Logos 21 rem early
Rem early: Logos 21; festal historia and call to virtue.
Greek
καταγώνιστον ἔρεισμα. ∆ιὸ δὴ καὶ πρέπον ἡμᾶς "Καθάραντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ." Οὕτω γὰρ εὐθαρσεῖς τε καὶ ἀκλόνητοι παραστησόμεθα τῷ βήματι τοῦ Χρι στοῦ, λαμπροῖς ἱματίοις ἠμφιεσμένοι, καὶ βοῶντες παῤῥησιαστικώτερον, "Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ." γʹ. Ὅπερ οὐκ ἠθέλησε τὸ τῶν Ἰουδαίων στίφος ὁμολογεῖν, ἤκουσε πάλιν Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου· "Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι! Ἐγκατ ελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας;" Οὔτε γὰρ τὰ παράδοξα τῶν ἐπιτελουμένων ἔργων παρ' αὐτοῦ τοῦ Σωτῆρος καταπλαττόμενοι, οὔτε τὰς θεοσημίας, ἃς ἐνείργει τῇ οἰκείᾳ δυνάμει θαυμάζον τες, ἐκ τῶν ἐναντίων αὐτοῦ κατεθρασύνοντο, λέγον τες, "Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλ λει τὰ δαιμόνια." Ὢ μανίας θεομισοῦς, καὶ ἀφάτου τῆς δυσσεβείας! "Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει δια πορεύονται, καὶ πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου αὐ τῶν." Εἰ μὴ νοεῖς τὰ περὶ αὐτοῦ γεγραμμένα, μηδὲ τῶν ἁγίων μαθητῶν ἐπινοεῖς τὸ μήνυμα, τί κομπάζεις, φύ λαξ εἶναι τῶν νομίμων παραγγελμάτων φανταζόμενος; Πότε πληρούμενον εἶδες τὸ πάλαι προειρημένον; "Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκού σονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων." Οὐκ ἐπὶ τῇ τοῦ Ἐμ μανουὴλ παρουσίᾳ ἐλπίζειν ἀεὶ θέλεις, καὶ προσδο κᾷν ἅπερ ἐπιτελεσθέντα τεθέασαι; Οὐδέν σε τῶν ἐνεργηθέντων εἰς πληροφορίαν ἄγει τοῦ θαύματος, ἀλλὰ κρύπτειν θέλεις τὰ πᾶσι διεγνωσμένα; Μύεις τοὺς ὀφθαλμοὺς, καὶ τὰς ἀκοὰς κεκλεισμένας φυλάτ τεις ταῖς Χριστοῦ θαυματουργίαις; Ἔχεις τοίνυν ἀξίαν τῶν σαυτοῦ πλημμελημάτων ἀντίδοσιν. Οὐκ ἔτι γὰρ παρὰ σοὶ τὰ σ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.