Festal Letters (Paschal Homilies) · §logos29-rem-close

Logos 29 rem close

Rem CLOSEOUT: Logos 29 CLOSEOUT.

Greek

ιαν ἔχοντες κατεφωρῶντο οἱ ἐξ Ἰσραήλ. Ἀντέπραττον γὰρ τοῖς δι' αὐτοῦ θεσπίσμασιν, ὀλίγου μὲν παντελῶς ἀξιοῦντες λόγου τὰς θεοσημείας, ἀποταυρούμενοι δὲ πρὸς ἀκράτους ὀρ γὰς, καὶ παλιμφήμους ἱέντες φωνάς. Τὸν γάρ τοι καλοῦντα πρὸς ζωὴν, καὶ ἀρετῆς ἅπασιν ἐναστρά πτοντα γνῶσιν, Σαμαρείτην ἀπεκάλουν, φάγον τε καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγεννη μένον, καὶ τέκτονος υἱόν. Καὶ διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἤθελον ὀρθὰς ἔχειν τοῦ βίου τὰς τροχιάς. Σειραῖς τοιγαροῦν τῶν οἰκείων κατεσφιγμένοι παθῶν, καὶ τῆς φιλοσαρκίας τὸν ῥύπον ἀναπόβλητον ἔχοντες, καὶ λημμάτων οὐχ ὁσίων ἡττώμενοι, τοὺς ἀποφέρει εἰ δότας εἰς εὐκοσμίαν οὐ προσίεντο λόγους. Ἠλέγχοντο γοῦν διαῤῥήδην, λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· "Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ." Τί οὖν ἄρα πεπράχασιν οἱ φῶς τὸ θεῖον εἰς νοῦν ἔχειν οὐκ ἀνασχόμενοι; Ἐλοιδόρουν, ὡς ἔφην, τὸν καλοῦντα πρὸς ζωὴν, λίθοις ἔβαλ[λ]ον τὸ ἀληθὲς πρεσβεύοντα, καὶ τελευτῶντες ἐσταύρωσαν, ψευδῆ συνθέντες ῥημάτια, καὶ τὸν ἁπάσης ἁμαρτίας ἐλεύ θερον, ὑπὸ νόμον ἄγοντες καὶ γραφήν. Οἱ μὲν γὰρ 77.968 ἔφασκον ἐπί τε Πιλάτου καὶ Καϊάφα· "Τοῦτον εἴδο μεν ἀνασίοντα τοὺς ὄχλους, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι·" οἱ δὲ, ὅτι "∆εδυσφήμηκε κατὰ τοῦ θείου ναοῦ." Ἀλλ' ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπομεμένηκεν ἑκὼν τὸν κατὰ σάρκα θάνατον, ἵνα πατήσας αὐτὸν, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ζωὴ καὶ ζωοποιὸς, διά τε τοῦτο Θεὸς ὑπάρχων γνωρίζε ται. Οὐ γὰρ καθ' ἕνα τῶν καθ' ἡμᾶς ἀπομεμένηκεν ἐν νεκροῖς· ἀνεβίω δὲ μᾶλλον, καινοτομῶν τῇ ἀν θρώπου φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδόν. Καὶ πιστώσεται γράφει Παῦλος· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Ῥίζα τοιγαροῦν γέγονεν ἡμῖν καὶ ὁδὸς καὶ πρόφασις τῆς εἰς ἀφθαρ σίαν ἐλπίδος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Βεβα σίλευκε μὲν γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μω σέως. Ἐκπέπτωκε δὲ τῆς καθ' ἡμῶν τυραννίδος, καὶ ἠτόνησεν ἐν Χριστῷ. Τικτόμεθα γὰρ, οὐκέτι πρὸς θάνατον, ὡς ἐκ σπορᾶς ὄντες φθαρτῆς, ἀλλ' εἰς ἐλπίδα ζωῆς, ἀρχὴν λαβόντες εἰς τοῦτο Χριστόν. Γράφει οὖν ὁ θεσπέσιος Παῦλος τοῖς εἰς αὐτὸν πι στεύσασιν· "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέ κρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χρι στὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ." Ἥξει γὰρ, ἥξει κατὰ και ροὺς, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ καταβήσεται πάλιν ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, "ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ," καθὼς γέ γραπται. Ὡς οὖν τῷ θείῳ βήματι παραστησόμενοι, καὶ τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, ἁγίως πολιτευσώμεθα, καὶ πάντα τρόπον ἐπιεικείας ἐπιτη δεύσωμεν, καθαρίζοντες ἀπὸ παντὸς μολυσμοῦ σαρ κὸς καὶ πνεύματος ἑαυτοὺς, ἀρκούμενοι τοῖς παροῦ σιν, ὀχληρὸν ἑτέρως τὸ περιττὸν ἡγούμενοι, συναλ γοῦντες τοῖς κάμνουσι, τοῖς ἐν ἱδρῶσι συγκαθιστά μενοι, μνημονεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι, τοὺς ἐν ἀῤῥωστίαις ὄντας παραμυθούμενοι, ὀρφα νοῦ καὶ χήρας δάκρυον ἐποικτείροντες, ἐπικουροῦν τες ὡς ἔνι τοῖς ἐν πτωχείᾳ κατηχθημένοις, καὶ ἀπαξ απλῶς παντὸς ἀγαθοῦ πράγματος ἐπιμεληταὶ γινό μενοι. Οὕτω γὰρ ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομά δος τοῦ εὐαγοῦς καὶ σωτηριώδους Πάσχα ἀπὸ μιᾶς εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὰ εὐαγγελικὰ κη ρύγματα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ ριακῇ τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαμενὼθ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως συγχορεύσαντες τοῖς ἁγίοις ἐν οὐρανῷ σκιρτῶσι καὶ χαίρουσι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.