς ἂν ὑμᾶς εὐθύ νεσθαι πρέποι. Εἶτα φεύγων τις, εἰπέ μοι, καὶ διω κόμενος, ἀπολογίαν ποιήσεται τὰ ἐγκλήματα; Οὐ γὰρ ὅτι πρὸς ἀλήθειαν ἐκβέβηκε τῶν εἰρημένων τινὰ ληροῦμεν ἡμεῖς, ἐκεῖ καταχέοντες τῶν οὐκ αἰσχρῶν τὴν κατάῤῥησιν. Τὸ δ' ὅτι μὴ πάντα πρὸς ἀλήθειαν βλέπει, τῆς ἐνούσης ὑμῖν βδελυρίας ἔλεγχος ἂν γέ νοιτο σαφὴς, καὶ πρός γε τούτοις διαδείξειεν ἂν ἁμαρ τοεπὲς ἔτι τὸ ἐπιτήδευμα, καὶ ληρίας ἔμπλεως ἡ τέχνη, καὶ γέλως ἤδη τὸ μάθημα, καίτοι τὰ θεόθεν οὐκ ἂν διαψεύσαιτο Ἃ γὰρ οἶδεν ἐσόμενα, πάντη 77.721 τε καὶ πάντως ὁ θεῖος καὶ ἀκήρατος νοῦς, ταῦτά τε λαλεῖν εἰ προέλοιτό τισιν, εἴτε ἐκεῖνοι πρὸς ἑτέρους, οὐ ψευδοεπές ἐστι διήγημα. Τὰ δέ γε τῶν ἀνθρωπί νων ἐννοιῶν εὑρήματα, στοχασμοῦ φορέσει μᾶλλον ἢ τῆς ἀληθείας τὴν δόξαν. ∆οκεῖ δέ μοι τῶν τοιούτων ἕκαστος ἀνθρώπῳ προσεοικέναι τοῦ βλέπειν ὑπό του παρειμένῳ τῶν παθῶν, καὶ τὴν τοῦ σώματος ὄψιν ἐξεῤῥυηκότι, ὃς ἠρεμεῖν ἄμεινον καὶ τῇ τοῦ πάθους ἀνάγκῃ παραχωρεῖν, εἶτα δύνασθαι τοξεύειν οἴοιτο, καὶ μάλα σεμνῶς. Ἆρ' οὐχὶ μανία τοῦτο, καὶ γραφή τις ὥσπερ ὕβρεως εἰς τὴν τέχνην; ἂν δ' ἂν συμβαίνοι παθεῖν αὐτὸν, καταθρῆσαι ῥᾷον. Συχνὰ γὰρ ἱέντι βέλη, διοιχήσεται, καὶ ἀφαμαρτήσει μὲν εἰκότως τὰ πλεῖστα σκοποῦ. Τὸ δὲ ἀπεῖργον οὐδὲν ἔμπου καὶ μόλις ἰέναι τὴν ἐπ' εὐθύ. Σεμνυνεῖται δὴ οὖν ἐφ' ἑνὶ, καὶ τὸν ἐπὶ τοῖς ἑτέροις διακρούσε ται γέλωτα. Ἀλλ' ὅ γε τὴν ὄψιν ὑγιὴς, οὐκ ἐφ' ἑνὶ τῷ δραμόντι τὴν ὀφρὺν ἀνασπάσει, καὶ φρονήσει μέγα, πολλοῦ γε καὶ δεῖ. Αἰσχύνοιτο δ' ἂν μᾶλλον ἐπὶ ταῖς τῶν ἄλλων παρατροπαῖς, εἰ τὸ ἐπαινεῖσθαι δεῖν ἐποιεῖτο πρὸς ἡμῶν, μὴ διαπιπτούσῃ πρὸς τὸ ἀκαλλὲς τῇ τέχνῃ. Ἢ τοίνυν ὁμολογείτωσαν ὡς ἐκ τυφλῆς διανοίας ποιοῦντες τοὺς λόγους, καὶ τὸν ἐπ' ἐκείνῳ κρότον αἰτούντων· ὃς ἐπεί τοι τὴν ὄψιν ἔμ πειρος ἦν, οὐ μακρὸν ὀφλήσει τῆς δι' ἁμαρτίας τὸν γέλωτα· καταληϊσθείη δ' ἂν οὐκ ἐκ τέχνης, ἀλλ' ἐκ τοῦ παρατυχόντος τὸ ἐφ' ἑνὸς ἐπίταγμα τυχόν. Ἢ εἴπερ ἐροῦσι βλέπειν, καὶ εἰδέναι σαφῶς διαβε βαιώσονται τ' ἀληθὲς, ἀπροφάσιστον παντελῶς εὑρή σουσι τὴν ἀπότευξιν, καὶ ψυχρὸν ἀπόβρασμα νοῦ τῆς μαντείας τὸν τρόπον. Ἅγιοι προφῆται γεγόνασι παρ' ἡμῖν, οὐκ ἀστέρων κίνησιν καταμετρεῖν εἰωθότες, οὐ τὴν τῶν στοιχείων πολυπραγμονοῦντες χρείαν, καὶ εἰς ἃ μὴ προσῆκεν ἐκβιαζόμενοι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ φενακισμοῖς ἑώλοις ἐπιθαρσήσαντες· ἐξ ἀποκαλύψεως δὲ θείου Πνεύματος προαναθροῦντες τὰ μέλλοντα, καὶ ἐκ μακρῶν ἄνωθεν ἡμῖν διηγορευ κότες καιρῶν. ∆ιημάρτηκε δὲ τῶν εἰρημένων οὐδέν· ἀλλ' ἕρπει κατὰ καιροὺς τῶν πραγμάτων ἡ φύσις ἐπὶ τὸ λίαν ἐγγύς· μᾶλλον δὲ κατ' ἴχνος τὸ ἀκριβὲς τῶν ἤδη προηγγελμένων. Θεὸς γὰρ ἦν ὁ λαλῶν. Ἔστι τοίνυν ἐκείνων αὐτῶν ἐπαΐειν σαφῶς, ὡς ὀλέθριον ἐκκεχυκότων τὴν φιλοψευδῆ καὶ ἀργυροκάπηλον ἀστρογοητείαν· δεῖν γὰρ οὕτω γέ φημι, καὶ ὀνο μάτων τῇ τέχνῃ στωμύλως ἐξευρημένων· φασὶ τοι γαροῦν· "Τάδε λέγει Κύριος· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐ ρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσ ώποις αὐτῶν, ὅτι τὰ νοήματα· τῶν ἐθνῶν μάταια." Γεγόνασι μὲν εἰς φαῦσιν καὶ εἰς καιροὺς οἱ τόνδε τὸν οὐρανὸν τῇ πολυσχεδεῖ κατακαλ [λ] ύνοντες θέσει καὶ τῇ συμμέτρῳ φαιδρότητι στεφανοῦντες ἀστέρες. Ἀλλ' εἰσὶν αὐτοί σοι τοῖς τοῦ πεποιηκότος εἴκοντες νόμοις, καὶ ὡρῶν μεταβολὰς τοῖς ἐπὶ γῆς σημαίνου 77.724 σιν, ἄλλοτε ἄλλος ἀνίσχων καὶ δυόμενος. Προσεκτέον τοιγαροῦν, οὐχὶ τοῖς ἐκείν
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.