Festal Letters (Paschal Homilies) · §logos19-rem-early

Logos 19 rem early

Rem early: Logos 19; festal historia and call to virtue.

Greek

σειέ τις; Πῶς οὖν ἄρα καὶ ἡμεῖς τὸν ἀρχαῖον ἐκεῖνον ἀποπερανοῦμεν νόμον, Χριστοῦ λέ γοντος ἐναργῶς, "Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι· λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κε ραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν;" Οὐκοῦν τέθυται δὲ καὶ ἡμῖν, τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Τροφὴν δὲ τὴν νοητὴν καὶ παγκάλην καὶ ἱερὰν ἀλη θῶς ἐπ' αὐτῇ ποιησόμεθα· γραφομένην μὲν ὥσπερ ἐν ἄρτοις ἀζύμοις, κατὰ τὸν νόμον, νοουμένην δὲ πνευματικῶς. Ζύμη γὰρ ἀεὶ παρά γε ταῖς θεοπνεύ στοις Γραφαῖς, φαυλότητος καὶ ἁμαρτίας εἰς τύπον παραλαμβάνεται. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐνετείλατο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς προσέχειν, οὕτω λέγων· "Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Γραμματέων καὶ Φαρισαίων." Γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος, ζύμης καὶ ἀκαθαρσίας τῆς εἰς νοῦν καὶ καρδίαν ὡς ἀποτάτω τιθεὶς τοὺς ἡγιασμένους· "Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι." Ἔστι τοίνυν οὐκ ἀσυντελὲς εἰς ὄνησιν, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, ἐπειδήπερ ἡμῖν διὰ σπουδῆς τέθειται τῆς προὐρ 77.825 γιαιτάτης, τὸ ἐν μεθέξει γενέσθαι τῇ πνευματικῇ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸν νοῦν ἀθό λωτον ἔχειν, καὶ ἀποτρίβεσθαι μολυσμοὺς, καὶ ἀπο φοιτᾷν ἁμαρτίας, καὶ ἁπαξαπλῶς ἀπανίστασθαι παν τὸς τοῦ καταμιαίνειν εἰωθότος. Ἀκαταιτίαυτον γὰρ οὔτω καὶ ἀνεπίπληκτον παντελῶς κατορθώσομεν τὴν ὡς ἐν μεθέξει πρόσοδον. Ἐσθιέτω δέ τις καὶ πικρί δας, τουτέστι, διὰ πικρῶν ἡκέτω πόνων, καὶ τὸ ἔν γε τούτῳ τληπαθὲς ποιείσθω περὶ πολλοῦ. Καὶ γὰρ ἔστι τῶν ἀπωτάτων, τῆς εὐσεβείας τοὺς ἐραστὰς οἴεσθαί τε καὶ φρονεῖν ἑτέρως ἂν δύνασθαι κατα πλουτεῖν ἀρετὴν, καὶ ταῖς ἀνωτάτω δόξαις ἐπι σεμνύνεσθαι, μὴ προηθληκότας, καὶ τὴν τῆς ἀνδρείας ἐπίδειξιν εὖ μάλα πεποιημένους. Τραχεῖα μὲν γὰρ καὶ ἀνάντης ἡ ὁδὸς ἡ εἰς αὐτὴν ἀναφέρουσα, καὶ οὐ βάσιμος τοῖς πολλοῖς· εἴη δ' ἂν μόνοις εὐστιβὴς τοῖς, οἵ γε διᾴττειν ἐπείγονται, κατοῤῥωδοῦντες οὐ δένα, ἀνταποδυόμενοι δὲ τοῖς πόνοις, καὶ τοῖς ἱδρῶσιν ἀντανιστάμενοι. Καὶ πρός γε τοῦτο ἡμᾶς παραθήγει λέγων αὐτὸς ὁ Χριστός· "Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσ πορευόμενοι δι' αὐτῆς. Στενὴ δὲ ἡ πύλη, καὶ τεθλιμ μένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰ σὶν οἱ εὑρίσκοντες αὐτήν." Τὰ γάρ τοι λαμπρὰ καὶ ἐξαίρετα τῶν ἀνδραγαθημάτων πρέπει ἂν ἑλεῖν, καὶ μὴν καὶ δύνασθαι κατορθοῦν, οὐχὶ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ, ὡς ἔφην, τοῖς ἐξειλεγμένοις, καὶ καταθλεῖν εἰδόσι γενικῶς τῆς εἰς τὰ αἰσχίω κα λούσης ἡδονῆς· εὐρεῖα δὲ ὅτι καὶ λειοτάτη τρίβος κα τακομίζει πρὸς ἁμαρτίας, κατίδοι τις ἂν καὶ λίαν ἀμογητὶ καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν πραγμάτων. Εὐπάροιστος μὲν γὰρ κομιδῇ καὶ πολὺ λίαν εὐπετὴς ὁ ἀνθρώπινος νοῦς, κατωθούσης ἡδονῆς. Ἴεται δὲ καὶ μάλα ῥᾳδίως εἰς τρυφὰς, καὶ τὸ ἀκρατὲς εἰς ὀρέξεις τὰς σωματικὰς ἁλίσκεται πεπονθώς· οἶμαι δὲ δεῖν τὰ τοιάδε κατηῤῥωστηκότι τάχα που καὶ συνειπεῖν· καταβιάζεται γὰρ καὶ οὐχ ἑκόντα πολλά κις ἡ τῆς σαρκὸς φύσις, καὶ κέντροις αὐτὸν παρα θήγει δεινοῖς εἰς ἐμφύτους ἡδονὰς μονονουχὶ δὲ καὶ ἀσχάλλοντος καταδράττεται, καὶ πρὸς ἀβουλήτους ἀποφέρει ῥοπάς. Ἀλλ' ὅ γε τῶν ὅλων Θεὸς καὶ Κύ ριος ἀνατειχίζει τῷ νόμῳ, καὶ ὅπλον αὐτῷ χαρίζεται τὴν ἐγκράτειαν. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· "Νό μον γὰρ εἰς βοήθειαν δέδωκεν." Ἄθρει δέ μοι τὸν νομομαθῆ καὶ ἱερώτατον Παῦλον, εἰς ἀκριβῆ τῶν τοιῶνδε κατάσκεψιν καθιέντα τὸν νοῦν, καὶ βασανί ζοντα μὲν ἰσχνῶς τῶν ἐμφύτων τε καὶ ἐν ἡμῖν κινη μάτων τὸ θράσος· παραδεικνύντα δὲ μετὰ τούτου τὸν ἀποχρώντως ἡμῖν ἐπικουροῦντα νόμον. Ἔφη γὰρ οὕ τως· "Οἶδα μὲν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραγμένος ὑπὸ τὴν ἁμαρ τίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω· ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ 77.828 ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκ ἔτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰ κοῦσα ἐν ἐμοὶ ἁμαρτία." Τί φὴς, ὦ μακάριε Παῦλε; Σαρκικὸς καὶ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, ὃ κατ εργάζῃ δὲ, οὐ γινώσκεις; εἶτα ποιεῖς ὃ μισεῖς; Οὐ γὰρ ἕκαστος ἡμῶν ἐθελουσίοις τοῦ νοῦ ῥοπαῖς ἐφ' ἕκαστα τῶν πρακτέων ἔρχεται, καὶ τὸ ἑλέσθαι τὸ δοκοῦν ἀνεπίπληκτον ἔχει, καὶ τῶν ἑαυτοῦ θελημά των τὰς ἡνίας διεκληρώσατο; Ναὶ, φησὶ, ἀλλ' οἶδα τὴν ἡδονὴν καταγοητεύουσαν ἔσθ' ὅτε καὶ τὸν εὐδό κιμον νοῦν, ἐφ' ἃ μὴ προσῆκεν εὐκόλως καταβιβά ζουσαν. Οἶδα καὶ ἀνεθέλητον ὑπομένοντα βλάβος. Οὐ γὰρ ὃ θέλει πάντως τοῦτο ποιεῖ· παραχωρεῖ δὲ μᾶλλον ταῖς τῶν παθῶν ἐμβολαῖς, καὶ ταῖς ἐντεῦθεν ἐπικρατείαις πλεονεκτούμενος, ἡττᾶται καὶ οὐχ ἑκὼν, καὶ τῷ τοῦτο πεπονθότι πρέποι ἂν εἰπεῖν· "Νυνὶ δὲ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία." Ὁρᾷς ὅπως τῶν μὲν ἐμφύτων καὶ ἐν ἡμῖν καταγορεύει παθῶν, ὁμολογεῖ δὲ τὴν ἧτταν, καὶ γράφεται τὴν πλεονεξίαν, καὶ δέδιε τὴν ἀντίστασιν οὐ φορητὴν εἶναι λέγων; Ὅτι δὲ ἀληθὲς ὅ φημι, σαφηνιεῖ πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος, προσεπάγων οἷς ἔφη καὶ συνάπτων ἐφεξῆς· "Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν. Τὸ γὰρ θέλειν παράκειταί μοι· τὸ γὰρ κατεργάζεσθαι τὸ καλὸν, οὔ. Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ' ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰς δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατερ γάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εὑ ρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ κα λὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται." Συνίης οὖν ὅπως κατεξανίσταται μὲν ἀγρίως τῆς ἑκάστου ψυχῆς ἡ τῆς φαυλότητος προσβολὴ, καὶ καθίησι μὲν ἀβου λήτως τὸν ἐν ἡμῖν ὄντα νοῦν ἐπὶ τὸ αὐτῇ δοκοῦν, παραιρεῖται δὲ ὥσπερ καὶ τὸ ἐλεύθερον εἰς ῥοπὰς, ὡς οὐκ ἔτι μὲν ἡμῶν, αὐτῆς δὲ τάχα που καὶ μόνης ὁρᾶσθαι τὸ δρώμενον. Ἀλλ' οὐχ ὑπερεῖδεν ἡμῶν ὁ ∆η μιουργὸς, οὔτε μὴν εἰς ἅπαν ἀνεπικούρητον τὴν ἀν θρώπου φύσιν ἀφεὶς, παρῆκεν ἑτοίμως καταληΐζεσθαι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.