Logos 22 rem mid
Rem mid: Logos 22; lemma continues; spiritual reading with the letter.
Greek
ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ 77.865 μαρτυρίου, καὶ δείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸν κατὰ μέλη· καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον, καὶ στοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ, καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα, ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου· τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυ νοῦσιν ὕδατι, καὶ κάρπωμά ἐστι θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ." Μόσχος μὲν οὖν, ὡς ἔφην, τὸ ἱερουρ γούμενον. Τί δ' ἂν βούλοιτο δηλοῦν ὁ τύπος, ἐροῦμεν ὡς ἔνι. Ἐν εὐσθενείᾳ γὰρ νοῦ προσίεμεν τῷ Θεῷ, κοσμικῆς ἁπάσης κατευμεγεθοῦντες ἡδονῆς. Εὐσθενὲς δὲ ζῶον ὁ μόσχος. Ἄῤῥενα δὲ δεῖν αὐτὸν εἶναί φασι· τὸ γάρ τοι θηλυπρεπὲς, καὶ εὐδιάθρυπτον, εἰς ἦθος καὶ τρόπους τοῖς ἁγίοις ἀνάρμοστον, καὶ κρείττων ἀεὶ τοῦ μαλακίζεσθαι, καὶ καθικνεῖσθαι πρὸς τὰ αἰσχίω τῶν φιλαρέτων ὁ νοῦς. Οἷς δὴ καὶ μάλα εἰκότως τὸ ἱερὸν ἐπιφθέγγεται Γράμμα, πρὸς εὐαν δρίαν αὐτοὺς ἀποφέρον τὴν πνευματικὴν, "Ἀνδρί ζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον." Προσκομισθὲν δὲ τὸ θῦμα πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, κατ εσφάζετο ἔναντι Κυρίου, καθὰ γέγραπται. Ἐρχόμενοι γὰρ καὶ ἡμεῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκ κλησίᾳ, τότε δὴ, τότε καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιούμεθα, καὶ ἀξιόληπτον ὅτι τὸ δῶρόν ἐστι πιστώ σεται λέγων ὁ μακάριος ∆αβίδ· "Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." Στεφανοῖ γὰρ ταῖς ἀνωτάτω τιμαῖς οὓς ἂν ἕλοιτο καταθρεῖν. Τοῖς μὲν γὰρ ἐξ αἵ ματος Ἰσραὴλ, ἀποσπουδάζουσι μὲν ἐκτύπως τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπιτηδείως ἔχειν, δι' οὐδενὸς δὲ λόγου ποιεῖσθαι μεμελετηκόσι τὸ προσ κρούειν αὐτῷ, καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ἀνοσίους κατημεληκόσιν, "Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, φησὶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν." Ἐπιγάννυται δὲ τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ προσιόντας αὐτῷ διὰ τῆς ἐν Χριστῷ πίστεως ἐφορᾷ. Γέγραπται γὰρ, ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν." Ἐσφάζετο τοίνυν ὁ μόσχος, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσια στηρίῳ. Ἀλλὰ καὶ ἐφ' ἡμῶν αὐτῶν δρῷτο ἂν, οἶμαι, ταυτὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς. Κατα λήγοντες γὰρ τῶν εἰς φαυλότητα σπουδασμάτων, καὶ κατανεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, κόσμῳ μὲν ἀποθνήσκομεν, εἰς ἁγίαν δὲ καὶ ἀμώμητον μετα φοιτῶμεν ζωήν· ἀξιεπαινετώτατον δὲ τὸ χρῆμά ἐστι παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ψάλλει γοῦν καί φησιν ὁ προφήτης ∆αβίδ· "Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ." Ταύτην ὑπομείνας τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον νέκρωσιν ὁ πάνσοφος Παῦλος, ἐπιστέλλει καί φησιν· "Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ὁ ἐν ἐμοὶ Χριστός." Γέ γραφε δὲ καὶ ἑτέροις, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς, "Οὐκ οἴδατε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν 77.868 αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ, ἵν' ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δό ξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν." Οὐκοῦν ὁ μὲν τοῦ μόσχου θάνατος τὸ τεθνάναι τῷ κόσμῳ δηλοῖ· τόγε μὴν προσχεῖσθαι τῷ θυσιαστηρίῳ τὸ αἷμα, ψυχῆς ἁγίας καθιέρωσιν ὑπαινίττεται, καὶ ζωῆς ἁγίας καὶ θεοφιλοῦς ὑπεμ φαίνει τὴν εὐοσμίαν· ψυχῆς γὰρ ἤτοι ζωῆς εἰς τύπον τὸ αἷμα λαμβάνεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Φησὶ γὰρ οὕτως ἐν τῷ ∆ευτερονομίῳ· "Πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή. Οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν. Οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεῖται αὐτὸ ὡς ὕδωρ. Ἀλλὰ καὶ δείραντες τὸ ὁλοκαύτωμα, φησὶ, μελιοῦσιν αὐτὸ κατὰ μέλη." Τοῦτο συνεὶς εὖ μάλα νομομαθὴς ὢν ὁ Παῦλος, ἐπιστέλλει καί φησι· "Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτατος ὑπὲρ πᾶσαν μά χαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ." Ἡ γὰρ τῆς βύρσης ἀφαίρεσις, τὴν γύμνωσιν ὑπαινίτ τεται. Κέκρυπται γὰρ ὅλως τῶν ἐν ἡμῖν οὐδὲν, ἀλλ' οὐδ' ἄν τι διαλάθοι τὸν θεῖον καὶ ἀκήρατον νοῦν· καθικνεῖται δὲ καὶ μέχρις ἁρμῶν τε καὶ μυελῶν, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατατέμνεσθαι μελεϊστὶ τὸ ζῶον. Ἀκούω δὲ λέγοντος ἐναργῶς, "Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἵεται κρύπτειν;" Καὶ μὴν καὶ ἑτέρωθι, "Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤ ῥωθεν· μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;" Πληροῖ γὰρ τὰ πάντα, καὶ ἀποδημεῖ τῶν ὅντων οὐδέν. Προστέταχε δὲ πρὸς τούτοις ἀποπλύνεσθαι δεῖν τοῦ μόσχου τὰ ἐνδόσθια, καὶ τοὺς πόδας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Σωτὴρ διατρανοῖ λέγων· "Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." Εἶεν δ' ἂν εἰς τύπον οἱ πόδες τῆς ὡς ἐν ἔργοις πορείας, καὶ οἱονεὶ τρίβου τῆς κατ' ἀρετήν. Γέγραπται γὰρ ὅτι, "Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατ εύθυνε." Καθαροὶ γὰρ λίαν οἱ τοιοίδε πόδες, ἀπο φέρουσι δὲ καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν εὖ μάλα τὰς ἐντολὰς Κυρίου· ὃς, ἵνα ταῖς οὕτω σεπταῖς ἐμβιβάσῃ τρίβοις τοὺς ἐπὶ τῆς γῆς, καί τοι Θεὸς κατὰ φύσιν ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤ ῥήτως γεγεννημένος, κεκένωκεν ἑαυτὸν, ἵνα τὴν ἀνθρώπου φύσιν ἐπίμεστον ἀποφήνῃ τῶν ἄνωθεν ἀγαθῶν· τεταπείνωκεν ἑαυτὸν, ἵν' ἡμῖν τὸ ὑψοῦ γε νέσθαι χαρίσηται· γεγέννηται κατὰ σάρκα ἐκ γυ ναικὸς, ἵν' ἡμεῖς τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν εἰς καινότητα ζωῆς δι' αὐτοῦ πλουτήσωμεν. ∆έχεται δὲ παρ' ἡμῶν ἐπὶ γῆς μητέρα, καὶ δέδωκεν ἡμῖν Πα τέρα τὸν ἐν τοῖς οὐρανοῖς· καὶ ἁπαξαπλῶς, αὐτοῦ γέγονε τὰ ἡμῶν κατ' οἰκείωσιν οἰκονομικὴν, ἵνα καὶ ἡμεῖς ἐν τοῖς ἰδικῶς αὐτοῦ σὺν αὐτῷ τε καὶ δι' αὐτὸν 77.869 ἀναβαίνωμεν, ἡμερότητι τῇ παρ' αὐτοῦ τὸ χρῆμα κερδαίνοντες. Τοιγάρτοι καὶ ἔφασκε· "Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν." Ὠνομάσμεθα γὰρ υ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.