Fragments on 1 Corinthians · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.

Greek

ἑτέρως, ἐνεργεῖ γὰρ τὰ εἰς δόξαν αὐτοῦ διὰ χειρὸς ἁγίων· εἰ δὲ δοξάζει τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ, πῶς ἂν εἰς αὐτὸν δυσφημήσειέν τις λαλῶν ἐν Πνεύματι; ἐρεῖ γὰρ μᾶλλον ὅτι Κύριος Ἰησοῦς. οὐκοῦν οἱ τῇ κτίσει συντάττοντες τὸν δι' οὗ τὰ πάντα παρῆκται πρὸς γένεσιν, ἀμέτοχοι παντελῶς εἶεν ἂν τοῦ Ἁγίου Πνεύματος· λέγουσι γὰρ ἐναργῶς Ἀνάθεμα Ἰησοῦς· οἱ δὲ ὁμολογοῦντες ὅτι Θεὸς καὶ Κύριος Ἰησοῦς, εὐσεβῶς ἐξ αὐτοῦ μαρτυρηθήσονται τοῦ πράγματος, ὅτι τῆς ἐπ' αὐτῷ θεοπτίας τὴν γνῶσιν μεμυσταγώγηνται διὰ Πνεύματος· "τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, "καὶ τὰ βάθη τοῦ Θεοῦ." εἰδὼς δὲ τὸ Πνεῦμα τὰ ἐν Θεῷ κεκρυμμένα, ταῖς τῶν ἁγίων αὐτὰ διαπορθμεύει ψυχαῖς, καὶ ἀπλανῆ καὶ ἀμώμητον αὐταῖς ἐνίησι γνῶσιν. καὶ τούτου 286 μάρτυς αὐτὸς ὁ θεσπέσιος Παῦλος προστιθείς τε καὶ λέγων ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων, καὶ τοῖς τῆς βασιλείας ἐμπρέποντες θρόνοις, διαφόροις τιμαῖς τοὺς τῶν ἰδίων ὑπασπιστῶν στεφανοῦσι γνησιωτέρους, οὕτως ἡ ἁγία τε καὶ ὁμοούσιος Τριὰς τοῖς ἐξ ὑγιοῦς καρδίας καὶ φρενὸς ὁλοτελοῦς ἀγαπῶσιν αὐτὴν, ἀμφιλαφῆ διανέμει τῶν ἄνωθεν ἀγαθῶν τὴν κτῆσιν, δι' ἑνὸς τοῦ Πνεύματος ὡς διὰ Χριστοῦ παρὰ τοῦ Πατρός· πάντα γὰρ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας κ.τ.λ. Οἶδεν γὰρ οἶδεν καιροὺς τοὺς ἑκάστῳ πρέποντας τῶν παρ' αὐτοῦ δρωμένων, "ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς "σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι," κατὰ τὸ γεγραμμένον· ποῖα γεμὴν χαρίσματα καὶ ποῖαί τινες αἱ διανομαὶ, καὶ μὴν καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, διαλευκαίνει λέγων Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· σοφίας δὲ λόγος, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ὁ "ἐν ἀνοίξει "τοῦ στόματος," ὁ πρόχειρός τε καὶ εὔρους καὶ ὡς ἀπὸ γλώσσης ἰὼν τῆς ἄγαν εὐτροχωτάτης. ἄλλῳ δὲ λόγος γνώσεως· εἰσὶ γὰρ τῶν ἐν ἡμῖν τινες, οἱ τὸ πρόχειρον μὲν εἰς λόγους οὐκ ἔχοντες, καὶ τοῦ φράζειν εὐκόλως δύνασθαι τὴν παῤῥησίαν οὐ κεκτημένοι, βαθεῖς γεμὴν ἄγαν εἰς σύνεσιν, νουνεχέστατά τε καὶ λίαν ἴσχνως τοῖς ἱεροῖς προσβάλλοντες λόγοις, καὶ μυσταγωγεῖν ἑτέρους οἷοί τε καὶ τὰ τῶν θεωρημά 287 των ἀντικαταψιλοῦντες εὐκόλως. ἀλλὰ καὶ τῆς σοφίας ὁ λόγος καὶ μέντοι τῆς γνώσεως δι' ἑνὸς τοῦ Πνεύματος τοῖς ἑλεῖν ἀξίοις χορηγεῖται παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ· λόγος γνώσεώς ἐστιν ὅταν τις οἶδε τὸν νοῦν τῶν θείων λογίων καὶ ἱκανὸς ἀναπτῦξαι νοήματα, εὐφραδῶς δὲ ταῦτα διδάξαι οὐ δυνάμενος. καὶ τοῦτο δὲ κἀκεῖνο δι' ἑνὸς τοῦ Πνεύματος τοῖς ἀξίοις χορηγεῖται παρὰ Πατρὸς δι' Υἱοῦ, ὃς διαιρεῖν λέγεται τὰς διακονίας· οὓς μὲν γὰρ τῶν ἁγίων ἀποστόλων διακηρύττειν ἐκέλευσε τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸν τῆς πίστεως λόγον· ἑτέρους δ' αὖ ταῖς τῶν ἐθνῶν ἀπονενέμηκε χώραις. ἐνήργηκε δὲ καὶ τοῦτο διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ γοῦν ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων γεγραμμένον εὑρήσομεν ὅτι "Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευ"όντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν "Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι "αὐτούς·" τέθειται δὲ ὁ θεσπέσιος Παῦλος εἰς ἀποστολὴν ἐθνῶν, καὶ ταύτην ἔλαχεν τὴν διακονίαν· καὶ πιστώσεται γράφων αὐτός 15 "Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, "τὴν διακονίαν μου δοξάζω." οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγιον μετ' ἐξουσίας· Πνεῦμα γάρ ἐστι τοῦ Υἱοῦ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, τουτέστι

About this text

Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.