Festal Letters (Paschal Homilies) · §logos23-open

Festal Letters Logos 23 opening

Logos 23.

Paschal Logos 23: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ ΚΓʹ. Προθεωρία. Πεποίηται καὶ νῦν ἡμῖν τὸ λογίδιον, οὐ τῆς ἐν λό γοις φιλοτιμίας ἐπαγγελίαν ἔχον, ὅτι μὴ οὕτως ἡμῖν ὁ σκοπὸς, ἀλλ' ὄνησιν ἀναγκαίαν τοῖς ἀκροωμένοις εἰσφέρειν, ὡς δὲ οἶμαι, δυνάμενον, καὶ εἰς τοὺς τῆς εὐζωΐας ἀπευθῦνον τρόπους. Συντέθειται γὰρ, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τούτου καὶ μόνου. Οὐ κοῦν μὴ πάντως βασανιζέσθω τῆς λέξεως, ἢ τῆς συνθήκης τὸ ἀκριβὲς, ἀλλ' ὁ τοῦ γράψαντος ἐπαινεί σθω σκοπός. αʹ. Ὁ μακάριος προφήτης ∆αβὶδ, τὴν παναρμόνιόν τε καὶ εὐμελῆ τοῦ Πνεύματος ἀνακρούων λύραν, τὴν ἁγίαν καὶ πάναγνον τοῦ Σωτῆρος ἡμῶν ἑορτὴν προ ευηγγελίζετο, λέγων· "∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ." Καί μοι δοκεῖ σοφῶς καὶ ἐντέχνως τὸ, "∆εῦτε," φωνεῖν. Καλεῖ γὰρ ὥσπερ ἐγγὺς τοὺς ἀφεστηκότας, καὶ οἷον ἀποφοιτῶντας Θεοῦ, κατά γε, φημὶ, τοὺς τῆς διαθέσεως τρόπους, καθ' οὓς ἂν γέ νοιτο τῆς πρὸς Θεὸν οἰκειότητος ἀπονοσφίζεσθαί τινας. Τίνες δὲ οὗτοι, πολυπραγμονεῖν ἀναγκαῖον. Εἷς μὲν δὴ καὶ πρῶτος τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Ἀπιστία τε πρὸς τούτῳ, καὶ μέν τοι κακοπιστία· ὧν τὴν μὲν, τοῖς ἐξ αἴματος Ἰσραὴλ ἀναθείη τις ἄν· τήν γε μὴν ἑτέραν ταῖς τῶν αἱρέσεων ἐξιτήλοις εὑρεσιεπείαις. Προσεποίσομεν δὲ τούτοις τὸ κοινὸν ἀῤῥώστημα πάν των τῶν ἐπὶ τῆς γῆς, φημὶ δὴ τὴν ἁμαρτίαν. Οὐκοῦν ἱερῷ καὶ διαπρυσίῳ κηρύγματι, τὰ αἰσχίω μεθέντας, τοὺς ὠνομασμένους, μεταφοιτᾷν ἑλέσθαι πρὸς τὰ ἀμείνω διακελεύεται, ὡς Ἑλλήνων μὲν παῖδες, τὸν ἐκ διαβολικῆς σκαιότητος ταῖς αὐτῶν διανοίαις εἰσοικισθέντα σκότον εὖ μάλα διαδιδράσκοντας, πρὸς τὸ ἀκραιφνὲς τῆς ἀληθείας ἐπείγεσθαι φῶς, καὶ τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον ὁμολογῆσαι Θεόν· Ἰουδαίους δὲ τὸν διὰ νόμου καὶ προφητῶν πολυτρόπως διηγγελμένον, ὀψὲ γοῦν καὶ μόλις ἐπιγινώσκοντας ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις εἰπεῖν· "Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν τος·" τούς γε μὴν τοῖς τῶν ἀνοσίων αἱρέσεων ἁλόν τας βρόχοις, πολυπλόκων μὲν ἀπαλλάττεσθαι λογι σμῶν, καὶ φιλοκακούργως ἐξηρτυμένων, εὐθὺ δὲ τῆς 77.876 ἀληθείας διᾴττοντας, τὸν ὀρθόν τε καὶ ἀπλανῆ τῆς πίστεως, καὶ οὐδὲν ἔχοντα περιειργασμένον ἀγαπῆσαι λόγον· τοὺς δέ γε τοῖς ἁμαρτίας ἐμβεβηκότας βόθροις ὀλέθρου καὶ πάγης ἔξω ποιῆσαι πόδας, καὶ ταῖς ἑαυ τῶν διανοίαις Ἰουδαϊκὸν ἐντετηγμένον μολυσμὸν ἀποτρίβεσθαι, ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δικαιοῦν τος τὸν ἀσεβῆ, διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ· τὸ, διδάξειν τοῖς εἰς αὐτὸν πιστεύσασι γεγραφὼς ὁ πάνσοφος Παῦλος· "Ἦ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως." Οὐκοῦν ἐπειδήπερ τοῖς εὐθέσι πρέπει αἴνεσις, καθὰ γέγραπται, παντὸς ἀπαλλάτ τοντες ῥύπου τὰς ἑαυτῶν ψυχὰς "δεῦτε ἀγαλλιασώ μεθα τῷ Κυρίῳ." Τοῖς γε μὴν τοῦτο δρᾷν ἀνεπιπλή κτως ἐθέλουσιν, ἐκεῖνο διασκεπτέον, πῶς δὴ καὶ τίνα τρόπον ἀγαλλιάσαιτ' ἄν τις τῷ Κυρίῳ, καὶ οὐκ ἂν ἔξω βάλλοι σκοποῦ. Ὁ γάρ τοι φιλοσαρκίας ἡττώ μενος, καὶ ἀποσπουδάζων μὲν τῶν ἐκτόπων οὐδὲν, ἐν παντὶ δὲ λόγῳ ποιεῖσθαι μεμελετηκὼς τὸ ὅτι μάλιστα κεκιβδηλευμένον καὶ ἀνόσιον εἰς τρόπους, ἐπιγαννύμενος δὲ καὶ τοῖς τοῦ παρόντος βίου περι σπασμοῖς καὶ ταῖς ἐκ πλούτου τρυφαῖς, ἥκιστα μὲν Κυρίῳ τὸ ἀγαλλιᾶσθαι καὶ χαίρειν, προσκαίροις δὲ μᾶλλον ἡδοναῖς ἐκνενεμηκὼς, οὐ θιασώτης ἔσται σε πτὸς, οὔτε μὴν ἁγίοις χορευταῖς ἐναρίθμιος. Γέγραπται γὰρ, ὅτι "Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ." Ὅ γε μὴν ταῖς εἰς ἐγκράτειαν εὐανδρίαις ἐπισε μνύνεσθαι διεσπουδακὼς, καὶ πέρα παντὸς ἰέναι πάθους, κατά γε τὸ ἐφικτὸν τῇ ἀνθρώπου φύσει, ἔχοι ἂν εἰκότως ὅτι μάλιστα πρέπον αὐτῷ τὸ χρῆναι δο ξολογεῖν. Ὀνίνησι πρὸς τοῦτο ἡμᾶς γεγραφὼς ὡδὶ καὶ ὁ πάνσοφος Παῦλος· "Τοῦτο οὖν λέγω καὶ δια μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, κα θὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτωμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριω μένοι τῆς ζωῆς τοῦ Χριστοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελ γείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλή θεια ἐν τῷ Ἰησοῦ· ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προ τέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθει ρόμενον

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.