Logos 26 rem mid
Rem mid: Logos 26; lemma continues; spiritual reading with the letter.
Greek
τε καὶ πόλεις, καὶ ἀνιαροῦ παντὸς εἰς πεῖραν ἐλθεῖν. ∆εῖ δὴ οὖν ἄρα θεραπεύειν αὐτὸν, ἀκλόνητον ἔχοντας πίστιν, καὶ βεβηκότα τὸν νοῦν εἰς τὴν ἐπ' αὐτὸν τιμήν τε καὶ δόξαν. Περὶ γὰρ τῶν ἑτέρως διακειμένων, ἀληθεῦον ἐρεῖ τὸ διὰ φωνῆς Ἡσαΐου· "Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ." Ἀκούσονται δὲ λέ γοντος τοῦ Χριστοῦ· "Οὐαὶ ὑμῖν, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι· ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας." Ἀρκέσει γὰρ ἥκι στά γε πρὸς εὐκλείας δύναμιν ἀληθοῦς τοῖς εὖ βιοῦν ᾑρημένοις τὸ τοῖς μὲν ἔξωθεν ὡραϊσμοῖς ψιλοῖς τε καὶ μόνοις κατακαλλύνεσθαι φιλεῖν, ὀλίγον δὲ κο μιδῇ τῆς εἰς Θεὸν ἀγάπης ποιεῖσθαι λόγον. Καίτοι χρῆν δὴ σπουδῆς ἀξιοῦν ἐπείγεσθαι τῆς προὐργιαι τάτης, τὸ ἀραρὸς εἰς εὐσέβειαν καὶ ἀκλόνητον πίστιν. ∆ι' οὗ μάλιστα τῆς ἄνωθεν εὐμενείας τὴν 77.921 χάριν καταπλουτήσειεν ἂν, οἶμαι, τίς. Ἐπιγάννυται γὰρ ἡ θεία τε καὶ φιλάρετος φύσις τοῖς ὧδε διακει μένοις. Εἰ δὲ δὴ μέλλομεν ἀχαλίνοις τοῦ νοῦ ῥοπαῖς ἰόντες ἐφ' ἃ μὴ θέμις, τῆς ὑπερτάτης αὐτοῦ δόξης καταθρασύνεσθαι, καὶ τοῖς οὐκ οὖσι θεοῖς ἀπονέμειν αὐτὴν, "Τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με," καὶ τοῖς κόσμου στοι χείοις τὸ σέβας ἀνάπτοντες, καὶ ταῦτα τὸ Χριστια νῶν λαχόντες ὄνομα, ὅτι πάντη τε καὶ πάντως σκληρᾷ καὶ ἀφύκτῳ κολάσει τὰς ἑαυτῶν ὑποθήσομεν κεφα λὰς ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ τελούντων ἐν ἡμῖν. Οἷς καὶ ἱερὸς προσπεφώνηκε λόγος, ὅτι "Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." Κολάζουσι δὲ καὶ οἱ καθ' ἡμᾶς τε καὶ καθεστῶτες νόμοι τοὺς ὁπλιτεύειν εἰδότας, εἰ τῆς τοῖς κρατοῦσιν ὀφειλομένης εὐνοίας ὀλιγωρήσαντες, φρονεῖν ἕλοιντο τὰ βαρβάρων· κἂν ἀποβάλοι τὴν ἀσπίδα, συναπο βαλεῖ που πάντως αὐτῇ καὶ τὸ ἐν ζῶσι τελεῖν ἔτι. Οὐκοῦν τὸ μερίζεσθαι τὴν γνώμην, καὶ καταδονεῖ σθαι φιλεῖν ἐκ τῶν ἀμεινόνων καὶ ἀληθῶν εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, καὶ πολέμου πρόξενον ἀπ έφηνεν ἡμῖν ἀρτίως ὁ λόγος· προσαποφωνεῖ δὲ, ὅτι καὶ τῶν ἑτέρων ἡμῖν ἀγαθῶν ἐγκοπὰς ἐργάζεται. Ὑετοὺς μὲν γὰρ οὐ καθίησι Θεὸς, ὡς μήτε ἀροῦν δύνασθαί τινας, μήτε μὴν τοῖς τῆς γηπονίας ἱδρῶσιν ἐνομιλεῖν· λιμῷ δὲ καὶ δίψει καταμαραίνεσθαι πό λεις τε ὁμοῦ καὶ χώρας. Ἄθρει δέ μοι τοῦτο πάλιν πεπονθότα τὸν Ἰσραήλ. Βεβασίλευκε γὰρ κατὰ και ροὺς ὁ Ἀχὰβ τῶν οὐσῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν· ἀλογήσας δὲ ὁλοτρόπως τῆς εἰς Θεὸν αἰδοῦς καὶ ἀγά πης, τέθυκεν εἰδώλοις. Ἐπειδὴ δὲ ἦν εὐπάροιστος ἡ ὑπ' αὐτῷ τε καὶ ἀγελαία πληθὺς, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἀτιμάσαντες, τὴν ἴσην εὐθὺς ἠῤῥωστήκασι τῷ κρατοῦντι μανίαν, καίτοι νόμον ἔχοντες τὸν ἐφεστηκότα, καὶ διὰ τῆς Μωσέως ἐντο λῆς εὖ μάλα παιδαγωγούμενοι, πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς· ἐπειδὴ δὲ, καθά φησιν ὁ θεσπέσιος ∆αβὶδ, "Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώ θησαν·" παρελθὼν εἰς μέσον ὁ προφήτης Ἡλίας, συνηγανάκτει μὲν ὡς ἠτιμασμένῳ τῷ πάντων κρα τοῦντι Θεῷ· ἠπείλησε δὲ λιμὸν καὶ ἀκαρπίαν, καὶ τῆς ἄνωθεν εὐλογίας τὴν σπάνιν. Ἔφη γάρ· "Ζῇ Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, καὶ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου·" οὗ δὴ λέ γοντος (οὐ γὰρ ὗσεν ἐπὶ τὴν γῆν ὁ τὰ ζωαρκῆ δωρούμενος), οὐκ ἦν ἀρόσαι τοὺς ἐν ἀγροῖς, οὐ συλ λέξαι τι τῶν ἐν γηπονίαις, οὐ πόας ἰδεῖν ἐν ὥρᾳ κο μῶσαν τὴν γῆν· ἀλλὰ διψῶντα μὲν ὅρη· πεδία [δὲ] τὰ πρὸς εὐανθῆ τε καὶ γονιμώτατα, μονονουχὶ θρη νοῦντα τὴν ἀκαρπίαν. Καὶ τί τὸ ἐντεῦθεν; ἀφορήτοις ἐμβολαῖς λιμοῦ, κατατρέχοντες ἀνάγκης, εἰς τοῦτο πεπτώκασι τῶν ἐν Σαμαρείᾳ τινὲς, ὥστε καὶ γυναῖ κας τῶν ἰδίων ἅψασθαι τέκνων, καὶ τῶν τῆς φύσεως ἀλογῆσαι νόμων παντελῶς, καὶ τοὺς τῆς φιλοστορ 77.924 γίας πατῆσαι θεσμούς. Καὶ γοῦν ὁ προφήτης Ἱερε μίας ταῖς τοῦτο παθούσαις ἐπιστυγνάσας, "Χεῖρες, φησὶ, γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυ τῶν." Πῶς οὖν ἄρα κατέληξε τὸ συμβάν; ἀπεκρού σαντο δὲ τίνα τρόπον τὴν οὕτω δεινὴν καὶ δυσδιάφυ κτον δίκην; Ἐκ μέσου γεγόνασιν οἱ πλανῶντες τὸν Ἰσραὴλ, τὴν ἐφ' αἵματι ψῆφον κατενεγκόντος αὐτῶν τοῦ προφήτου Ἡλίου. Ἐπειδὴ δὲ πάλιν ἀνέλαμψεν ἡ ἀλήθεια, καὶ τὸν φύσει Θεὸν ἐγνώκασιν οἱ ταῖς τῶν δαιμονίων λατρείαις ἐνολισθήσαντες, ἐδίδου πάλιν αὐτοῖς τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ τῶν ἐδωδίων τὴν ἀφθονίαν ὁ φιλοικτίρμων Θεός. γʹ. ∆εῖ δὴ οὖν ἄρα, καθάπερ προεῖπον ἤδη, ἀπο σπουδάζειν μὲν τὰ αἰσχίω, τῶν δὲ ἀμεινόνων ἀντ έχεσθαι· καὶ καταφαιδρύνεσθαι μὲν τοῖς τῆς εὐκο σμίας αὐχήμασιν· ἐξηρτῆσθαι δὲ ὅτι μάλιστα φι λεῖν τῆς ἐξαιρέτου καὶ ἐννομωτάτης ζωῆς· τηρεῖν τε πρὸς τούτῳ καὶ τὸ ἐν πίστει γνήσιον, καὶ βεβηκὸς εἰς ἀγάπην τοῦ πάντων ἐπέκεινα Θεοῦ. "Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, καθὰ γέγραφεν ὁ σο φώτατος Παῦλος, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδω κεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρί σηται." Ὁ γὰρ ἐπέκεινα νοῦ παντὸς, ὁ δι' οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, ὁ ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, "οὐχ ἁρ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καθὰ γέγραπται, ἀλλ' ὑπέστη μὲν τὴν ἑκούσιον κένωσιν, ἔλαβε δὲ δούλου μορφήν." Καὶ διὰ ποίαν αἰτίαν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος· "Ἐπειδὴ γὰρ τὰ παιδία κενοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παρα πλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτ έστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φό βῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δου λείας. Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ." Ἔκτισε μὲν γὰρ ὁ τῶν ὅλων γενεσιουργὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα, καθὰ γέγραπται, σωτήριον δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου. Καὶ οὐκ ἦν ᾅδου βασί λειον ἐπὶ τῆς γῆς· "Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν." Ἦν δὲ ἀναγκαῖον μὴ τὴν ἀρ χαίαν ἐφ' ἡμῖν τοῦ Θεοῦ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.