Festal Letters (Paschal Homilies) · §logos24-rem-close

Logos 24 rem close

Rem CLOSEOUT: Logos 24 CLOSEOUT.

Greek

ν ἐποιεῖτο σωτηρίας καὶ ζωῆς, τῆς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐφῆκε γὰρ καὶ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι θανάτου, κατὰ τὸ γεγραμμένον, ἵνα καὶ θανάτου δείξας αὐτὴν κρείττονα διὰ τῆς ἐκ νε κρῶν ἀναστάσεως, κατορθώσῃ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνασθαι κατευμεγεθεῖν καὶ θανάτου καὶ φθορᾶς. Ἀπαρχὴ γὰρ γέγονε τῶν κεκοιμημένων αὐτὸς, καὶ πρωτότοκος τῶν νεκρῶν, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ καὶ ἡμεῖς κατακολουθήσαντες, συνεγερθῶμεν τῇ ἀπαρχῇ, καὶ τῷ πρωτοτόκῳ πάντες ἀκολουθήσωμεν οἱ πρὸς ἀδελφότητα κεκλημένοι τὴν πρὸς αὐτὸν δι' αὐτοῦ. "Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι." Ὅτι γὰρ ἐν θανάτῳ Χριστοῦ τῆς φθορᾶς κρείττους γεγόναμεν, καὶ ἐξ αὐτῶν ἂν μάθοι τῶν Μωσέως γραμμάτων ὁ φιλόνεικος Ἰσραήλ. Τεθύκασι γὰρ ἐν Αἰγύπτῳ τὸν ἀμνόν· εἶτα τῶν κρεῶν αὐτοῦ κατεδηδοκότες, κατα χρίοντες δὲ καὶ τῷ αἵματι τῶν δωματίων τὰς εἰσ βολὰς, ἤτοι τὰς φλιὰς, οὐ συνδιολώλασι τοῖς Αἰγυ πτίοις. Ἀλλ' εἰ μηδὲν ἐν τούτοις τὸ μυστικὸν, εἰ μὴ λόγος ἀληθής ἐστι τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐν σκιαῖς ἔτι γραφομένην ἔχων, διὰ ποίαν αἰτίαν οὐκέτι σώζει τινὰς ὁ ἀμνὸς σφαζόμενος, καὶ αἵματι τῷ ἰδίῳ δυσωπῶν τὸν ὀλοθρευτήν; θείων γὰρ μυστηρίων κατ' οὐδένα τρόπον ἀτονήσει δύναμις. Καὶ ὡς ὁ πάνσοφος γράφει Παῦλος, "Ἀμεταμέλητα τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ." Ἔστι τοίνυν ἅπασιν ἐναργὲς, ὡς ἐν Χριστῷ καὶ μόνῳ κεκερδάκα μεν τὸ ἀνώλεθρον· ζωὴ γάρ ἐστι καὶ ζωοποιός· ὥστε καὶ τὸ φθείρεσθαι πεφυκὸς κατ' ἰδίαν φύσιν, γένοιτ' ἂν ἐπέκεινα τοῦ παθεῖν αὐτὸ καὶ ῥᾷστά γε δὴ τὸν τῆς ἀφθαρσίας χιτῶνα πεπλουτηκὸς, τουτέστι, Χριστόν. "Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- σθητε, Χριστὸν ἐνεδύσασθε." Πρέποι δ' ἂν καὶ μάλα εἰκότως τῶν βεβαπτισμένων ἑκάστῳ λέγειν τὸ, διὰ τῆς τοῦ προφήτου φωνῆς· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτη ρίου καὶ χιτῶνα εὐφροσύνης." Κατημφιασμένοι γὰρ, 77.900 ὥσπερ ἔφην, τὸν τῆς εὐφροσύνης χιτῶνα, τουτέστι, Χριστὸν, τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος. Ἔχεις ἐν ταῖς τοῦ νόμου σκιαῖς γραφόμενον τὸ μυ στήριον. Τύποι γὰρ ἦσαν τὰ διὰ Μωσέως, καὶ πραγ μάτων εἰκόνες, ἀμυδρόν πως ἔτι τὸ τῆς ἀληθείας κάλλος ὠδίνουσαι. Οὐκοῦν αὐλιζομένοις ποτὲ κατὰ τὴν ἔρημον τοῖς ἐξ Ἰσραὴλ, ἄρτον ἐδίδου ὁ Θεὸς τὸ μάννα τὸ μυστικόν. Οἱ δὲ συνεκόμιζον τὸ ἀπο χρῶν εἰς ἡμέραν, τοῦ θείου νόμου καὶ τοῦτο προστάτ τοντος. Ἐφθείρετο γὰρ τὸ τετηρημένον, καὶ τοῦ περιττοῦ καὶ ὑπὲρ χρείαν ἡ συγκομιδὴ, πόνος ἦν εἰκαῖος αὐτοῖς, καὶ δίκης τάχα που πρόξενος. Καὶ γοῦν "Τετηρήκασί τινες εἰς τὴν αὔριον," καθὰ γέ γραπται, καὶ ἐξεπικράνθη, φησὶν, ἐπ' αὐτοῖς ὁ Μω σῆς, ὡς τῶν ἱερῶν θεσπισμάτων πεπατημένων. Ἀλλ' ὅτι τὸ φθείρεσθαι πεφυκὸς γένοιτ' ἂν, ὡς ἔφην, καὶ πέρα τοῦ φθείρεσθαι, καὶ τῶν τῆς ἰδίας φύσεως ἐπέκεινα μέτρων, Θεοῦ θέλοντος, πεπληροφόρηκεν ὁ Μωσῆς. Γέγραπται γὰρ οὕτως ἐν τῇ Ἐξόδῳ· "Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν, καὶ ἔμβαλλε εἰς αὐτὸν πλῆρες τὸ γόμορ μάν. Καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς τὰς γενεὰς ὑμῶν. Καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν." ∆έχεται μὲν γὰρ ἀεί πως τὸ Γράμμα τὸ ἱερὸν, εἰς ὑποτύπωσίν τινα τῆς θείας καὶ ἀκηρά του φύσεως τὸ χρυσίον, ἅτε δὴ καὶ ἐν ὕλαις ὑπερτε ροῦν ταῖς τοιαῖσδε τυχόν. Ὅταν οὖν ἡμᾶς περιβάλῃ Χριστὸς, καθάπερ ἀμέλει καὶ ὁ χρυσοῦς στάμνος τὸ μάννα, τότε καὶ ἄφθαρτοι μενοῦμεν, ἐφορῶντος Θεοῦ, καὶ τοῖς καθ' ἡμᾶς οἱονεί πως ἐνιέντος τὸν ὀφθαλμόν. Ἐκ προσώπου μὲν γὰρ γεγονότες διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ οἷον ἐξ ὀμμάτων κείμενοι, κατεκομίσθημεν εἰς φθοράν. Οὕτω γὰρ γέγραπται διὰ φωνῆς τοῦ ∆αβίδ· "Ἀποστρέψαντός σου τὸ πρόσ ωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπι στρέψουσιν." Ἐπειδὴ δὲ τῆς παρ' αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἠξιώμεθα, καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν Χριστῷ κερδαίνοντες, εἰς μακραίωνα βίον μεταστοιχειούμεθα, καὶ ἐσμὲν ἐπ' ὀφθαλμοῖς τοῦ πάντων Πατρὸς, καὶ μενοῦμεν εἰς διατήρησιν, ὥστε καὶ ἕκαστον ἡμῶν ἀνασκιρτῶντα λέγειν· "Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;" Ἀνα στήσονται γὰρ οἱ νεκροὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν· "Καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμά ἐστιν αὐτοῖς." Ὡς οὖν εἰς μακραίωνα βαδιούμενοι βίον, καὶ ἀναφοιτή σοντες εἰς τὸ ἐν ἀρχαῖς, ἀξίους ἑαυτοὺς ἀποφήνωμεν τοῦ συνεῖναι Χριστῷ. Γέγραπται γὰρ ὅτι "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος." Καὶ, καθά φησιν ὁ αὐτοῦ μαθητής· "Εἰ Πατέρα ἐπικαλούμεθα τὸν ἀπροσωπο λήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστρεφώμεθα·" εὖ εἰδότες, ὅτι σμικρά τέ ἐστι καὶ εὐμάραντα, καὶ εὐαπόβλητα παντελῶς, καὶ ἴσῳ σκιαῖς, παρελαύνοντα 77.901 τὰ ἐν τῷδε τῷ βίῳ πράγματα· ἀκράδαντα δὲ καὶ βεβηκότα καλῶς, καὶ τοῖς λαβοῦσι συνδιαιωνίζοντα τὰ παρὰ Θεοῦ. Ἕως τοίνυν ἐφίησιν ὁ καιρὸς, ἀπο τριψώμεθα μολυσμοὺς σαρκικούς τε καὶ ψυχικούς. Ἐπιτηδεύσωμεν τῆς ἐπιεικείας τοὺς τρόπους, ἐνδυ σώμεθα σπλάγχνα οἰκτιρμοῦ. Ταῖς τῶν δεομένων ταλαιπωρίαις ἐπιστυγνάσωμεν. Ἀνοίξωμεν τοῖς ἐν θλίψει τὸ σπλάγχνον, ἐποικτείρωμεν ὀρφανοὺς, ἀνα κτησώμεθα χήρας, τῶν ἐν θλίψει τὸ δάκρυον μερι σώμεθα, τοὺς ἐν δεσμοῖς ἐλεήσωμεν, τοῖς ἐν ἀῤῥω στίαις συναλγήσωμεν, ταῖς ἐνδεχομέναις θεραπείαις αὐτοὺς ἀνακτώμενοι, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύοντες ἀρετῆς. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀκτωκαιδε κάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κή ρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ ριακῇ τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ δι' ὀρθῆς πολιτείας τοῖς ἁγίοις ἐντρυφήσωμεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας Ἀμήν.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.