Festal Letters (Paschal Homilies) · §logos30-rem-early

Logos 30 rem early

Rem early: Logos 30; festal historia and call to virtue.

Greek

τε χήραν, δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὡς κόκκινον, ὡς ἔριον λευκανῶ." Τῆς οὕτω λαμπρᾶς καὶ ἀξι εράστου χάριτος καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημο νεύει, λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· "Ῥαν τιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι." Καταλευκαίνει τοίνυν διὰ τοῦ ἁγίου βαπτίσματος, τὸ τῆς ἁμαρτίας ἐμφράτ τουσα στόμα, καὶ πάντα ῥύπον τὸν ἐν ἡμῖν ἐκτή κουσα, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ γοῦν ὁ θεσπέσιος Ἰωάννης τοῖς Ἰουδαίων μνήμης· προσλαλῶν· "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, φησὶν, εἰς μετάνοιαν· ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί." Ἡ γάρ τοι τοῦ ἁγίου Πνεύματος ἐνέργειά τε καὶ δύναμις, ὅταν ἐν ἡμῖν γένηται, καὶ ὑλομανοῦσαν εὕρῃ ψυχὴν, τότε δὴ τότε πυρὸς εἰσπεσοῦσα δίκην. καθάπερ ἄχρηστον ὕλην καταβόσκεται, καὶ δαπανᾷ τῆς ἁμαρτίας τοὺς μολυσμούς. Προεισβολὴ δὲ τοῦ 77.973 πράγματος, καὶ ὁδὸς οἷά τις ἀποφέρουσα πρὸς τὴν οὕτω λαμπρὰν καὶ ἀξιόκτητον χάριν ἡ εἰς τὸν Χρι στὸν εὑρίσκεται πίστις. Καὶ γοῦν ὁ θεσπέσιος ∆αβὶδ, μονονουχὶ καὶ χεῖρα προτείνων, ταύτην ἡμῖν κατ έδειξε, λέγων· "Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσ ελεύσονται ἐν αὐτῇ." Κεχρησμῴδηται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὁ διὰ Μωσέως νόμος, διακονούντων ἀγγέλων. Ἀλλ' ἦν μὲν ἔλεγχος ἁμαρτίας, καὶ πλημ μελημάτων παραδεικτικὸς, ἀνόητος δὲ παντελῶς εἴς γε τὸ δύνασθαι δικαιῶσαί τινας. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· "Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦ ται παρὰ Θεῷ, δῆλον. Ὁ γὰρ νόμος ὀργὴν κατεργά ζεται." Ἐπετίθει γὰρ ἀναλόγως τοῖς ἑκάστου πταί σμασι τὰς δίκας παραχρῆμα. Ἀσθενοῦντος τοίνυν τοῦ νόμου, καὶ οὐκ ὄντος οἵου τε διασμῆξαι ῥύπους, ἤγουν τῶν αἰτιαμάτων ἀπαλλάξαι τινὰς τὴν διὰ πί στεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίως ἐστὶ τὴν ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ὁ τῶν ὅλων δέδωκε Θεός. Μαρτυρήσει δὲ πάλιν ὁ θεσπέσιος Παῦλος, γράφων· "∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. ∆ικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. ∆ι καιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυ τρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ." ∆όξα μὲν ἡ ἐξαίρε τος, καὶ τῇ παντὸς ἐπέκεινα γεννητοῦ νοουμένῃ φύσει, μόνη τε καὶ ἰδικῶς ἐμπρέπουσα, τὸ ἀπλημμελὲς εἰς ἄπαν καὶ ἀδιάπτωτον παντελῶς τὸ κατὰ μηδένα τρό πον ἀφαμαρτεῖν δύνασθαι τοῦ εἰκότος. Ταυτησὶ δὲ ἡμεῖς ἡττώμεθα, ἤγουν ὑστερούμεθα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οὐκ ἀσύνηθες ἔχοντες τὸ τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βρόχοις, καὶ ταῖς εἰς φαυλότητα ῥοπαῖς καθικνεῖσθαι πρὸς τὰ αἰσχίω. Ἀλλ', ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, "Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις." Ἣν δὴ καὶ δεδιψηκότας κατίδῃ τις ἂν τοὺς τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ἠγνοηκότας. Γράφει γοῦν ὁ νομομαθέστατος Παῦλος, "Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοὶ, εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπι στεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." γʹ. Καὶ μὴ ὑπολάβῃς ὅτι τὸν παλαιὸν νόμον ὡρί σατο Θεὸς, ὡς ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαί τινας ἀποφαίνειν ἐλευθέρους τῶν ἐξ ἀσθενείας αἰτια μάτων· ἐπειδὴ δὲ ἀφημάρτηκε σκοποῦ, μονονουχὶ δὲ καὶ ὑστεροβουλίᾳ χρώμενος, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν ἐπενόησε τρίβον. Οὐχ οὕτω ταῦτ' ἔχει, πολλοῦ γε καὶ δεῖ. Ἴσθι δὴ μᾶλλον ὅτι καὶ πρὶν ὅλως ἐκ γῆς διαπλάσαι τὸν πρῶτον ἄνθρωπον, οὐκ ἠγνοηκὼς τὰ ἐσόμενα, καὶ τῆς τοῦ διαβόλου σκαιότη τος τὴν ἐπιβουλὴν, καὶ τὸν τῆς ἐπικουρίας ἡμῖν προαναθρήσας τρόπον, δῆλον δὲ ὅτι τὸ Χριστοῦ μυ στήριον, ἔλεγχον ἁμαρτίας, καὶ τῆς διὰ πάντων ἀσθε νείας κατήγορον, τὸν διὰ Μωσέως ἔστησε νόμον, καὶ 77.976 τῆς δικαιούσης χάριτος τὴν κατακρίνουσαν ἐντολὴν προανέδειξε σοφῶς, ἵν' ἔτι μειζόνως ἡ χάρις θαυμά ζηται. Οὗ γάρ ἐστι τὸ λυποῦν, ἐκεῖ μάλιστα τὸ κατευφραίνειν εἰδὸς ἐκφαίνεται. Ὅτι δὲ ἀρχαῖόν ἐστι τὸ Χριστοῦ μυστήριον, ἀκονιτὶ διοψόμεθα, ὡδὶ δὴ πά λιν ἡμῖν ἱεροῦ φωνοῦντος Γράμματος. Ἔφη γάρ που πάλιν ὁ μακάριος Παῦλος· "Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου ρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώ μους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν." Σύνες οὖν ὅπως ηὐλογῆσθαί φησιν ἡμᾶς, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς, προωρίσθαι δὲ καὶ εἰς υἱοὺς ἐν

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.