Festal Letters (Paschal Homilies) · §logos26-rem-early

Logos 26 rem early

Rem early: Logos 26; festal historia and call to virtue.

Greek

τὶ τὸ ἐστάλθαι λαμπρῶς τοῖς ἑορτά ζουσι πρεπωδέστατον, εἴη ἂν, οἶμαί που, τὸ καταφαι δρύνεσθαι δεῖν τοῖς ἐξ ἀρετῶν αὐχήμασιν, οὐκ ἀνάρ μοστον. Μᾶλλον δὲ καὶ λίαν ἐοικὸς τοῖς εἰσβάλλειν ἐθέλουσιν εἰς τὰ Ἅγια τῶν ἁγίων, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστὸς, κατὰ τὴν τοῦ θεσπε σίου Παύλου φωνήν. Ἅγια δὲ τῶν ἁγίων εἶναί φα μεν τοὺς τῆς μυστικῆς τελειώσεως τρόπους. Οἷς οὐκ ἄν τις ἐμβάλοι. Οὐδ' ἂν ἐγγὺς γένοιτο Θεοῦ, κατὰ διάθεσιν δηλονότι καὶ ἁγιασμὸν, μὴ οὐχὶ πρότερον πάντα ῥύπον τὸν ἐξ ἁμαρτίας καὶ σαρκικῶν ἐπιθυ μιῶν, εὖ μάλα διανιψάμενος. Ἐπειδὴ δὲ τὰ τοῖς πάλαι τυπικῶς διὰ τοῦ πανσόφου Μωσέως τεθεσπι σμένα γέγραπται "πρὸς νουθεσίαν ἡμῶν," καὶ πρα γμάτων εἰσὶν εἰκόνες πνευματικῶν, πολὺ τὸ ὀνησιφό ρον ὠδίνουσαι, φέρε τοῖς ἀκροωμένοις παραγάγωμεν εἰς πληροφορίαν καὶ εἰς ἀπόδειξιν ἐναργῆ τῶν ἀρ τίως ἡμῖν εἰρημένων, τὸ ἐν τῇ Ἐξόδῳ γεγραμμέ νον. Ἔχει δὲ οὕτω· "Καὶ ἐλάλησε Κύριος πρὸς Μω σῆν, λέγων· Ποίησον σεαυτῷ λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι. Καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς 77.917 χεῖρας καὶ τοὺς πόδας ὕδασι, ὄταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἵνα μὴ ἀποθάνωσι. Καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ τε καὶ ταῖς γενεαῖς αὐτοῦ μετ' αὐτόν." βʹ. Ἄθρει δὴ οὖν ὅπως τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβαλεῖν ἐθέλοντας, προαπονίζεσθαι δεῖν ὁ θεῖος προστέταχε νόμος. Καὶ τοῖς τοῦτο δρᾷν οὐκ ἀνεχομένοις, τὴν εἰς αἷμα δίκην ἀπαρτῆσαι ὁρᾶται· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνίπτοις ἡμᾶς ἰέναι ποσὶ πρός γε τὸ δεῖν ἐγγὺς γενέσθαι Θεοῦ, ἢ πάντοτε καὶ πάντως ἑαυτοὺς ἀδικήσομεν, ποινὴν ὑπομένοντες τὴν ἐσχάτην. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; κατὰ τὸ γεγραμμένον. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ;" Ἄρ' οὖν ἡ κάθαρσις ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν, σωματικὴ μᾶλλον ἢ πνευματικὴ νοοῖτ' ἂν εἰκότως; Εἶτα πῶς ἐνδοιάσαι θέμις, ὡς ἔστι πνευματικὴ, Θεοῦ λέγοντος ἐναργῶς, διὰ τῆς Ἱερεμίου φωνῆς· "Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ἵνα σωθῇς, Ἱε ρουσαλήμ;" Καὶ πλεῖστοι μὲν λίαν οἱ τῆς φαυλότη τος τρόποι, γοητεῖαι, φιλοσαρκίαι, πλεονεξίαι, ψιθυ ρισμοὶ, ψευδορκίαι καὶ δόλοι. Παροτρύνει δὲ μάλιστα πρὸς ὀργὰς τῶν ἄλλων τὸν ἐπὶ πάντας Θεὸν τὸ ἐφ' ἂ μὴ θέμις εὐπαρακόμιστον καὶ διεστραμμένον ἐν νοιῶν ἀναπίμπλασθαι φιλεῖν, ἀποφέρεσθαι δὲ καὶ εἰς ἀδόκιμον νοῦν, καὶ πνεύμασι πλάνοις ἀκολου θεῖν ἑλέσθαι τινὰς, τὴν ἀκριβῆ τε καὶ ἀκαπήλευτον πίστιν οὐ προσιεμένους. Εἰσὶ γὰρ, εἰσὶν οἱ τῆς ἀλη θείας τὴν δύναμιν παρευθύνοντες ἐπὶ τὸ αὐτοῖς ἰδίᾳ δοκοῦν, καὶ δοκησισόφων ἐννοιῶν κατασωρεύοντες ὄχλον τῆς τῶν ἀγελαίων πληθύος. Οἷς ἀναγκαῖον εἰ πεῖν· "Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύετε πάντες;" Προσεποίσω δὲ οἷς ἔφην κἀκεῖνο· Τὸ Χριστιανῶν ὄνομα λαχόντες τινὲς, οὔπω μὲν εἰσὶν, ὅπερ εἶναι λέγονται δυνάμει καὶ ἀληθείᾳ, τοὺς δὲ τῆς ἀποστασίας ἀγαπῶσι τρόπους, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις προσνενεύκασιν· οἴονται δὲ τάχα που καὶ αὐτὸν οἷς δὴ καὶ ἐροῦμεν· "Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ;" Λάθοι γὰρ ἂν οὐδὲν τὸν καὶ ἡμῖν αὐτοῖς ἐμφυτεύσαντα τὸ καὶ ἐπαΐειν δύνασθαι, καὶ μὴν καὶ ὁρᾷν. Ὅτι γὰρ τὸ μὴ μονοτρόπως ἀνα κεῖσθαι Θεῷ, σκάζουσαν δὲ καὶ ἀδρανῆ τὴν διάνοιαν ἔχειν, καὶ τοῦτο μετὰ τὴν πίστιν, ὡς οἴεσθαί τε καὶ λέγειν, καὶ ἑτέρους εἶναι θεοὺς μετὰ τὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς, ὀλέθρου καὶ ἀπωλείας πρόξενον, καὶ τῆς εἰς ἄκρον ὀργῆς τῆς παρά γε, φημὶ, τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἱερῶν Γραμμάτων. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν εἰς Θεὸν εὐσέβειαν ὁ Ἰσραὴλ ἐπαιδεύετο. Ἤκουε γὰρ ἐναργῶς, ὅτι "Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν." Καὶ, "Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παν τὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς." Οἱ δὲ, καίτοι δέον τοῦ παντὸς ἀξιῶσαι λόγου τὰ τε 77.920 θεσπισμένα, παρ' οὐδὲν ἐποιοῦντο τὸ εἶναι γνήσιοι. Ἀποσπουδάζοντες δὲ τὸ ὅτι μάλιστα πεφυκὸς ὠφε λεῖν, αὐτόκλητον ταῖς ἑαυτῶν κεφαλαῖς ἐπήντλησαν δίκην. Ἐτράποντο γὰρ ἀνοσίως ἐπί γε τὸ δεῖν τὴν ἀπόῤῥητον καὶ ὑπερφυᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ περιορίσαι δόξαν. Εἴδωλά τε διατορνεύσαντες ἐναπέθεντο ταῖς ἑστίαις, ὡς καὶ αὐτὸν τάχα που λα θεῖν δυνάμενοι τὸν παντεπόπτην Θεόν. Ἀλλ' εἰς ἀφόρητον αὐτοῖς ἐκβέβηκε τὸ χρῆμα ζημίαν. Ἔφη δὲ οὕτως ὁ θεσπέσιος προφήτης Ἰεζεχιήλ· "Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον, καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧσδε σήμερον. Καὶ εἰσῆλθον καὶ εἶδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους μάταια βδελύγματα. Καὶ εἶδον πάντα τὰ εἴδωλα Ἰσραὴλ, διαγεγραμμένα ἐπ' αὐτοῦ κύκλῳ. Καὶ ἑπτὰ ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἰστήκει πρὸ προσώπου αὐτῶν. Καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάμα τος ἀνέβαινε. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀν θρώπου; Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ τοῦτο ποιεῖν, τὰς ἀνομίας ἃς πεποιήκασιν ὦδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με, καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ' οὐ μὴ ἐλεήσω." Οὐ γὰρ ἦν οὕ τως ὄντας ἑτερογνώμονας, ὑβριστάς τε καὶ ἀνοσίους καὶ ἀποστάτας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς ἁπασῶν ἐσχάταις ἁλῶναι δίκαις. Ἀπολώλασι γὰρ, τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενοι. Καὶ δεδου λεύκασιν ἐχθροῖς, καὶ πέρα πάσης γεγόνασι συμφο ρᾶς. Οὐκοῦν ὅταν ἐπαμφοτερίζωσί τινες, καὶ τοὺς εἰς Θεὸν εἰλικρινοῦς ἀγάπης ἀτιμάζωσι τρόπους, ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, τότε καὶ Θεὸς ἐφίησι, καὶ πολεμίων ἐφόδοις καταχειμάζεσθαι χώρας

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.