Logos 22 rem early
Rem early: Logos 22; festal historia and call to virtue.
Greek
διεγόγγυζον λέγοντες, "Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;" Καὶ τί πρὸς ταῦτα Θεός; "Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκεται τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νηστεύετε;" Ἄθρει δὴ οὖν ὅτι τοῖς νηστεύουσι 77.861 πρέπει γε ἂν ἥκιστά γε τὸ τῶν ἰδίων ἔχεσθαι θελη μάτων, τῶν εἰς φαυλότητα λέγω· μονονουχὶ δὲ καὶ ἐῤῥῶσθαι φράζειν αὐτοῖς, μεταφοιτᾷν δὲ πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀπρὶξ φιλεῖν ἐξῆφθαι τῶν εἰς ἀρε τὴν σπουδασμάτων, ψάλλειν τε οὕτω καὶ λέγειν, "Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου." βʹ. Οὐκοῦν ἐπειδήπερ Πάσχα ἐστὶ Κυρίου, καὶ ὁ τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς καιρὸς ἀν ίσχει, φέρε ταῖς νοηταῖς εὐκοσμίαις κατευφραίνωμεν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸν δι' ἡμᾶς καθ' ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον οἰκονομικῶς, ἵν' ἡμεῖς ὦμεν ὑπὲρ ἑαυτοὺς, καὶ τῶν ἀνθρωπότητος μέτρων ἐπέκεινα, Θεοῦ χρηματίζοντες τέκνα, καὶ ἀδελφὸν ἔχοντες τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν. Φέρε προσαγάγωμεν θυσίας αὐτῷ πνευματικὰς δηλονότι καὶ χαριστηρίους. Ὁ μὲν γὰρ ἀρχαῖος Ἰσραὴλ μηλοσφαγίαις ἐτίμα, καὶ ταῖς δι' αἱμάτων ἐχρῆτο θυ σίαις. Ἀλλ' ἤκουε Θεοῦ λέγοντος ἐναργῶς, "Τίς ἐξ εζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ θεσπεσίου ∆αβίδ· "Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;" Παναρκὲς γὰρ τὸ Θεῖον, καὶ ζωοποιεῖ μὲν τὰ πάντα, δεῖ δὲ ὅλως αὐτῷ τῶν τοιούτων οὐδενός. Πλὴν ἐκεῖνό φαμεν· ὡς γὰρ ἐν ὀφλήματος τάξει ζητεῖ τὰς δωροφορίας παρ' ἡμῶν, καιροῦ μάλιστα καλοῦντος εἰς ἑορτήν· ἔφη γὰρ οὕτω διὰ τοῦ πανσόφου Μωσέως, "Ἔντειλε τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων, Τὰ δῶρά μου, δόματά μου, καὶ καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε, προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορ ταῖς μου." Εἶτα τί τὸ χρῆμα τῆς καρποφορίας, ἢ καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν, καταθρεῖν ἀναγ καῖον. Παραιτεῖται μὲν γὰρ ὡς καὶ ἀδρανῆ καὶ ἀνό νητον τῆς ἐν σκιαῖς λατρείας τὴν δύναμιν. Ἀκούω γὰρ λέγοντος τοῖς ἐξ Ἰσραήλ· "Οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου." Γράφει δὲ καὶ ὁ Παῦλος, "Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος." Προανα κεκράγει δὲ καὶ Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συν τελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβο μένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι αὐτοῖς· ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπι γράψω αὐτούς· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ τὸν ἀδελφὸν αὑτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι. Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί 77.864 μου λαός." Οὐκοῦν πεπαλαίωται μὲν ἡ πρώτη· τε τελείωκε γὰρ οὐδέν· εἰσκεκόμισται δὲ λοιπὸν ἡ νέα τε καὶ εὐαγγελική. Πλὴν ἔφη Χριστός· "Μὴ νομί σητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφή τας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρ έλθωσιν." Ὅτι τοίνυν, ὡς ἤδη φθάσαντες εἴπομεν, ἀπαράδεκτος μὲν ἔστι τῷ Θεῷ τῆς κατὰ νόμον λα τρείας ἡ σκιὰ, εἰσκεκόμισται δὲ τὰ διὰ Χριστοῦ παι δεύματα, καὶ ἡ πάλαι προεπηγγελμένη Καινὴ ∆ια θήκη· διαβεβαιοῦταί γε μὴν αὐτὸς ὁ Χριστὸς ἀφ ῖχθαι πληρώσων καὶ προφήτας καὶ νόμον· ἀναγκαῖον οἶμαι καὶ σοφὸν τοῦ πάλαι νόμου τὴν πλήρωσιν ἐν τῇ Καινῇ ∆ιαθήκῃ περιεργάζεσθαι. Προσεκόμιζον τοίνυν οἱ ἐξ αἵματος Ἰσραὴλ τῷ πανάγνῳ Θεῷ τὰς κατὰ νόμον θυσίας, μόσχον τυχὸν, ἢ πρόβατον· ἀλλ' ἦν, ὡς ἔφην, ἀβούλητόν τε καὶ οὐχ ἡδὺ τὸ χρῆμα. Αὐτῷ γὰρ ἦν οὐ χρεία κρεῶν ἢ αἱμάτων, ἐπιγάν νυται δὲ οὐδαμῶς κνίσσῃ καὶ καπνοῖς. Τίνα δὴ οὖν ἀποπερανοῦμεν τρόπον τὰς κατὰ νόμον θυ σίας; Ἐκεῖνο, οἶμαί που, φρονοῦντες ὀρθῶς, ὅτι τύ ποι μὲν ἦσαν τὰ διὰ Μωσέως, καὶ νοητῶν εἰκόνες θαυμάτων, διαμορφοῦσαι ποικίλως τὰ πνευματικά. Μόσχος ἦν τοῖς πάλαι τὸ ἱερουργούμενον. Ἀλλ' ἐν αὐτῷ μοι βλέπε τὸν δεῖνα τυχὸν, ἤγουν ἕνα τινὰ τῶν πεπιστευκότων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν καθιεροῦν τα Θεῷ. Γέγραπται γὰρ, ὅτι "Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λο γικὴν λατρείαν ὑμῶν." Σύνες οὖν ὅπως λογικὴν λα τρείαν τὴν τοῦ ἀνθρώπου καλεῖ καθιέρωσιν, ἀντιπαρεξ άγων τὸ χρῆμα ταῖς κατὰ νόμον θυσίαις. Οὐ γὰρ λογικὴ λατρεία τὸ δρώμενον ἦν· βουθυσίαι δὲ μᾶλλον ὡς ἐν σκιᾷ καὶ τύποις τῆς ἀληθείας τὸ κάλλος ὠδίνουσαι. Εἶτα ποῖος ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νοητῆς καὶ ἐν Πνεύματι καθιερωσύνης τρόπος, καταθρήσαιμεν ἂν, καὶ ῥᾷστά γε δὴ, τῶν ἱερῶν Γραμμάτων τὸ βάθος διερευνώμενοι, καὶ οἷον ἀνασαλεύοντες τὸ ἐξωφανὲς τῶν τύπων, οὔτε γυμνὴν οἱονεί πως καὶ ἀναμφίε στον τὴν τῷ Θεῷ φιλεστάτην ὁρῶντες ἀλήθειαν. γʹ. Γέγραπται τοίνυν ἐν ἀρχῇ τοῦ Λευιτικοῦ· "Ἄν θρωπος ἐξ ὑμῶν ἂν προσφέρῃ δῶρα τῷ Κυρίῳ ἀπὸ τῶν κτηνῶν καὶ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, προσοίσετε τὰ δῶρα ὑμῶν· ἐὰν ὁλοκαύτωμα τὸ δῶ ρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον, προσάξετε πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοί σεις αὐτὸ δεκτὸν ἔναντι Κυρίου, καὶ ἐπιθήσεις τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτὸ ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυ σιαστήριον κύκλῳ τὸ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.