Festal Letters (Paschal Homilies) · §logos21-open

Festal Letters Logos 21 opening

Logos 21.

Paschal Logos 21: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ ΚΑʹ. αʹ. Ἐν μὲν ἐμοί γε καὶ λίαν θυμῆρες, ἀδελφοὶ, τῆς ἁγίας ἡμῶν πανηγύρεως καὶ ἐν τῷ παρόντι καιρῷ ποιουμένῳ τὴν δήλωσιν, τοῖς συνήθεσι κε χρῆσθαι πρὸς ὑμᾶς λόγοις, οὐδὲν παραλελοιπότι τῶν ὅσα πρὸς ὠφέλειαν βλέπει πνευματικὴν, καὶ τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀρθῆς καὶ ἀπλανοῦς πίστεως τὸ βέβαιον παρατίθεται. Οὕτω γὰρ ἂν αὐτὸς μὲν ἐκέρδανα τῆς ἐμαυτοῦ προθυμίας τὴν ὄνησιν, ὑμεῖς δὲ ἀζήμιοι τῶν ὠφελεῖν δυναμέ νων διεμείνατε. Ἐπειδὴ δὲ οὐ πάντα τοῖς ἀνθρωπί νοις σκέμμασιν ἐξ οὐρίας τρέχει τὰ πράγματα, οὐδὲ τῶν κατὰ γνώμην εἰς εὐθὺ καταντᾷ πάντη τε καὶ πάντως τὸ τέλος, φέρε λέγωμεν ὡς ἔνι τὰ κατεπεί γοντα, μᾶλλον δὲ ὅσα δύνασθαι παραχωρεῖ τῆς ἐν σκηψάσης ἡμῖν μέχρι καὶ νῦν ἀῤῥωστίας τὸ μέγεθος. Τοσοῦτον γὰρ ἡμᾶς τοῖς ἐξ ἑαυτῆς συμπτώμασι κατ εφόρτισεν, ὡς ἀναβοᾷν ἐκεῖνο τὸ παρὰ τῶν ἁγίων μαθητῶν, ὅτε καὶ ἐκινδύνευον τῷ Σωτῆρι, λεχθέν· "Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα." Οἶδα μὲν οὖν. 77.852 ὅτι συνέσει διαπρέποντες, σοφὸν καὶ ἔννουν κέκτησθε φρόνημα τῶν ἁγίων ἡμῶν Πατέρων καὶ παναρίστων διδασκάλων ἐναύλους τὰς παραινέσεις κατέχοντες, ὡς μηδὲν ἡμῖν ἐνδεῖν κατὰ τὸν μακάριον Παροιμια στὴν φάσκοντα· "Πάντα ἐνώπιον τοῖς ποιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν." Πρὸς εἰδότας τοι γαροῦν, θαῤῥῶν ἀναφθέγξομαι. βʹ. Ἰδοὺ δὴ καὶ νῦν ὁ εὔσημος καὶ σωτήριος τῆς ἁγίας ἑορτῆς ἐπέστη καιρὸς, ὅτε τῶν παλαιῶν ἁμαρ τημάτων τὸ δυσαχθὲς φορτίον ἀποσεισάμενοι, τὸν σωτήριον ζυγὸν ἑκουσίως ὑπεισήλθομεν τοῦ ἐξ οὐ ρανοῦ καταβάντος Θεοῦ Λόγου, οὐκ ἔτι κοπιῶντες καὶ πεφορτισμένοι, ἀλλὰ πράῳ καὶ σώζειν εἰδότι τῷ Ἐμμανουὴλ παιδευόμενοι λόγῳ. Οὐκοῦν ἀλλήλοις συγχαίροντες ἐν Ἐκκλησίαις, διὰ τῆς κοινῆς καὶ ἱερᾶς καὶ ὁμοψύχου συνόδου εὐχαριστηρίους ᾠδὰς ἀναπέμ ψωμεν ἐν τῷ λυτρωσαμένῳ πάντας ἡμᾶς Σωτῆρι Χριστῷ, ἐκ τῆς πάλαι προτετριμμένης ἡμῖν κηλῖδος, διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν, ἀναβοῶντες ἐκεῖνο τὸ πάλαι σοφῶς εἰρημένον, "Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα." Ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ δια βόλου πλεονεξίας, τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ τρυφῆς ἐκπεπτώκαμεν ὑπὸ τὴν πεποιηκότος ἀγανά κτησιν εἰκότως γενόμενοι, καὶ τὴν φοβερὰν ἐκείνην καὶ παγχάλεπον ἀκούσαντες φωνὴν, "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ," τῆς διαβολικῆς τυραννίδος ὤφθημεν θήραμα, οὐδὲν πρὸς τὰ ἄνω ἐπιβλέπειν τολμῶντες οἱ δείλαιοι. Ποία τοίνυν ὑπελίπετο τοῖς τοῦτο πο θοῦσι σωτηρίας ὁδός; ποία τοῖς παραβεβηκόσι τοῦ ∆εσπότου τὴν ἐντολὴν ἀφορμὴ συγγνώμης ηὑρίσκετο, Μόνη φιλανθρωπία Θεοῦ οἰκτιρμὸς καὶ ἔλεος τῆς οὕτως ἀφράστου καὶ ἀνεκδιηγήτου δυνάμεως. Ἔπεμ ψε τοίνυν ἡμῖν τὸν ἴδιον Υἱὸν σωτῆρα καὶ λυτρωτὴν, μόνον δυνάμενον τὴν ἀνθρώπου φύσιν ἐκ τῆς διαβο λικῆς ἐξελκύσαι χειρὸς, καὶ τοσαύτῃ χρησάμενος τῇ εἰς ἡμᾶς χρηστότητι καὶ φιλανθρωπίᾳ ὁ τοῦ Θεοῦ Πατρὸς μονογενὴς Λόγος, ὁ σύνθρονος, καὶ ἰσοκλεὴς, καὶ συναΐδιος τῷ ἰδίῳ γεννήτορι, ὁ κτίστης καὶ δη μιουργὸς οὐρανοῦ τε καὶ γῆς, καὶ ἀγγέλων, καὶ ἀν θρώπων, "Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ' αὑτὸς ἐκένωσε μορφὴν δούλου λαβὼν," καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀνεδέξατο, ἵνα πάντας σώσας δι' ἑαυτοῦ καθαροὺς ῥύπου καὶ μολυσμοῦ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς χωρὶς μόνης ἁμαρτίας. ∆ιὸ καὶ πείνην ἀνέχεται καὶ νηστεύει κατὰ καιρὸν, ἵνα ὑπο γραμμὸς ἡμῖν τῆς ἀναμαρτήτου ζωῆς καὶ ἀρχὴ σωτηρίας εὑρεθῇ. Οὐκοῦν καὶ ἐν ἡμῖν αὐτοῖς προ εδρευέτω τῆς ἁγίας πανηγύρεως ἡ νηστεία, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Ὅταν γὰρ ἑαυτοὺς ἀμώμους καὶ ἀσπίλους τηρήσωμεν, καὶ τὴν ἀρέσκουσαν Θεῷ πολιτείαν πανάγνως ἀσκήσωμεν, ὡς 77.853 γνήσιοι δοῦλοι προσφόρως ἀκουσόμεθα· "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Οὐ γὰρ ἀνόνητος ἔσται τοῖς ἐλπίζουσιν εἰς αὐτὸν ὁ τῆς νηστείας καρπὸς, οὐδὲ τὴν ἐπάρατον ἐκείνην καὶ Ἰουδαίοις πρέπουσαν ἀκούσονται πώ ποτε φωνήν· "Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος." Ἐπαιτιᾶται γὰρ ἐκείνους, καὶ μάλα δικαίως, διὰ φωνῆς Ἡσαΐου, καί φησι, "Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νη στεύετε;" Χρεία τοιγαροῦν τοῦ παγκάλου βίου, σύν δρομον ἔχοντος τῇ νηστείᾳ τὸ φαιδρὸν καὶ ἀλώβητον κάλλος, τὸ λαμπρὸν τῆς ἀφθαρσίας ἐφόδιον, τὸ ἀξι έραστον τῆς τῶν οὐρανῶν βασιλείας ἐνέχυρον, τὸ τῆς αἰωνίου ζωῆς ἀσφαλὲς καὶ ἀ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.