Festal Letters (Paschal Homilies) · §logos23-rem-early

Logos 23 rem early

Rem early: Logos 23; festal historia and call to virtue.

Greek

κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀνανεοῦ σθαι δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας." Τίς οὖν ἄρα ἐστὶν ὁ παλαιὸς ἄνθρωπος; "Ὁ φθειρόμενος δηλονότι κατὰ τὰς ἐπιθυμίας τῆς σαρκός." Νέος γε μὴν ὁ εἰς καινότητα ζωῆς τῆς ἐν Χριστῷ μεταστοιχειούμενος, ἀνακαινισθέντος ἐν αὐτῷ τοῦ νοὸς, καὶ ταῖς μὲν τῆς ἀληθοῦς θεοπτίας ἐντρυφῶντος αὐγαῖς, εὐρωστίας γε 77.877 μὴν εἰς τοῦτο λοπὸν ἱγμένου, καὶ μὴν καὶ διᾴττειν εἰδότος, ὡς ἀνάλωτον μὲν ταῖς εἰς φαυλότητα γενέ σθαι ῥοπαῖς, διψῇν δὲ μόνα καὶ ἑλέσθαι πληροῦν, τὰ δι' ὧν ἂν γένοιτο παντὸς εἴσω θαύματος. βʹ. Τέθειται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ διὰ Μωσέως ὁ νόμος. Ἀλλ' ἦν ἐν σκιαῖς καὶ τύποις, οὔπω προσίεσθαι δυναμένων τῶν τὸ τηνικάδε τὸ τελέως ἀγαθὸν, ἤτοι τοῦ τελείως ἔχοντος ἀγαθοῦ τὴν γνῶσιν· ἐν χρείᾳ δὲ μᾶλλον καθεστηκότων μαθήματος νηπιο πρεποῦς, ἵν' ὡς ἐν τύποις ἔτι μελετῶντες τὸ ἀληθὲς, τὸ τοῦ νόμου πέρας εἰδεῖεν ὀρθῶς, φημὶ δὴ Χριστόν· "Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς," καθὰ γέγραπται. Πῶς, ἢ τίνα τρόπον; συμφέρεται γὰρ τοῖς εὐαγγελικοῖς παιδεύμασιν ὁ διὰ Μωσέως νόμος, εἰ πρὸς ἡμῶν νοοῖτο πνευματικῶς. Ἀποφέρει γὰρ ἐπὶ τὸ Χριστοῦ μυστήριον. Καὶ μάρτυς αὐτὸς τοῖς Ἰουδαίοις λέγων· "Εἰ ἐπιστεύετε Μωσῇ, ἐπι στεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε." Τί τοίνυν γέγραφεν ὁ Μωσῆς; Οὐχ ὅτι μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐπικουρήσων ἀφῖκται Χριστὸς, ἀλλὰ γὰρ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν, ἔθνει τε παντί. Θεοῦ γὰρ πάντες, καθὸ καὶ πάντων ἐστὶ γε νεσιουργὸς καὶ Κύριος. Προστέταχε τοίνυν σφάζεσθαι τὸν ἀμνὸν εἰς τύπον αὐτοῦ, πλὴν ἐκ πλαγίων τοῦ θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν. Ἀλλὰ γὰρ τί τὸ χρῆμα; φαίη τις ἂν ἴσως. Τί τὸ βαθὺ καὶ ἀμυδραῖς ἀσαφείαις κατεσκιασμένον αἴνιγμα τῆς ἱερουργίας; πεύσεται δὴ οὖν ὁ τοιοῦτος πρὸς ἡμῶν. Ἔστι μὲν οὖν, ὦ τὰν, τῶν Ἰουδαίων ἡ χώρα νοτιωτάτη· βο ρειοτέραν δὲ, καὶ θαλάσσης κρείττονα, τὴν τῶν ἐθνῶν εἶναί φασιν. Οὐκοῦν, τέθυται μὲν παρ' ἐκείνοις ὁ ἀμνός· πλὴν οὐκ ἄτοπον τὴν τῶν ἐθνῶν ἔχει χώραν. Τέτραπται γὰρ εἰς αὐτὴν κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· "Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπι βλέπουσιν· οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς· εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν." Προσκέ κρουκε γὰρ καὶ παρεπίκρανεν οὐ μετρίως ὁ Ἰσραήλ· ὅτι δὲ ἔμελλον τῆς πρὸς Θεὸν οἰκειότητος ἐξωθέντος αὐτοῦ ἐν παραδοχῇ γενέσθαι τὰ ἔθνη διὰ τῆς πίστεως, ἀταλαίπωρον ἰδεῖν, εἴπερ τις ἕλοιτο τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονῆσαι φωνάς. Γέγραπται γοῦν· "Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχο μαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατα σκηνώσω ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ." Καὶ τίς ὁ ἀπεσταλμένος, ἢ πάντως που ὁ Χριστὸς ὁ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἀνακτίζων ἄνθρωπον, καὶ κα ταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, εὐαγγελισά μενός τε τὴν εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, τουτέστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις; Ἔφη γοῦν,ὅτι "Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐ λῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται 77.880 μία ποίμνη, εἷς ποιμήν." Ὅτι δὲ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον, ἐπέγνωσαν μὲν καὶ τετιμήκασιν οἱ νομομαθέστεροι, καὶ συνετώτεροι τῶν ἐξ Ἰσραὴλ, οἵ γε μὴν εἰς ἐξ ίτηλον ἀπενηνεγμένοι θράσος, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς ἀπειθείαις λυπήσαντες, τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας· προσειλημ μένων δὲ τῶν ἐθνῶν, εἰσκεκλήσονται καὶ αὐτοὶ διὰ πίστεως, ἁπλῆν, ὡς ἄν τις εἴποι, καὶ μίαν παρενεγ κὼν εἰκόνα τοῦ πράγματος, ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὡς ἂν οἷός τε ὦ, πληροφορεῖν πειράσομαι, προϋπομνήσας ὅτι πλειστάκις τὸ Γράμμα τὸ ἱερὸν ∆αβὶδ ὀνομάζει τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἅτε δὴ καὶ ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γεγεν νημένον. Γʹ. Γέγραπται τοίνυν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· "Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς ∆αβὶδ εἰς Χεβρὼν, καὶ εἶπαν αὐτῷ· Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς. Καὶ χθὲς καὶ τρίτην, ὄντος Σαοὺλ βασιλέως ἐφ' ἡμᾶς, σὺ ἦσθα ὁ εἰσάγων καὶ ἐξάγων τὸν Ἰσραήλ.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.