Festal Letters (Paschal Homilies) · §logos24-open

Festal Letters Logos 24 opening

Logos 24.

Paschal Logos 24: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ Κ∆ʹ. αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ μακαρίου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ· "Χαίρετε ἐν Κυρίῳ πάν τοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωρι σθήτω πᾶσιν ἀνθρώποις." Ἀνίσχει γὰρ ἡμῖν τῆς τοῦ Σωτῆρος ἡμῶν ἑορτῆς ὁ καιρός. Καὶ φέρε δὴ πάλιν, οἷς ἂν εἶεν ἐν λόγῳ τὰ τῶν ἀνδραγαθημάτων ἐξαίρετα, τούτοις εὖ μάλα, πρόκλησιν ὥσπερ τινὰ τὴν εἴς γε ταυτὶ ποιούμενοι, λέγωμεν· "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·" ἧς καὶ ὁ θεσπέσιος ∆αβὶδ διαμνημονεύει λέγων· "Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ." Ἡμέραν γε μὴν τὴν τριπό θητον, καὶ εὐιέραστον, καὶ μὴν καιρὸν εὐπρόσδεκτον, οὐδὲν ἕτερόν φασιν οἱ πνευματοφόροι, πλὴν ὅτι τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· δι' ἣν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς εἰκότως ἂν πρέποι τῆς ἀνωτάτω πασῶν ἀναπίμπλασθαι θυμ ηδίας. Ἐσχήκαμεν γὰρ δι' αὐτῆς τὰ δι' ὧν ἦν δύνασθαι μεταφοιτᾷν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν· καὶ ἀναμορφοῦσθαι τρόπον τινὰ δι' εὐαγοῦς πολιτείας πρὸς τὸν παντὸς ἐπέκεινα νοῦ, ἵνα τοὺς θείους ἐφ' ἑαυτῇ χαρακτῆρας, δι' ἁγιασμοῦ πλουτή σασα χαίρῃ καὶ εὐφραίνηται. Πρόξενον γὰρ ἡμῖν τῶν τοιούτων ἀγαθῶν τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι προεμήνυσεν ὁ αὐτὸς Χριστὸς διὰ προφήτου λέγων· "Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύ ριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι 77.888 Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ." Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, καὶ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονότος (οὕτω γὰρ αὐτὸν ἀπεστάλθαι φαμὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς), ἀνα σκιρτᾷν ἡμᾶς ἀναγκαῖον κατευρυνομένους εἰς θυμ ηδίας. Ὁποία δέ τίς ἐστιν ἡ τοῦδε πρόφασις. ἐπιδρο μάδην ἐρῶ. βʹ. Πλεῖσται μὲν γὰρ ἦσαν ἐν ἡμῖν αἱ τοῦ κλαίειν ἀφορμαί. Καὶ γὰρ ἦν ἀφόρητος τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ὁ φαυλότητος ἁπάσης καὶ ἁμαρτίας εὑρετὴς, δεινὸς καὶ πολὺς ἐγκείμενος, καὶ ὥσπερ ἄμαχόν τινα τύραννον κατεξανιστὰς τῶν ἐπὶ τῆς γῆς, τὸν διὰ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ εἰσκομι σθέντα θάνατον. Ὅπλον δὲ ἦν αὐτῷ καὶ δόρυ, καὶ παντευχία δεινὴ, καὶ ἀπρόσιτος, ἡ πολυειδὴς ἁμαρ τία. Βεβασίλευκε γὰρ δι' αὐτῆς τῶν ἐπὶ τῆς γῆς. Ταύτῃτοι, καθά φησιν ὁ προφήτης Ἡσαΐας, "Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν." Ἐπ' οὖν τούτοις ἅπασι, καὶ μάλα εἰκότως, τὸ μὲν ἥδεσθαί τε καὶ χαίρειν ἡμῖν γέγονεν ἐκποδὼν, ἀντανέφυ δὲ ὥσπερ τὸ χρῆ ναι θρηνεῖν, συμφορᾶς ἀφύκτου κατηρτημένης, καὶ μονονουχὶ ταῖς ἁπάντων παρειαῖς τὸ ἐξ ὀμμάτων ἐπιχεούσης δάκρυον. Ἀλλ', ὥς φησιν ὁ προφήτης Ἡσαΐας, "Κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἀφεῖλε δὲ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς." Λέλυται γὰρ ἡ ἁμαρτία, καὶ τὸ ἀνδροκτόνον αὐτῆς ἠσθένησε κέν τρον. Συναπέσβη δὲ ὥσπερ τῇ οἰκείᾳ ῥίζῃ τὸ ἐξ αὐτῆς ἀναβλαστῆσαν κακὸν, φημὶ δὴ τὸν θάνατον. Ἦν οὖν ἄρα τὸ χαίρειν ἤδη πως ἡμῖν οὐκ ἀνάρμο στον, μᾶλλον δὲ πρέπον τε καὶ ἐοικός. Ταύτῃτοί φησιν ὁ πάσης ἡμῖν εὐημερίας καὶ δοτὴρ καὶ πρύ τανις· "Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών." Ἀλλ' ἦν ἀναγκαῖον ἀγχίθρονον ἔχοντας τῆς ἑορτῆς τὸν καιρὸν, προαποσμήχεσθαι ῥύπους τοὺς ἀπό γε τῶν διεπταισμένων, καὶ ἀποτρίβεσθαι μολυσμοὺς ψυχικούς τε καὶ σωματικούς. Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν ἁπάσης ἡμῖν εὐκοσμίας, καὶ τροφὸν, καὶ προμνήστριαν προεισοικισάμενοι νηστείαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα," κατὰ τὸ γεγραμμένον, τοῖς τῆς εὐσεβείας αὐχήμασι τὰς ἑαυτῶν διανοίας καταφαιδρύνοντες, καὶ εἰς πάν αγνον καὶ ἀμώμητον ἀναφοιτῶντες ζωήν. Μεμνή μεθα γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος." Ἁγιαζώμεθα τοίνυν διὰ σεπτῆς πολιτείας, καὶ ἐννομωτάτης ζωῆς, ἄμφιον ὥσπερ τι περικαλλὲς, καὶ τοῖς ἑορτάζουσι πρέπον, τὴν ἐξ ἀρετῶν λαμπρότητα περικείμενοι· οὕτω τε λοιπὸν ἐκ παῤῥησίας φοιτῶντες ἐν ὄψει τοῦ τελοῦντος ἡμῖν τὴν πανήγυριν. "Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν." Οὐκοῦν ὅταν ἴδῃ λαμπροὺς, ἀκράδαντον ἡμῖν φυλάξει τὴν εὐθυμίαν· οὕτω γε μὴν οὐκ ἔχον τας γνώμης, οὐκ ἐφήσει μεταλαχεῖν τῆς μεγαλοδω ρίας τῆς παρ' αὐτοῦ. Καὶ τοῦτο διδάξει σαφῶς ἡ ἐν τοῖς Εὐαγγελίοις παραβολή. Ἔφη γὰρ ἄνθρωπόν 77.889 τινα γάμον ἐπιτελεῖν τῷ υἱῷ αὐτοῦ, καὶ εἰσκεκλῆ σθαι μὲν οὐκ ὀλίγους.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.