Festal Letters (Paschal Homilies) · §logos30-open

Festal Letters Logos 30 opening

Logos 30.

Paschal Logos 30: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ Λʹ. αʹ. Τοῖς τὸ σεπτὸν καὶ θεῖον ἱερουργοῦσι κήρυγμα, τὸ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ Ψάλλοντος λύρας δια κελεύεται λέγον· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ Θεῷ Ἰακώβ." Νουμηνίαν δέ φασιν ἐν τούτοις τὸν νέον, καὶ οἷον ἀρτι θαλῆ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, "καθ' ὃν τὰ ἀρχαῖα πάντα παρελήλακε, γέγονε δὲ τὰ πάντα καινὰ," κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Χρὴ τοίνυν ἡμᾶς σαλπίζειν ἐν αὐτῷ, τουτέστιν, εὐσημοτάτην τε καὶ διαπρύσιον ἱέντας ἠχὴν, τοῖς ἁπανταχόσε λέγειν· "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορ τὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσια στηρίου." Τί δ' ἂν βούλοιτο δηλοῦν τὸ "ἐν τοῖς πυ κάζουσι συστῆναι τὴν ἑορτὴν," διειπεῖν εὖ μάλα πει ράσομαι· ἐγήγερται μὲν γὰρ ἡ ἀρχαία σκηνὴ κατὰ τὴν ἔρημον· ἀλλ' ἦν ἐν θέσει διπλῇ· μία μὲν γὰρ ἦν ἡ πρώτη, τὸ τῆς κατὰ νόμον λατρείας ἔχουσα θυ σιαστήριον, ἐν ᾗ βουθυτεῖν ἐπετάττοντο, καὶ μηλο σφαγίαις κεχρῆσθαι, καὶ καπνοῖς, οἱ διὰ σκιᾶς ἔτι καὶ τύπων τιμῶντες Θεόν. ∆ευτέρα δὲ προσευχῆς τῇ πρώτῃ καὶ ἐσωτέρα, καταπετάσματος διορίζοντος, ὄνομα δὲ αὐτῷ τὰ Ἅγια τῶν ἁγίων. Ἐνταῦθα τὸ θυσιαστήριον ἦν εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβὶμ, καὶ κύκλῳ περιεστηκό των, καὶ τὸ τῆς λειτουργίας τελούντων σχῆμα, καὶ περιεπόντων ὡς Θεόν. Ἔκειτο δὲ καὶ χρυσοῦν ἐκεῖ θυσιαστήριον, ἐφ' ᾧ τὸ λεπτὸν καὶ σύνθετον ἐθυμιᾶτο μύρον, ἐκ πολλῶν ἀρωμάτων εὖ μάλα διηρτημένον. Ἀλλ' ὡς ὁ πάντα σοφὸς γράφει Παῦλος, "Τούτων οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦν τες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει περὶ ἐαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δη λοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶ σθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρον ται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα." Ἕως μὲν οὖν ἡ κατὰ νόμον τὸν διὰ Μωσέως ἐκράτει λατρεία, στάσις ἦν ἐν τῇ πρώτῃ σκηνῇ τῶν ὑπὸ τοὺς τύπους. Οὐ γὰρ ἑξῆς τοῖς ἐθέλουσιν εἰς τὴν ἁγίαν καὶ ἐσωτάτω διᾴττειν σκη νήν. Εἰσῄει δὲ μόνος ὁ προὔχων ἐν ἱερουργοῖς, ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ "οὐ χωρὶς αἵματος," κατὰ τὸ γε γραμμένον. Ἐπειδὴ δὲ, καθά φησιν ὁ νομομαθὴς ὢν Παῦλος, καὶ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασι, "Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς πίστεως· 77.972 οὐ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφ' ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος·" φέρε καὶ ἡμεῖς τὴν ἔν γε τῇ πρώτῃ σκηνῇ παραιτούμενοι στάσιν, ἀκο λουθήσωμεν τῷ Χριστῷ, εἰσδράμωμεν εἰς τὰ Ἅγια τῶν ἁγίων, συστησώμεθα "τὴν ἑορτὴν ἐν τοῖς πυ κάζουσιν·" ἔνθα τὸ ἱλαστήριον εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβίμ. Προσ αγάγωμεν τῷ Θεῷ, μὴ τὰς δι' αἱμάτων θυσίας, τὸ λεπτὸν δὲ μᾶλλον καὶ σύνθετον θυμίαμα, τουτ έστιν, τὴν ἐξ ἀρετῶν εὐοσμίαν, τὴν πνευματι κὴν καὶ ἀναίμακτον λατρείαν. Πλὴν ἐκεῖνο πρὸς ὑμᾶς εἰπεῖν οἰήσομαι δεῖν· "Καθαρίσωμεν ἑαυ τοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύμα τος." Ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀνοσιουργεῖν οὐκ ἐθέλουσιν, ἀνίπτοις ὥσπερ ἰέναι ποσὶν εἰς τὰ Ἅγια τῶν ἁγίων. Τοῦτο γὰρ ἡμῖν ὁ τῶν ὅλων Θεὸς ὑπέφηνεν εἰπὼν πρὸς τὸν ἱεροφάντην Μωσέα· "Ποίησον λουτῆρα χαλ κοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι, καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου. Καὶ ἐκχεεῖς εἰς αὐ τὸν ὕδωρ, καὶ νίψεται Ἀαρὼν, καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι, ὅταν εἰσ πορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν." βʹ. Ἀλλ' ἐκεῖνα μὲν ἐν τύποις τὰ τῆς ἀληθείας ὠδίνοντα κάλλη, ἡμᾶς δὲ παντὸς ἀπαλλάττει ῥύπου Χριστὸς, ὅς ἐστιν ἡ ἀλήθεια. Πῶς ἢ τίνα τρόπον, δι δάξει λέγων διὰ φωνῆς Ἡσαΐου· "Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζη τήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφα νὸν, καὶ δικαιώσα

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.