Festal Letters (Paschal Homilies) · §logos25-open

Festal Letters Logos 25 opening

Logos 25.

Paschal Logos 25: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ ΚΕʹ. αʹ. Φέρε δὴ πάλιν, καιροῦ παραθήγοντος, ἐπὶ τὸ χρῆναι πληροῦν τὰ τοῖς θείοις θεσπίσμασι διηγορευ μένα τὴν ἱερὰν ὥσπερ ἀναλαβόντες σάλπιγγα, καὶ μέγα τι καὶ γεγωνὸς ἀνακεκραγότες, λέγωμεν· "Ἀγαλ λιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ." Ἑορτὴν γὰρ ἡμῖν ἀποφαίνει πνευματικὴν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς κατ' οὐδένα τρόπον τῆς τοῦ τεκόντος αὐτὸν ὑπεροχῆς ἡτ τώμενος, ἰσοκλεής τε ὑπάρχων, καὶ ἰσοσθενὴς, ὡς ὁμοούσιος αὐτῷ, καὶ ἐξ αὐτοῦ πεφηνὼς κατὰ φύσιν, καὶ ἀπαραλλάκτῳ ταυτότητι διαπρέπων· "Χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἀπαύγασμα τῆς δόξης·" κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμ μάτων, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς· οὐχὶ τῶν ἐμπεφυκότων ἀπολισθήσας ἀξιωμάτων, ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, ἵνα καὶ ἡμεῖς τῆς θείας φύσεως γενώμεθα κοινωνοὶ, τῇ πρὸς αὐτὸν συναφείᾳ πνευματικῶς τὸ χρῆμα κερδαίνον τες. Κολλώμεθα γὰρ αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων. Ἑορτὴ δὲ τοῦτο, καὶ πανήγυρις, καὶ τῶν εἰς λῆξιν τῶν ἀνωτά τω πρόξενος ἀγαθῶν. Τοιγάρτοι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ὡς ἐν παραδείγματος τρό πῳ, τῆς ἑαυτοῦ παρουσίας τὴν δύναμιν ὑπεμφαίνει λέγων· "Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀν θρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὑ τοῦ, καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους, λέγων· "Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμα 77.904 σα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους." Γάμοις δὲ τοῖς σωματικοῖς τὴν πνευματικὴν ἰδιότητα παρεικά ζειν ἀξιοῖ. Γέγραπται γὰρ, ὅτι "Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν." Οὐκοῦν συναγείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς πανδαισίαν τὴν νοη τὴν, καὶ τῶν θείων μαθημάτων ἀμφιλαφεστάτην ποιουμένου ἡμῖν τὴν παράθεσιν· ἀκηκόαμεν γὰρ λέ γοντος· "Οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα·" φέρε τὴν τοῖς ἑορτάζουσι πρέπουσαν ἀναλαβόντες στολὴν, καὶ καθάπερ ἐξ ἀνθέων ἠρινῶν συγκείμενον τὸν ἐκ τῆς πολυειδοῦς ἀρετῆς ἀναδούμενοι στέφανον, καὶ αὐτὸν ἔχοντες χοροστάτην τὸν ἐφ' ᾧ τελοῦμεν τὴν πανήγυριν, ἀναμελῳδοῦντες, λέγωμεν· "∆εῦτε, ἀγαλ λιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σω τῆρι ἡμῶν." Ἀγαλλιῶνται μὲν γὰρ τῷ κόσμῳ τινὲς τὴν σάρκα καταπιαίνοντες τῇ τῶν ὄψων πολυτελείᾳ. Τρυφῶσι δὲ καὶ ἑτέρως ἀχαλίνοις ᾄττοντες ὁρμαῖς πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων. Ἀλλ' ἐκτελευτᾷ πρὸς κόλασιν ἡ τρυφὴ, καὶ τῆς φιλοσαρκίας τὸ πέ ρας, ἀπηνῆ καὶ ἄφυκτον αὐτοῖς ἐπαρτήσασα δίκην. "Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν." Τοῖς οὕτω βιοῦν εἰωθόσι καὶ ὁ θεσπέσιος προφήτης Ἀμὼς τὸ ἐξ ἀγάπης δά κρυον ἐπιστάζει, λέγων· "Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐν ταῖς στρω μναῖς αὐτῶν, καὶ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, οἱ ἐπικρο τοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι· καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ. ∆ιὰ τοῦ το νῦν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχῆς δυναστῶν." Ὁρᾷς ὅποι καταστρέφει τῆς ἐξιτήλου ζωῆς τὸ πέρας; Αἰχμαλώτους ἔσεσθαί φησι, τοὺς τὰ φεύγοντά τε καὶ παριπτάμενα τοῦ παρόντος βίου πράγματα πεπηγέ ναι τε καὶ ἑστάναι νομίζοντας, καὶ τὴν τοῖς ἱεροῖς ἀπᾴδουσαν νόμοις τιμῶντας ζωήν. Ἡμᾶς δὲ τοὺς ἐν Χριστῷ, τῶν οὕτως αἰσχρῶν σπουδασμάτων, καὶ τῆς εἰκαίας περιφορᾶς ἀποφέρει, λέγων ὁ αὐτοῦ μαθη τής· "Τεκνία, μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ." Γέγραπται δὲ πάλιν· "Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν; Ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται." Ἔξω δὲ οὖν κοσμικῶν ἐπιθυμιῶν, καὶ ἀπωτάτω παντὸς ἰόντες πράγματος, τὴν ἐπὶ ταῖς βε βήλοις φιλοσαρκίαις ἔχοντες γραφὴν, ἅγιοι μὲν ἐσό μεθα θιασῶται· τὴν πάναγνον δὲ τῷ Χριστῷ τελοῦν τες πανήγυριν, ἀκουσόμεθα λέγοντος· "∆εῦτε, οἱ εὐ λογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου." Ἀξιόπιστα μὲν οὖν καὶ πέρα λόγου παντὸς καὶ θαύ ματος τῶν ἁγίων τὰ ἔργα. Γράφει γὰρ πάλιν ὁ πάν σοφος Παῦλος, ὅτι "Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ 77.905 ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Ἡμεῖς δὲ, καί τοι μετὸν ἀφθόνως τοῖς παρὰ Θεοῦ χαρίσμασιν ἐντρυφᾷν, τὴν ἀσυμμιγῆ τοῦ χείρονος ἑλομένους ζωὴν, ἀποσειόμεθα τὴν φ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.