Logos 25 rem early
Rem early: Logos 25; festal historia and call to virtue.
Greek
ιλοτιμίαν, καὶ καταθήγομεν εἰς ὀργὰς τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν. Ἀόργητον μὲν γὰρ τῇ φύσει τὸ Θεῖον. Πλὴν οὐκ ἀνέχεται τῶν ἀσχέτως ἀπονενευκότων ἐπί γε τὸ δεῖν ἐργάζεσθαι πονηρά. Καὶ τοῦτό φαμεν ἐπ' αὐτοῦ τὴν ὀργὴν ταῖς καθ' ἡμᾶς αὐτοὺς κεχρημένοι φωναῖς. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι κατασημῆναί τισι τὰ ὑπὲρ ἡμᾶς, ἤτοι τὰ ἐνόντα τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει. Ὅταν τοίνυν εἰς τὸ ῥᾴθυμον ἀπονεύσαντας, καὶ τοῖς τῆς φιλοσαρκίας τέλμασιν ἐμβεβηκότας θεάσεται, καὶ τοῦ μηδενὸς ἀξιοῦντας λόγου τὸ χρῆναι τοῖς παρ' αὐτοῦ παιδαγωγεῖσθαι νόμοις, εὐθύ τε παντὸς ἰέναι καλοῦ καὶ ἀγαθοῦ πράγματος· τὸ τηνικάδε λοιπὸν τοὺς ἀρίστους τῶν πατέρων ἀπομιμούμενος ἐπανατείνει τὴν μάστιγα. Καὶ γὰρ ἦν εἰκὸς ἀποτολμῆσαί τινας, οὐδὲ ἀγαθὸν οἴεσθαί πως αὐτὸν ὑπονοεῖν, εἰ μὴ συμ μέτροις κινήμασιν ἀνακόπτει τὸ ῥᾴθυμον, καὶ μετα σοβεῖ πρὸς τὸ ἄμεινον τοὺς οἷς ἂν εἴη σκοπὸς, ἀπο κομίζεσθαι μὲν τῶν ὅτι μάλιστα λυσιτελεστάτων αὐ τοῖς, ἀχαλίνοις δὲ ὥσπερ τοῦ νοῦ ῥοπαῖς ἰέναι κατὰ πετρῶν, καὶ εἰς τὸ τῆς ἀπωλείας βάραθρον ἀσυνέτως καταπηδᾷν. Τοιοῦτό τι γεγραφότα καὶ αὐτὸν εὑρήσο μεν τὸν ἱερώτατον Παῦλον· "Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ἡμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν Υἱὸς, ὃν οὐ παιδεύει πατήρ;" Καὶ πρός γε τοῦτό φη σι· "Εἶτα τοὺς μὲν τῆς σαρκὸς πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα. Οὐ πολλῷ μᾶλλον ὑπο ταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγον, κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαί δευον· ὁ δὲ, εἰς τὸ συμφέρον, εἰς τὸ μεταλαμβάνειν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία, πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Ὕστερον μέν τοι καρπὸν εἰρηνικὸν τοῖς γεγυμνασμένοις ἀπο δίδωσι δικαιοσύνης." Παιδεύει δὴ οὖν ἐξ ἀγάπης Θεός. Ἀλλ' ἔστι κἀν τούτῳ καταθαυμάσαι λίαν τῆς ἐνούσης αὐτῷ γαληνότητος τὴν ὑπεροχήν. Καίτοι γὰρ ἀνα λόγως τοῖς ἡμετέροις πταίσμασι τὰς δίκας ἐπενεγ κεῖν ἀδιακωλύτως ἐξὸν, συνεμέτρησέ πως ταῖς τῶν πλημμελούντων ἀσθενείαις τὸ κίνημα· καὶ θορυβεῖ μᾶλλον, ἢ κολάζει κατὰ ἀλήθειαν. Ἵνα δὲ τὸν ἑαυτῶν λόγον ἀποφήνωμεν οὐ κατεψευσμένον, φέρε παραγάγωμεν εἰς μέσον τὰ τοῖς ἀρχαίοις ἐπενηνεγμένα κατὰ καιρούς. Καὶ ἐφ' ὅτῳ γεγόνασιν ἀφηγώμεθα. Ἔφη γάρ που τὸ Γράμμα τὸ ἱερὸν, ὅτι "Ταῦτα τυπικῶς συνέβαινεν ἐν ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν." βʹ. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς, τεθεσμοθέτηκε μὲν διὰ Μωσέως τοῖς ἐξ Ἰσραὴλ, τὸν διιθύνοντα, νόμου πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, καὶ τοῖς τῆς δι καιοσύνης αὐχήμασι στεφανοῦν δυνάμενον τοὺς ὅ τι προσήκει περαίνειν αὐτὸν εὖ μάλα διεγνωκότας. Οἱ δὲ, ἡμάρτανον σκοποῦ, καὶ διωσάμενοι τὸν παιδαγω γὸν, σφᾶς αὐτοὺς ἐνίεσαν τοῖς τῆς ἀπειθείας ἐγκλή μασιν. Ἐγράφετο δὲ παρανομοῦντας Θεὸς, ὡδί πη 77.908 λέγων διὰ φωνῆς Ὠσηὲ τοῦ προφήτου· "Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραὴλ, διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλή θεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς· ἀρὰ δὲ καὶ φόνος, καὶ ψεῦδος, καὶ φόνος, καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι. ∆ιὰ τοῦτο πενθήσει ἡ γῆ, σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν." Καὶ μὴν καὶ διὰ Μιχαίου πάλιν· "Ἐγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζό μενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συντελοῦντες αὐτά. ∆ιότι οὐκ ἦραν πρὸς Θεὸν τὰς χεῖρας αὐτῶν. Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα, καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα δὲ καὶ τὴν κληρονομίαν αὐτοῦ." Ἀνεφώνει δέ τις καὶ ἕτε ρος τῶν προφητῶν· "Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγροὺς πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα." Οἱ γὰρ ἀκάθεκτοι πρὸς πλεονεξίαν, ἀεὶ τοῖ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.