Festal Letters (Paschal Homilies) · §logos19-rem-mid

Logos 19 rem mid

Rem mid: Logos 19; lemma continues; spiritual reading with the letter.

Greek

. Ἐπιτιμᾷ γὰρ ὁ νόμος ταῖς εἰς τοῦτο ῥοπαῖς, κἂν πλεονεκτῇ τὸ πάθος, ἀντ ανίσταται σοφῶς καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, τῆς ἐγκρατείας τὸ κάλλος παραδεικνύς· καὶ τοῖς τῆς ἀρετῆς αὐχήμασιν ἐπιγάννυσθαι ποιῶν. Ἐπέκεινα τοίνυν τῆς βεβήλου καὶ μυσαρωτάτης ἡδονῆς τὴν διάνοιαν στήσαντες, σιτίων τε καὶ ποτῶν ὀλίγα πε φροντικότες, "Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, καθὰ γέγραπται· νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν." Ἐπιστέλλει γὰρ οὕτως ἡμῖν ὁ σοφώτατος Παῦλος. Κατηῤῥώστησε μὲν γὰρ ὁμολογουμένως ἡ τοῦ σώματος φύσις, τὸ εὐπάροιστον εἰς ἐπιθυμίαν· ἀλλ' οὐχὶ ὁρῶμεν ἠφειδηκότα τῶν καθ' ἡμᾶς τὸν τῶν ὅλων ∆ημιουργὸν, φροντίδος δὲ μᾶλλον ἀξιοῦν ἐθέλοντα τῆς προὐργιαιτάτης. Καὶ 77.829 γοῦν τὸν Υἱὸν αὑτοῦ ἔδωκε τὸν μονογενῆ, ἵνα καθ' ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ σῶμα λαβὼν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας, νεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἴδιον γὰρ γεγονὸς τὸ σῶμα τοῦ Λόγου, παθῶν μὲν εὐθὺς τῶν καθ' ἡμᾶς ἀπηλλάττετο, καὶ τῶν εἰς φαυλότητα κινημάτων τὸ κέντρον ἀπεσκευάζε το· μετεστοιχειοῦτο δὲ ὥσπερ πρὸς θεοπρεπῆ καὶ ἀπόῤῥητον καθαρότητα, νεκρουμένης ἐν αὐτῷ τῆς ἁμαρτίας, καὶ οἷον ἐκ βάθρων αὐτῶν κατασειομένης τῆς ἡδονῆς. Ὥσπερ γὰρ θανάτου κρεῖττον ἦν, ὅτι ζωῆς τῆς κατὰ φύσιν γέγονε σὰρξ, κατὰ τὸν ἴσον, οἶμαι, τουτῳὶ τρόπον τὴν τῆς ἁμαρτίας πεπάτηκε δύναμιν. Ἴδιον γὰρ ἦν τοῦ μὴ εἰδότος ἁμαρτίαν. Καὶ ἀληθῆ τὸν Λόγον ἀποφαίνει γεγραφὼς ἡμῖν ὁ θεσπέ σιος Παῦλος· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα." Καὶ τί δὴ τοῦτό ἐστι "τὸ ἀδύνατον τοῦ νόμου;" φαίη ἂν, οἶμαι, τίς· Θείου γὰρ νόμου καλοῦντος εἰς ἐγκράτειαν ἀποφέρει πρὸς τὸ ἐναντίον ἡ τῆς σαρκὸς φύσις, ἀεὶ πρὸς ὀρέξεις παραθήγουσα τὰς μυσαρωτάτας. Ἀλλ' ὄ γε τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, οὐ γυμνὸν καὶ ἀσώματον, καὶ τὸ φρικτὸν καὶ ἀπρόσιτον τῆς θείας ἑαυτοῦ δόξης ἀπαστράπτοντα φῶς, καθέντα δὲ μᾶλλον ἑαυτὸν οἰκονομικῶς ἐν τοῖς καθ' ἡμᾶς, καὶ οἰστὸν παρέχοντος δι' ὁμοίου σώματος, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Ἀνῄρηται γὰρ, ὡς ἔφην· ὥστε καὶ ἔξω σαρκὸς γενέσθαι δοκεῖν καὶ ἡμᾶς αὐ τοὺς ὡς ἡγιασμένους, καὶ τὸ θεῖον αὐτοὺς κατα πλουτήσαντες Πνεῦμα. Γράφει δὲ ὧδε πάλιν ὁ σο φώτατος Παῦλος· "Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐ τοῦ. Εἰ δὲ ἐν ὑμῖν Χριστὸς, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην." γʹ. Ἐπειδὴ δὲ τῆς ἄνωθεν εὐκλείας τοὺς ἐραστὰς, καὶ τοὺς ἔτι μάλιστα θεοφιλῶς διαβιοῦν ᾑρημένους, ἀρτίως ἔχοντας εἰς εὐσέβειαν ὁρᾶσθαι προσήκει, προσεποίσομεν ἀναγκαίως τῆς ἐγκρατείας αὐχήμασι καὶ τοὺς τῆς ἑτέρας ἐπιεικείας τρόπους, τὴν εἰς ἀλ λήλους ἀγάπην, τὴν φιλαλληλίαν, καὶ τὸ δεῖν ἑτοί μως ἐλεεῖν τοὺς ἀφορήτῳ πενίᾳ κατισχισμένους. Ἔφη γάρ που ὁ Χριστός· "Γίνεσθε οἰκτίρμονες, ὅτι ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί." Παρεγ γυᾷ δὲ καὶ νόμος ἡμῖν ὁ διὰ Μωσέως· "Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεο 77.832 μένῳ ἐν σοί." Χρῆμα γὰρ ἐξαίρετον ἡ φιλοπτωχία Εἰ δέ τις αὐτὴν ἐν ὀλίγῳ παντελῶς ποιεῖται λόγῳ, καὶ τοῦ μηδενὸς ἀξίαν εἶναί φησι, ἐπαινέσει που πάντως τὸ ἀπηνὲς καὶ μισάνθρωπον· καὶ τό γε δὴ χρῆναι μὴ συναλγεῖν τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ· ἆρ' οὖν οὐχὶ θηριοπρεπὲς τὸ φρόνημα καὶ Θεῷ κατεστυ γημένον, καὶ μαχομένην ἔχον τὴν φιλοικτίρμονα φύ σιν; Ἀλλ' οὐκ ἂν ἐνδοιάσειέ τις. Γέγραπται γὰρ ὅτι "Ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακούειν ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων." Χρὴ δὲ καὶ ἑτέρως μεμνῆσθαι διὰ παντὸς τῆς ἐσο μένης ἡμῖν μετὰ τοῦτο ζωῆς. Ἄραρε γὰρ, ὅτι πάντη τε καὶ πάντως καταλήξει πρὸς πέρας ὁ ἑκάστου βίος. Ἀλλ', ὥς που καὶ Γράμμα φησὶ ἱερὸν, "Οὐδὲν εἰσ ηνέγκαμεν εἰς τὸν βίον, οὐδὲ ἐξενεγκεῖν δυνάμεθα." Βαδιεῖται δέ τις τῶν μὲν ἐπιγείων ἀγαθῶν συναποφέ ρων οὐδὲν, ἁπάντων δὲ ὥσπερ ἐστερημένος, καὶ αὐ τοῦ δὲ σώματος. Ἀλλ' οἱ μὲν τῆς ἀρετῆς ἐργάται πλοῦτον ἔχουσι τὸν νοητὸν, καὶ τὸ τῆς φιλοπτωχίας συνέκδημον φῶς. Καυχήσονται γὰρ ἐπὶ τοῦ θείου βήματος, μᾶλλον δὲ αὐτὸς αὐτοὺς ἐπαινέσει Χρι στὸς λέγων· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθατε πρός με. Ἀμὴν γὰρ λέγω, φησὶν, ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε." Ἀκούεις ὅπως ἡ φιλοικτίρμων τε καὶ ἡμερωτάτη φύσις τὸν εἰς τοὺς πένητας ἔλεον ἐφ' ἑαυ τῇ γενέσθαι φύσιν; Ἀλλ' ἐπακούσῃ μὲν κατὰ τὸ εἰκὸς ἁπασοῦν, οἶμαι, τὶς τὸ χρῆναί τε φειδοῦς ἀξιοῦν τοὺς ἐν πτωχείᾳ καὶ πόνοις, διανέμειν δὲ τοῖς δεομέ νοις τὰ κατ' ἰσχύν. Περιενεχθήσεται δὲ πρὸς τὸ ἔχον ἐναντίως καὶ ἀφιλοικτίρμονα νοῦν, ἐκεῖνό που πάν τως διενθυμούμενός τε καὶ λέγων· Εἰ δοίην ἑτέροις τὰ ἐμαυτοῦ, παῖδας ἀδικήσω τοὺς ἐμούς. Τίνων ἔσον ται δεσπόται; πλουτῶ γὰρ οὐ λίαν. Ἀλλ', ὦ βέλτιστε, φαίην ἂν αὐτῷ, λογισμοῦ τοῦ καθήκοντος ἀποκομίζῃ μακράν. Ἔδει γὰρ, ἔδει διενθυμεῖσθαι σοφῶς, ὅτι καὶ ζῶ ἔτι λόγου μὲν τοῦ παντὸς ἀξιοῖ τὴν εἰς παῖδας φιλοστοργίαν, ἔξω δὲ σαυτὸν τῶν ὄντων οὐ τίθης, οὔτε μὴν εἰς ἅπαν ἀποστερεῖς τῶν εἰς ἀνά παυλαν καὶ τρυφήν. Οὐκοῦν ἔργον ἂν εἴη φρενὸς ἀλη θῶς τῆς παγκάλης, καὶ τῆς ἐσομένης ζωῆς ποιεῖσθαι φροντίδα, καὶ μέτρον ἑλέσθαι τοῦτο δρᾷν· οὐκ ἐξείρ γοντος τοῦ καιροῦ τὴν τῶν πλωτήρων ἀπομιμεῖσθαι πρόνοιαν, οἳ τὴν οὕτως εὐρεῖαν διαπερῶσι θάλασσαν, οὐκ ἠμεληκότες σιτίων, ἢ τῆς ἄλλης εἰς τοῦτο παρα σκευῆς· ἀλλὰ καὶ ὑπὲρ χρείαν ἔσθ' ὅτε τὰ ἔπιπλα προενθέμενοι. Οὐκοῦν ἐκδημήσειν τῶν καθ' ἡμᾶς πραγμάτων ἑκάστου μέλλοντος, νοητῶν ἐφοδίων γε νέσθω πρόνοια. Οὐκ ἀδικήσεις τὸν παῖδα τὸν σαυτοῦ 77.833 διὰ τοῦ κατοικτείρειν τοὺς ἐν

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.