Logos 23 rem close
Rem CLOSEOUT: Logos 23 CLOSEOUT.
Greek
περ αὐτὴν τῶν ποτὲ μὲν τῇ κτίσει λα τρευόντων, καὶ ἀχλύϊ κατεσκοτισμένων διαβολικῇ, πιστευσάντων δὲ μετὰ τοῦτο καὶ πεφωτισμένων, καὶ τὸν ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα Χριστὸν, ἐν παντὶ πεποιημένων θαύματι. Πλὴν κἀκεῖνο πρὸς τού τοις ἄθρει. Ὠκοδόμητο μὲν γὰρ ὁ οἶκος τῷ ∆αβὶδ, δι' ἀλλογενοῦς τοῦ Χιράμ. Ἀνεκόμιζε δὲ τὴν κιβωτὸν εἰς αὐτὸν παρ' ἑτέροις οὖσαν, καὶ ἔξω που κειμένην, ὁ θεσπέσιος ∆αβίδ. "Καὶ ἐπορεύθη γὰρ, φησὶ, καὶ 77.884 ἀνήγαγε τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ τοῦ οἴκου Ἀβεδ δαρὰ εἰς τὴν πόλιν ∆αβὶδ ἐν εὐφροσύνῃ." Καταση μήνειε δ' ἂν ἡ κιβωτὸς τὸν διὰ Μωσέως ὠδίνουσα νόμον, τοὺς ὑπὸ νόμον καὶ σκιάν. Οἳ πάλαι μὲν ἦσαν τυφλοὶ καὶ χωλοὶ, ἐπειδὰν δὲ τὴν πίστιν εἰσοικισά μενοι προσκυνῶσιν αὐτῷ, τότε καὶ αὐτοὶ μεθ' ἡμῶν, εἰσκομισθήσονται μὲν εἰς τὸν οἶκον ∆αβὶδ, τουτέστι Χριστοῦ. Ἁπάσης δὲ ἀρετῆς ἥξουσι κατ' εὐθὺ, καὶ οἷον ὀρθῷ ποδὶ καὶ ἐρηρεισμένῳ τὴν τῆς εἰς αὐτὸν εὐσεβείας διελάσουσι τρίβον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ θεσπεσίου Παύλου· "∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε, καὶ τρο χιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον." Ἐπ' οὖν τούτοις ἅπασι, καθάπερ ἔφην ἐν ἀρχαῖς, "∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ," τὴν ἐπ' αὐτῷ δηλονότι τελοῦντες πανήγυ ριν. Εἶτα πῶς, εἰπέ μοι, φαίη τις ἂν ἔσθ' ὅτε, καίτοι σταυρὸν ὑπομείναντος, καὶ τὸν κατὰ σάρκα θάνατον, ἑορτὴ τὸ χρῆμα νοοῖτ' ἂν ἢ λέγοιτο; Καὶ μὴν, ὧ γενναῖε, πρὸς ἡμῶν εἰρήσεται. Εἰ μὲν γὰρ ἐφεὶς τῷ θανάτῳ τὸ ἴδιον ὁμιλῆσαι σῶμα μεμένηκεν ἐν νεκροῖς, ἑορταζέτω μηδείς. Εἰ δὲ καίτοι μήτε παθεῖν ἐξὸν, εἰ μὴ βούλοιτο παθεῖν, μήτε μὴν κατόπιν τῆς τῶν ἐπι βουλευσαμένων ὁρᾶσθαι χειρός, "Χάριτι Θεοῦ, καθά φησιν ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργὸς, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, ἵν' ἐγηγερμένος ἐκ νεκρῶν, πατήσῃ τὸν θάνατον," ἁπάσῃ τε οὕτω τοῦ ἀνθρώπου φύσει κατορθώσῃ τὴν ἀφθαρσίαν, "Πρωτότοκος γε γονὼς ἐκ νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων·" πῶς οὐχ ἁπάσης ἡμῖν εὐθυμίας τὸ χρῆμα πρόξενον; Οἱ τοῖς τοῦ θανάτου βρόχοις ἐνειλημμένοι, διὰ τὴν καθ' ἡμῶν τυραννεύσασαν ἁμαρτίαν, ἐν ἐλπίσιν ἐσμὲν τῆς εἰς αἰῶνα ζωῆς, διὰ τὸν ἐξ ἡμῶν κατὰ σάρκα πρωτότοκον ἐκ νεκρῶν. Οὐκοῦν Ἰουδαῖοι μὲν ἐσταύ ρωσαν, ἐφέντος, ὡς ἔφην, οἰκονομικῶς τοῦ Χριστοῦ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι τοῦ θανάτου, ἀνεβίω δὲ αὐ τοῖς τοῦ θανάτου δεσμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσας, εἰρηκώς τε τοῖς ἐν δεσμοῖς, "Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε." Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, χρῆ ναί τε τὴν ὑφ' ἡλίῳ μαθητεύειν εἰπὼν, καὶ πάντα τὰ ἔθνη μυσταγωγεῖν, "Βαπτίζειν τε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ πάντα τηρεῖν τὰ ἐντεταλμένα," οὔτε τὴν ἀκριβῆ καὶ εὐδόκιμον κατορθοῦν ἐπείγεσθαι πολιτείαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, δοξολογούν των αὐτὸν τῶν ἁγίων ἀγγέλων, εὐφημούσης ὡς Θεὸν τῆς ἄνω πληθύος· ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, καθά φησιν αὐτὸς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· "Κρινεῖ γὰρ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ." δʹ. Οὐκοῦν ὡς παρεσομένου κριτοῦ καὶ δεσπότου, 77.885 καὶ παμβασιλέως τῶν ὅλων, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἐπι τελέσωμεν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, ζήσωμεν ἐπιεικῶς, καὶ τοῖς εἰς ἀγαθουργίαν σπουδάσμασι, τὰς ἑαυτῶν καταφαιδρύνωμεν ψυχάς· ἐπισκεπτόμενοι χήρας, ἐλεοῦντες ὀρφανοὺς, τοῖς ἐν ἐνδείᾳ συγκαθ ιστάμενοι, καὶ ταῖς κατὰ χεῖρα θεραπεύοντες ἐπικου ρίαις τοὺς ἐν ἀσθενείαις ὄντας σωματικαῖς, τοὺς ἐν δεσμοῖς ἐπισκεπτόμενοι, ἀσφαλῆ καὶ ἐρηρεισμένην, καὶ ἀνεπίπληκτον παντελῶς τὴν εἰς αὐτὸν ἔχοντες πίστιν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἐβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἐννάτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τετράδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτά ζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ πέμπτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ, δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.