Logos 25 rem mid
Rem mid: Logos 25; lemma continues; spiritual reading with the letter.
Greek
ς οὖσι προστιθέναι σπουδάζοντες, τὰ οὐκ αὐτοῖς μᾶλ λον, τοῖς δὲ πέλας προσήκοντα, τάχα που καὶ μόνοι τὴν γῆν οἰκήσιμον ἔχειν ἐπείγονται, γειτόνων οὐκ ἀνεχόμενοι. Ταῦτά τινες ἔδρων τῶν πάλαι, θείων ὑπερορῶντες νόμων. Ἀλλ' ἦν καὶ οὕτω φιλ άνθρωπος ὁ νομοθέτης καὶ κριτής. Ἐκάλει γοῦν τοὺς λελυπηκότας εἰς μετάγνωσιν διὰ φωνῆς Ἱερε μίου, λέγων· "Ἐπιστράφητε πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ μὴ στηρίσω τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέ γει Κύριος, καὶ οὐ μηνίων ὑμῖν εἰς τὸν αἰῶνα. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας." Ἐπειδὴ δὲ πολὺ νοσοῦντες τὸ ἄτακτον, καὶ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ τό γε δὴ δεῖν ἐρηρεῖσθαι τοῖς φαύλοις τοῦ παντὸς ἀξιοῦντες λόγου, δι' αὐτῶν ἡλίσκοντο τῶν πραγμάτων, ἐπηφίει λοιπὸν τὰ ἐξ ὀργῆς αὐτοῖς. Πλὴν ἥκιστα μὲν ἀσυμ μέτρως, κεράσας δὲ μᾶλλον ἀγανακτήσει τὸν ἔλεον. Ἔφη γὰρ οὕτω· "Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέ ψατε πρός με, λέγει Κύριος. Καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω. Μερὶς μία βραχήσεται. Καὶ μερὶς ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται, καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσιν. Καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν ἰκτέρῳ. Ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκῶνας ὑμῶν, καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος." Ἄθρει δὴ οὖν ὅπως, οὐ πῦρ 77.909 ἄνωθεν ἐπηφίει τοῖς ἡμαρτηκόσιν. Ἐθορύβει δὲ μᾶλ λον συστέλλων τὰ ζωαρκῆ. Καὶ ὑπόμνησιν ὥσπερ τινὰ τὸ χρῆμα ποιούμενος, τοῦ χρῆναι μεθέντας τὸ διαβιοῦν ἐκνόμως, τῶν ἀμεινόνων ἐρᾷν. Ὅτι δὲ πλημμελημάτων ἐκτετίκασι δίκας οἱ καθ' ὧν ἐκεῖνα γενέσθαι συμβέβηκε, διαδείκνυσι λέγων ὁ τῶν ὅλων Θεός· "Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος, αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι." Ὧδε μὲν οὖν τὰ ἐκείνων. Τὰ δὲ καθ' ἡμᾶς αὐτοὺς πολυπραγμονῶμεν, εἰ δοκεῖ. Ὑετῶν μὲν γὰρ καθέσεις ὀκνοῦσιν ἔσθ' ὅτε, καίτοι καιροῦ νέμοντος ἐντρυφᾷν αὐτοῖς, ποταμίων δὲ ναμάτων λυποῦσιν ἐγκοπαί· ἱδρῶτες ἄμισθοι τῶν ἀροῦν εἰωθότων. Ἀγρῶν ἀκαρ πίαι, τῶν ὠρίμων καταφθοραί. Ἀῤῥωστίαι σωμάτων δειναὶ καὶ παγχάλεποι. Λύπαι τὸ ἐντεῦθεν, κομμοί τε καὶ θρῆνοι, καὶ σπανανδρία πολλὴ κατὰ πόλεις καὶ κώμας. Φέρε δὴ οὖν τοὺς τῶν ἰατρῶν εὐτεχνεστάτους ἀπομιμούμενοι, πολυπραγμονῶμεν εὐφρόνως τῆς τοιᾶσδε συμφορᾶς τὴν πρόφασιν. γʹ. Ἔχει τοίνυν ῥίζαν ὥσπερ τινὰ πονηρὰν τὴν πολύμορφον ἁμαρτίαν. Ἐκεῖθεν ἡμῖν ἀνίσχει τὰ μοχθηρά· καὶ τῶν ἀνιᾷν πεφυκότων τὴν γένεσιν, οὐχ ἑτέραν φαίη τις ἂν ὡς ἀπό γε τῶν τοῖς πάλαι συμ βεβηκότων εἰς κατάληψιν τῶν καθ' ἡμᾶς εὖ μάλα χειραγωγούμενος. Ἐπιφραζόντων τινὲς, ἀγαθὸν ἔχου σιν ἡμῖν καὶ πλουσιόδωρον τὸν ∆εσπότην, πῶς οὐ μέτ εστι τὸ ἐν εὐπραξίαις εἶναι μακραῖς καὶ διηνεκέσι; Τί τὸ ἐμποδὼν καὶ τῶν ἡδίστων ἡμᾶς ἐν ἐκβολῇ γενέσθαι ποιοῦν, καὶ ἀποφέρον εἰς λύπας, καὶ τοῖς οὕτως ἀπ ηχθημένοις ἐνομιλεῖν ἀναγκάζειν; Ἀλλ' ἔστιν, οἶμαι, παντί τῳ σαφὲς, ὅτι τῶν εὐκταιοτάτων ἐν σπάνει γε γόναμεν. Καὶ οὐ καθ' ἕνα καιρὸν προσκρούοντες, καὶ τῶν ἱερῶν καταρᾳθυμήσαντες ἐνταλμάτων. Ὅτι γὰρ ἀπαράβλητον ἔχει τὴν ἡμερότητα, καὶ φιλανθρω πίαν, χαλεπὸν οὐδὲν κἀντεῦθεν ἰδεῖν. Νέμει μὲν γὰρ τοῖς ὠλισθηκόσι χεῖρα σωτήριον. Μεταφοιτᾷν δὲ κε λεύει πρὸς τὰ βελτίω, λέγων· "Ἐκζητήσατε τὸ κα λὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ' ὑμῶν Κύριος ὁ Θεός." Καὶ τοῦτο δρᾷν ᾑρημέ νοις, τὴν τῶν ἀγαθῶν ἀμφιλαφῆ χορηγίαν, ὑπισχνεῖ ται λέγων· "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ ο
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.