Fragments on 1 Corinthians · §u08-open

Fragmenta in epistulam i ad Corinthios Unit 8 opening

Unit 8.

Lemma-led open — δουλείας εἰς

Greek

διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει "δουλείας εἰς "τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." καὶ εἰ ταῦτα ἀληθῆ, πῶς οὐκ ἔδει πάντη τε καὶ πάντως συνκαινουργεῖσθαι τῇ κτίσει τὸν δι' ὃν ἡ κτίσις, φημὶ δὲ τὸν ἄνθρωπον; ἔδει καὶ αὐτὸν ὁρᾶσθαι καινὸν, οὐ φθορᾷ τῇ πρώτῃ τυραννούμενον, οὐ σαρκικαῖς ἡδοναῖς εἰς ἁμαρτίας πλεονεκτούμενον, ἐγηγερμένον δὲ μᾶλλον ἐν ἀφθαρσίᾳ τε καὶ ἐν εὐσθενείᾳ καὶ ἐν τιμῇ καὶ θείᾳ τινι δόξῃ περιεσταλμένον. ἔφη γάρ που καὶ ὁ θεσπέσιος Ἡσαΐας "Καὶ προπορεύσεται ἔμπροσθέν σου "ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε·" καὶ μὴν καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς διεβεβαιοῦτο· σαφῶς, ὡς ἐν καιρῷ συντελείας τοῦ αἰῶνος τούτου ἀναβιώσονται μὲν οἱ νεκροὶ, "οἱ γεμὴν συνιέντες ἐκλάμψουσιν ὡς "ἡ λαμπρότης τοῦ στερεώματος." πλὴν οὐχ ἅπασιν ἀδιακρίτως ἡ τῆς τοιᾶσδε τιμῆς καὶ δόξης προκείσεται χάρις· πρέποι δ' ἂν μᾶλλον ἀπολέγδην τοῖς τῶν ἄλλων ἐξῃρημένοις, οἳ καὶ σύμμορφοι γεγόνασι "τῆς

About this text

Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.